Epistulae
Gregory of Nyssa (gregory-of-nyssa)Epis 29 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1.1
Μόλις ἐπιτυχὼν βραχείας σχολῆς τῇ τε τοῦ σώματος θεραπείᾳ προσσχεῖν ἠδυνήθην μετὰ τὴν ἐκ τῆς Ἀρμενίας ἐπάνοδον καὶ συναγαγεῖν τὰ σχιδάρια τὰ πρὸς Εὐνόμιον κατὰ συμβουλὴν τῆς σῆς συνέσεως ὑπηγορευμένα· ὥστε μοι λοιπὸν εἰς λόγου σύνταξιν ἐναρμοσθῆναι τὸν πόνον καὶ πυκτίον
29.2.1
ἤδη γεγενῆσθαι τὸν λόγον. γέγραπται δέ μοι οὐ πρὸς ἀμφοτέρους τοὺς λόγους· οὐδὲ γὰρ ἐπέτυχον τοσαύτης σχολῆς, τοῦ χρήσαντός μοι τὸ τῆς αἱρέσεως βιβλίον κατὰ πολλὴν ἀπειροκαλίαν εὐθὺς ἀνακαλεσαμένου πρὸς ἑαυτὸν καὶ οὔτε μεταγράψασθαι οὔτε κατὰ σχολὴν ἐνδιατρῖψαι ποιήσαντος· ἐν ἡμέραις γὰρ ἑπτακαίδεκα μόναις σχολάσας, οὐχ οἷός τε ἤμην ἐν οὕτως ὀλίγῳ τῷ χρόνῳ πρὸς ἀμφο
29.3.1
τέρους ἀρκέσαι τοὺς λόγους. πολλάκις δὲ παρὰ πολλῶν ἐνοχληθεὶς ἀνθρώπων τῶν τινα ζῆλον ὑπὲρ τῆς ἀληθείας ἐχόντων διὰ τὸ περιτεθρυλῆσθαι οὐκ οἶδα ὅπως τὸ πεπονῆσθαι ἡμῖν πρὸς τὴν βλασφημίαν ἀντίρρησιν, καλῶς ἔχειν ᾠήθην πρὸ πάντων τῇ σῇ συνέσει περὶ τούτων συμβούλῳ χρήσασθαι, εἴτε χρὴ καταπιστεῦσαι ταῖς τῶν πολλῶν
29.4.1
ἀκοαῖς, εἴτε τι καὶ ἄλλο βουλεύσασθαι. ὃ δέ μοι τὴν ἀμφιβολίαν ποιεῖ, τοῦτό ἐστιν· ἐπειδὴ κατ' αὐτὴν τοῦ ἁγίου Βασιλείου τὴν κοίμησιν τὸν τοῦ Εὐνομίου λόγον ὑπεδεξάμην, ἔτι τῆς καρδίας περιζεούσης τῷ πάθει καὶ πρὸς τὴν κοινὴν τῶν ἐκκλησιῶν συμφορὰν ὑπεραλγούσης, γέγραπτο δὲ τῷ Εὐνομίῳ οὐχ ὅσα μόνον τοῦ καθ' ἑαυτὸν δόγματος ἔχειν ἐδόκει τὴν σύστασιν, ἀλλ' ἡ πλείων αὐτοῦ σπουδὴ περὶ τὰς λοιδορίας ἦν, ἃς κατὰ τοῦ πατρὸς ἡμῶν φιλοπόνως συνέγραψεν, τούτου ἕνεκεν ὑποτραχυνθεὶς ἐκ τῶν ἐφ' ὕβρει παρ' αὐτοῦ ῥηθέντων ἔστιν ὅπου θυμόν τινα κατὰ τοῦ συγγραφέως καὶ φλεγμονὴν καρδίας ἐνεδει
29.5.1
ξάμην. ