Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
Ἀμβροσίᾳ καὶ τῇ κοσμιωτάτῃ καὶ σεμνοτάτῃ θυγατρὶ Βασιλίσσῃ Γρηγόριος ἐν κυρίῳ χαίρειν. Ἡ μὲν τῶν ἀγαθῶν καὶ καταθυμίων μοι συντυχία καὶ τὰ γνωρίσματα τῆς μεγάλης τοῦ δεσπότου ὑπὲρ ἡμῶν φιλ ανθρωπίας τὰ ἐν τοῖς τόποις δεικνύμενα τῆς μεγίστης ἐγένετό μοι χαρᾶς τε καὶ εὐφροσύνης ὑπόθεσις· δι' ἀμφο τέρων γὰρ ἐδηλώθη μοι ἡ κατὰ θεὸν ἑορτή, διά τε τοῦ ἰδεῖν τὰ σωτήρια σύμβολα τοῦ ζωοποιήσαντος ἡμᾶς θεοῦ καὶ διὰ τοῦ ψυχαῖς συντυχεῖν ἐν αἷς τὰ τοιαῦτα τῆς τοῦ κυρίου χάριτος σημεῖα πνευματικῶς θεωρεῖται, ὥστε πι στεύειν ὅτι ἀληθῶς ἐν τῇ καρδίᾳ ἐστὶ τοῦ τὸν θεὸν ἔχοντος
3.2.1
ἡ Βηθλεὲμ ὁ Γολγοθᾶς ὁ Ἐλαιὼν ἡ Ἀνάστασις. ᾧ τε γὰρ διὰ τῆς ἀγαθῆς συνειδήσεως ὁ Χριστὸς ἐμμορφωθῇ, καὶ ὁ καθηλώσας τῷ θείῳ φόβῳ τὰς σάρκας αὑτοῦ καὶ συσταυ ρωθεὶς τῷ Χριστῷ καὶ ἀποκυλίσας ἀφ' ἑαυτοῦ τὸν βαρὺν τῆς βιωτικῆς ἀπάτης λίθον καὶ ἐξελθὼν τοῦ σωματικοῦ μνημείου ὡς ἐν καινότητι ζωῆς περιπατήσῃ, καὶ ὁ κατα λιπὼν τὴν ὑλικὴν καὶ χαμαίζηλον τῶν ἀνθρώπων ζωήν, ἀναβὰς δὲ διὰ τῆς ὑψηλῆς ἐπιθυμίας εἰς τὴν ἐπουράνιον πολιτείαν καὶ τὰ ἄνω φρονῶν, οὗ ὁ Χριστός, καὶ μὴ βα ρούμενος τῷ ἄχθει τοῦ σώματος ἀλλ' ἐξελαφρύνας διὰ τῆς καθαρωτέρας ζωῆς, ὥστε αὐτῷ νεφέλης δίκην συμμετ εωροπορεῖν ἐπὶ τὰ ἄνω τὴν σάρκα, οὗτος κατά γε τὴν ἐμὴν κρίσιν ἐκείνων ἐστὶν τῶν κατωνομασμένων, ἐν οἷς τὰ ὑπομνήματα τῆς τοῦ δεσπότου ὑπὲρ ἡμῶν φιλανθρω πίας ὁρᾶται.
3.3.1
Ἐπειδὴ τοίνυν εἶδον μὲν καὶ αἰσθητῶς τοὺς ἁγίους τόπους, εἶδον δὲ καὶ ἐν ὑμῖν τῶν τοιούτων τόπων ἐναργῆ τὰ σημεῖα, τοσαύτης ἐπληρώθην χαρᾶς, ὥστε ὑπὲρ λόγον
3.4.1
εἶναι τοῦ ἀγαθοῦ τὴν διήγησιν. ἀλλ' ἐπειδὴ ἔοικεν ἄνθρω πον ὄντα δύσκολον εἶναι, ἵνα μὴ εἴπω ὅτι ἀδύνατον, ἀμιγὲς τοῦ κακοῦ τὸ ἀγαθὸν καρποῦσθαι, διὰ τοῦτό μοι τῇ γεύσει τῶν γλυκέων συγκατεμίχθη τι καὶ τῶν πικραινόντων τὴν αἴσθησιν. ἐφ' οἷς, μετὰ τὴν ἀγαθὴν τῶν εὐφραινόντων ἀπό λαυσιν, πάλιν ἐπὶ τὴν πατρίδα σκυθρωπάζων ἐπορευόμην, λογιζόμενος ὅτι ἀληθὴς ὁ τοῦ κυρίου λόγος ὁ εἰπὼν ὅλον τὸν κόσμον ἐν τῷ πονηρῷ κεῖσθαι, ὡς μηδὲν τῆς οἰκουμένης μέρος ἐλεύθερον εἶναι τῆς μοίρας τοῦ χείρονος· εἰ γὰρ ὁ τὸ ἅγιον τῆς ὄντως ζωῆς ἴχνος ὑποδεξάμενος τόπος τῆς πονηρᾶς ἀκάνθης οὐ καθαρεύει, τί χρὴ περὶ τῶν λοιπῶν ἐννοεῖν τό πων, οἷς ἡ τοῦ ἀγαθοῦ μετουσία κατεσπάρη διὰ ψιλῆς ἀκοῆς
3.5.1
καὶ κηρύγματος; ταῦτα δὲ πρὸς ὅ τι βλέπων φημί, πάντως οὐδὲν χρὴ γυμνότερον διὰ τῶν λόγων ἐκτίθεσθαι, αὐτῶν τῶν πραγμάτων πάσης φωνῆς γνωρίμου γεγωνότερον διαβοώντων
3.6.1
τὰ λυπηρά. μίαν ἔχθραν ἐνομοθέτησεν ἡμῖν ὁ τῆς ζωῆς ἡμῶν νομοθέτης, τὴν πρὸς τὸν ὄφιν λέγω, πρὸς οὐδὲν ἄλλο τὴν τοῦ μισεῖν δύναμιν ἐνεργεῖσθαι προστάξας εἰ μὴ πρὸς τὴν ἀπο στροφὴν τῆς κακίας· Ἔχθραν γὰρ θήσω, φησίν, ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον ἐκείνου. ἐπειδὴ δὲ ποικίλη τις καὶ πο λυειδής ἐστιν ἡ κακία, διὰ τοῦ ὄφεως ὁ λόγος ταύτην αἰ νίσσεται, τῇ πυκνῇ τῶν φολίδων θέσει τὸ πολύτροπον τῆς
3.7.1
κακίας χαρακτηρίζων. ἡμεῖς δὲ πρὸς μὲν τὸν ὄφιν ἔνσπονδοι διὰ τοῦ τὰ θελήματα τοῦ ἀντικειμένου ποιεῖν ἐγενόμεθα, τὸ δὲ μῖσος κατ' ἀλλήλων ἐτρέψαμεν, τάχα δὲ οὐδὲ καθ' ἡμῶν ἀλλὰ κατὰ τοῦ τὴν ἐντολὴν δεδωκότος· ὁ μὲν γάρ φησιν Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου, τὸν τῆς φύσεως ἡμῶν πολέμιον μόνον ἐχθρὸν ἡγεῖσθαι προσ τάξας, πάντα δὲ τὸν κοινωνοῦντα τῆς φύσεως πλησίον ἑκάστου εἶναι εἰπών· ἡ δὲ βαρυκάρδιος ἡμῶν γενεὰ τοῦ πλησίον ἡμᾶς διαστήσασα θάλπειν τὸν ὄφιν ἐποίησε καὶ τοῖς τῶν φολίδων
3.8.1
αὐτοῦ στίγμασιν ἐπιτέρπεσθαι. ἐγὼ γὰρ τὸ μὲν τοὺς ἐχθροὺς τοῦ θεοῦ μισεῖν ἔννομον εἶναί φημι καὶ ἀρέσκειν τῷ δεσπότῃ τὸ τοιοῦτον μῖσος, ἐχθροὺς δὲ λέγω τοὺς κατὰ πάντα τρό πον τὴν τοῦ δεσπότου δόξαν ἀπαρνουμένους, εἴτε τοὺς Ἰου δαίους εἴτε τοὺς φανερῶς εἰδωλολατροῦντας εἴτε τοὺς διὰ τῶν Ἀρείου δογμάτων εἰδωλοποιοῦντας τὴν κτίσιν καὶ τὴν Ἰουδαϊκὴν πλάνην ἀναλαμβάνοντας. εἰ δὲ πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα εὐσεβῶς δοξάζοιτο καὶ προσκυνοῖτο παρὰ τῶν πεπιστευκότων ἐν ἀσυγχύτῳ καὶ διακεκριμένῃ τῇ ἁγίᾳ τριάδι μίαν εἶναι καὶ φύσιν καὶ δόξαν καὶ βασιλείαν καὶ δύ ναμιν καὶ τὴν εὐσεβῆ λατρείαν καὶ τὴν ἐπὶ πάντων ἐξουσίαν,
3.9.1
ἐνταῦθα ὁ πόλεμος τίνα εὔλογον αἰτίαν ἔχει; ὅτε ἐπεκράτει τὰ τῆς αἱρέσεως δόγματα, καὶ τὸ παρακινδυνεῦσαι πρὸς τὰς ἐξουσίας, δι' ὧν ἐδόκει τὸ τῶν ἀντικειμένων δόγμα κρατύ νεσθαι, καλῶς εἶχεν, ὡς ἂν μὴ καταδυναστεύοιτο ταῖς ἀνθρωπίναις δυναστείαις ὁ σωτήριος λόγος· νυνὶ δὲ κατὰ πᾶσαν τὴν οἰκουμένην Ἀπ' ἄκρου τοῦ οὐρανοῦ καὶ ἕως ἄκρου τοῦ αὐτοῦ ἴσως κηρυσσομένης ἐν φανερῷ τῆς εὐσεβείας ὁ τοῖς κηρύσσουσι τὴν εὐσέβειαν πολεμῶν οὐκ ἐκείνοις μά χεται ἀλλὰ τῷ παρ' αὐτῶν εὐσεβῶς κηρυσσομένῳ· τίς γὰρ εἶναι σκοπὸς ἄλλος ὀφείλει τῷ τὸν θεῖον ἔχοντι ζῆλον, εἰ μὴ τὸ παντὶ τρόπῳ τὴν δόξαν τοῦ θεοῦ καταγγέλλεσθαι;
3.10.1
ἕως ἂν οὖν ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ διανοίας προσ κυνῆται ὁ μονογενὴς θεός, ἐκεῖνο εἶναι πεπιστευμένος ἐν πᾶσιν ὅπερ ἐστὶν ὁ πατήρ, ὡσαύτως δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐν ὁμοτίμῳ τῇ προσκυνήσει δοξάζηται, οἱ τὰ περισσὰ σοφιζόμενοι ποίαν τοῦ πολεμεῖν εὐπρόσωπον ἔχουσιν ἀφορ μήν, σχίζοντες τὸν χιτῶνα τὸν ἄρρηκτον καὶ πρὸς Παῦλον καὶ Κηφᾶν τὸ ὄνομα τοῦ κυρίου καταμερίζοντες καὶ τὸν προσ εγγισμὸν τῶν τὸν Χριστὸν προσκυνούντων βδελυκτὸν ἀπο φαίνοντες, μόνον οὐ φανερῶς ἐκεῖνο βοῶντες τοῖς ῥήμασι,
3.11.1
Πόρρω ἀπ' ἐμοῦ· μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι; δεδόσθω δὲ καὶ πλέον τι αὐτοῖς κατὰ τὴν γνῶσιν, ὑπὲρ ὧν οἴονται κατειληφέναι, προσεῖναι· μὴ πλέον τοῦ πιστεύειν ἀληθινὸν
3.12.1
εἶναι θεὸν τὸν τοῦ θεοῦ ἀληθινὸν υἱὸν ἔχουσι; τῇ δὲ τοῦ ἀληθινοῦ θεοῦ ὁμολογίᾳ πάντα συμπεριλαμβάνεται τὰ εὐσεβῆ καὶ σῴζοντα ἡμᾶς νοήματα, ὅτι ἀγαθός, ὅτι δίκαιος, ὅτι δυνατός, ὅτι ἄτρεπτός τε καὶ ἀναλλοίωτος καὶ ἀεὶ ὁ αὐτός, οὔτε πρὸς τὸ χεῖρον οὔτε πρὸς τὸ βέλτιον τραπῆναι δυνάμενος· τὸ μὲν γὰρ οὐ πέφυκεν, τὸ δὲ οὐκ ἔχει· τί γὰρ ὑψίστου
3.13.1
ὑψηλότερον; τί τοῦ ἀγαθοῦ ἀγαθώτερον; ὥστε ὁ ἐν πάσῃ τοῦ ἀγαθοῦ τελειότητι θεωρούμενος κατὰ πᾶν εἶδος τροπῆς τὸ ἀναλλοίωτον ἔχει, οὐ κατὰ καιρούς τινας τὸ τοιοῦτον ἐν ἑαυτῷ δεικνύς, ἀλλ' ἀεὶ ὡσαύτως ἔχων καὶ πρὸ τῆς κατὰ ἄνθρωπον οἰκονομίας καὶ ἐν ἐκείνῳ καὶ μετὰ τοῦτο, οὐδὲν τῆς ἀτρέπτου καὶ ἀναλλοιώτου φύσεως ἐν ταῖς ὑπὲρ ἡμῶν
3.14.1
ἐνεργείαις πρὸς τὸ ἀπεμφαῖνον μεθαρμοζομένης. τὸ γὰρ φύσει ἄφθαρτον καὶ ἀναλλοίωτον ἀεὶ τοιοῦτόν ἐστιν, οὐ συναλλοιού μενον τῇ ταπεινῇ φύσει ὅταν ἐν ἐκείνῃ κατ' οἰκονομίαν γένηται, κατὰ τὸ τοῦ ἡλίου ὑπόδειγμα, ὃς ὑποβαλὼν τὴν ἀκτῖνα τῷ ζόφῳ οὐ τὸ φῶς τῆς ἀκτῖνος ἠμαύρωσεν, ἀλλὰ τὸ σκότος διὰ τῆς ἀκτῖνος εἰς φῶς μετεποίησεν· οὕτως καὶ τὸ ἀληθινὸν φῶς ἐν τῇ σκοτίᾳ ἡμῶν λάμψαν οὐκ αὐτὸ ὑπὸ τοῦ σκότους
3.15.1
κατεσκιάσθη, ἀλλὰ δι' ἑαυτοῦ τὸν ζόφον ἐφώτισεν. ἐπειδὴ τοίνυν ἐν σκότῳ τὸ ἀνθρώπινον ἦν, καθὼς γέγραπται ὅτι Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται, ὁ ἐλ λάμψας τῇ ἐσκοτισμένῃ φύσει, διὰ παντὸς τοῦ συγκρίματος ἡμῶν τῆς θεότητος τὴν ἀκτῖνα διαγαγών, διὰ ψυχῆς λέγω καὶ σώματος, ὅλον τὸ ἀνθρώπινον τῷ ἰδίῳ φωτὶ προσῳ κείωσε, τῇ πρὸς ἑαυτὸν ἀνακράσει ὅπερ ἐστὶν αὐτός, κἀκεῖνο ἀπεργασάμενος· καὶ ὡς οὐκ ἐφθάρη ἡ θεότης ἐν τῷ φθαρτῷ σώματι γενομένη, οὕτως οὐδὲ εἰς τροπὴν ἠλλοιώθη τὸ τρε πτὸν τῆς ψυχῆς ἡμῶν ἰασαμένη· καὶ γὰρ καὶ ἐπὶ τῆς ἰατρι κῆς τέχνης ὁ θεραπεύων τὰ σώματα, ἐπειδὰν ἅψηται τοῦ πεπονθότος, οὐκ αὐτὸς ἐμπαθὴς γίνεται ἀλλὰ τὸ νοσοῦν
3.16.1
ἐξιάσατο· μηδεὶς δὲ διὰ τοῦτο τὸ τοῦ εὐαγγελίου μὴ δεόν τως ἐκλαμβάνων ἡγείσθω κατὰ προκοπήν τινα καὶ ἀκο λουθίαν κατ' ὀλίγον πρὸς τὸ θειότερον μεταποιεῖσθαι τὴν ἡμετέραν φύσιν ἐν τῷ Χριστῷ· τὸ γὰρ Προκόπτειν ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι εἰς ἀπόδειξιν τοῦ ἀληθῶς ἐν τῷ ἡμε τέρῳ φυράματι γεγενῆσθαι τὸν κύριον παρὰ τῆς γραφῆς ἱστόρηται, ὡς ἂν μή τινα χώραν ἔχοι τῶν ἀντὶ τῆς ἀλη θοῦς θεοφανείας δόκησίν τινα γεγενῆσθαι δογματιζόντων ἐν
3.17.1
σωματικῇ μορφῇ κατεσχηματισμένην. διὰ τοῦτο ὅσα τῆς φύσεως ἡμῶν ἴδια, ἀνεπαισχύντως καὶ περὶ αὐτὸν ἱστορεῖ ἡ γραφή, τὴν βρῶσιν τὴν πόσιν τὸν ὕπνον τὸν κόπον τὴν τροφὴν τὴν προκοπὴν τῆς σωματικῆς ἡλικίας τὴν αὔξησιν, πάντα δι' ὧν ἡ ἡμετέρα χαρακτηρίζεται φύσις, πλὴν τῆς κατὰ ἁμαρτίαν ὁρμῆς· ἡ γὰρ ἁμαρτία ἀπότευγμα φύσεώς ἐστιν, οὐκ ἰδίωμα, ὡς καὶ ἡ νόσος καὶ ἡ πήρωσις οὐκ ἐξ ἀρχῆς ἡμῖν συμπέφυκεν, ἀλλὰ παρὰ φύσιν συμβαίνει· οὕτως καὶ ἡ κατὰ κακίαν ἐνέργεια καθάπερ τις πήρωσις τοῦ ἐμπεφυκότος ἡμῖν ἀγαθοῦ νοεῖται, οὐκ ἐν τῷ αὐτὴν ὑφεστάναι καταλαμβα
3.18.1
νομένη, ἀλλ' ἐν τῇ τοῦ ἀγαθοῦ ἀπουσίᾳ θεωρουμένη. ὁ οὖν τὴν φύσιν ἡμῶν πρὸς τὴν θείαν δύναμιν μεταστοιχειώσας ἄπηρον αὐτὴν καὶ ἄνοσον ἐν ἑαυτῷ διεσώσατο, τὴν ἐξ ἁμαρτίας γινομένην τῇ προαιρέσει πήρωσιν οὐ προσδεξά μενος· Ἁμαρτίαν γάρ, φησίν, οὐκ ἐποίησεν οὐδὲ εὑρέθη
3.19.1
δόλος ἐν τῷ στόματι αὐτοῦ. τοῦτο δὲ οὐ μετά τι χρονικὸν διάστημα περὶ αὐτὸν θεωροῦμεν, ἀλλ' εὐθὺς ὁ ἐν Μαρίᾳ ἄνθρωπος, ἐν ᾧ ᾠκοδόμησεν ἡ σοφία τὸν ἴδιον οἶκον, τῇ μὲν ἑαυτοῦ φύσει ἐκ τοῦ ἐμπαθοῦς φυράματος ἦν, ὁμοῦ δὲ τῇ ἐπελεύσει τοῦ ἁγίου πνεύματος καὶ τῇ ἐπισκηνώσει τῆς τοῦ ὑψίστου δυνάμεως, ὅπερ τὸ ἐπισκηνῶσαν ἦν φύσει τῇ ἰδίᾳ, εὐθὺς ἐκεῖνο ἐγένετο· Χωρὶς γὰρ πάσης ἀντιλογίας τὸ
3.20.1
ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. ἐπεὶ οὖν ἄπειρόν τί ἐστι καὶ ἀμέτρητον ἡ τῆς θεότητος δύναμις, βραχὺ δὲ καὶ οὐτιδανὸν τὸ ἀνθρώπινον, ἅμα τε ἐπῆλθε τὸ πνεῦμα τῇ παρθένῳ καὶ ἡ τοῦ ὑψίστου ἐπεσκίασε δύναμις, τὸ διὰ τῆς τοιαύτης ἀφορμῆς πηγνύμενον σκήνωμα οὐδὲν τῆς ἀνθρωπίνης σαπρίας συνεπεσπάσατο· ἀλλ' ὅπερ ἦν ἐν τῷ συστήματι, εἰ καὶ ἄνθρωπος, ἦν, πλὴν ἀλλὰ καὶ πνεῦμα καὶ χάρις καὶ δύναμις ἦν, ἐν τῇ ὑπερβολῇ τῆς θείας δυνάμεως τῆς κατὰ τὴν
3.21.1
φύσιν ἡμῶν ἰδιότητος ἐκλαμπούσης. καὶ ἐπειδὴ δύο πέρατα τῆς ἀνθρωπίνης ἐστὶ ζωῆς, ὅθεν ἀρχόμεθα καὶ εἰς ὃ κατα λήγομεν, ἀναγκαίως ὁ πᾶσαν ἡμῶν τὴν ζωὴν θεραπεύων διὰ τῶν δύο ἄκρων ἡμᾶς περιπτύσσεται, καὶ τῆς ἀρχῆς ἡμῶν καὶ τοῦ τέλους περιδρασσόμενος, ἵνα ἐξ ἀμφοτέρων ὑψώσῃ
3.22.1
τὸν κείμενον. ὅπερ οὖν ἐπὶ τοῦ κατὰ τὸ τέλος μέρους κατα λαμβάνομεν, τοῦτο καὶ περὶ τῆς ἀρχῆς λογιζόμεθα. ὡς γὰρ ἐκεῖ τὸ μὲν σῶμα τῆς ψυχῆς διαζευχθῆναι κατ' οἰκονομίαν ἐποίησεν, ἡ δὲ ἀμέριστος θεότης, ἅπαξ ἀνακραθεῖσα τῷ ὑποκειμένῳ, οὔτε τοῦ σώματος οὔτε τῆς ψυχῆς ἀπεσπάσθη, ἀλλὰ διὰ μὲν τῆς ψυχῆς ἐν τῷ παραδείσῳ γίνεται ὁδοποιοῦσα διὰ τοῦ λῃστοῦ τοῖς ἀνθρώποις τὴν εἴσοδον, διὰ δὲ τοῦ σώ ματος ἐν τῇ καρδίᾳ τῆς γῆς ἀναιροῦσα τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, καὶ διὰ τοῦτο καὶ τὸ σῶμα κύριος λέγεται, διὰ τὴν ἐγκειμένην θεότητα· οὕτω καὶ ἐπὶ τῆς ἀρχῆς λογιζόμεθα ὅτι ὅλῃ τῇ φύσει ἡμῶν ἡ τοῦ ὑψίστου δύναμις διὰ τῆς ἐπε λεύσεως τοῦ ἁγίου πνεύματος ἐγκραθεῖσα, καὶ ἐν τῇ ψυχῇ ἡμῶν γίνεται, καθὸ εἰκὸς ἐν ψυχῇ γενέσθαι, καὶ τῷ σώματι καταμίγνυται, ὡς ἂν διὰ πάντων ὁλοτελὴς ἡμῖν ἡ σωτηρία γένηται, φυλασσομένης τῇ θεότητι καὶ ἐν τῇ ἀρχῇ τῆς ἀνθρω πίνης ζωῆς καὶ ἐν τῷ τέλει τῆς θεοπρεποῦς τε καὶ ὑψηλῆς ἀπα θείας. οὔτε γὰρ ἡ ἀρχὴ κατὰ τὴν ἡμετέραν ἀρχὴν οὔτε τὸ τέλος κατὰ τὸ ἡμέτερον τέλος, ἀλλ' ἔδειξε κἀκεῖ καὶ ὧδε τὴν θεϊκὴν ἐξουσίαν, μήτε τῆς ἀρχῆς ἐν ἡδονῇ μολυνθείσης μήτε τοῦ τέλους εἰς φθορὰν καταλήξαντος.
3.23.1
Εἰ οὖν ταῦτα βοῶμεν καὶ διαμαρτυρόμεθα, ὅτι Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία, ἀεὶ ἄτρεπτος ἀεὶ ἄφθαρτος, κἂν ἐν τῷ τρεπτῷ καὶ φθαρτῷ γένηται, οὐκ αὐτὸς μολυνό μενος ἀλλὰ τὸ μολυνθὲν καθαρίζων, τί ἀδικοῦμεν καὶ ὑπὲρ τίνος μισούμεθα; καὶ τί βούλεται ἡ τῶν καινῶν θυσιαστηρίων
3.24.1
ἀντεξαγωγή; μὴ ἄλλον Ἰησοῦν καταγγέλλομεν; μὴ ἕτερον ὑποδεικνύομεν; μὴ ἄλλας γραφὰς ἐκτιθέμεθα; μὴ τὴν ἁγίαν παρθένον τὴν θεοτόκον ἐτόλμησέ τις ἡμῶν καὶ ἀνθρωποτόκον εἰπεῖν, ὅπερ ἀκούομέν τινας ἐξ αὐτῶν ἀφειδῶς λέγειν; μὴ τρεῖς ἀναστάσεις μυθοποιοῦμεν; μὴ χιλίων ἐτῶν γαστριμαρ γίας ἐπαγγελλόμεθα; μὴ τὴν Ἰουδαϊκὴν ζῳοθυσίαν πάλιν ἐπαναληφθήσεσθαι λέγομεν; μὴ περὶ τὴν κάτω Ἱερουσαλὴμ τὰς ἐλπίδας τῶν ἀνθρώπων κλίνομεν, ἀνοικισμὸν αὐτῆς διὰ τῆς εὐφανεστέρας τῶν λίθων ὕλης ἀναπλάσσοντες; τί τοιοῦτον ἔχοντες ἐγκαλεῖσθαι φευκτοὶ ἐνομίσθημεν, καὶ ἄλλο παρά τινων ἀντεγείρεται ἡμῖν θυσιαστήριον ὡς ἡμῶν βεβη λούντων τὰ ἅγια;
3.25.1
Ὑπὲρ τούτων ἐν φλεγμονῇ καὶ λύπῃ τὴν καρδίαν ἔχων, ὁμοῦ τῷ ἐπιβῆναι τῆς μητροπόλεως ἀποκενῶσαι τῆς ψυχῆς τὴν πικρίαν διὰ τοῦ γράψαι πρὸς τὴν ἀγάπην ὑμῶν προεθυ μήθην. ὑμεῖς δὲ ἐφ' ὅπερ ἂν ὑμᾶς χειραγωγήσῃ τὸ πνεῦμα τὸ ἅγιον, ἐν ἐκείνῳ ἴτε, ὀπίσω τοῦ θεοῦ πορευόμεναι, σαρκὶ δὲ καὶ αἵματι μὴ προσανέχουσαι μηδὲ ἀφορμὴν παρασκευάζουσαί τισι καυχήματος, ἵνα μὴ ἐν ὑμῖν καυχήσωνται διὰ τοῦ ὑμετέ ρου βίου τῆς φιλοδοξίας αὐτῶν ἐπαυξανομένης. ἀλλὰ ἀναμνή
3.26.1
σθητε τῶν ἁγίων πατέρων, οἷς παρὰ τοῦ μακαρίου πατρὸς ὑμῶν ἐνεχειρίσθητε, ὧν καὶ ἡμεῖς κατὰ θεοῦ χάριν τὴν διαδοχὴν ἔχειν κατηξιώθημεν· καὶ μὴ μεταίρετε ὅρια, ἃ ἔθεντο οἱ πατέρες ὑμῶν, μηδὲ ἀτιμάζετε τὸν ἰδιωτισμὸν τοῦ ἁπλουστέρου κηρύγματος, μηδὲ ταῖς ποικίλαις διδαχαῖς τὸ πλέον νέμετε· ἀλλὰ στοιχεῖτε τῷ ἀρχαίῳ κανόνι τῆς πίστεως, καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ' ὑμῶν. ἐρρωμένας ψυχῇ καὶ σώματι ὁ κύριος φυλάσσοι ὑμᾶς ἐν ἀφθαρσίᾳ, καθὼς εὐχόμεθα.

Intertext edge

Open linked passage

Note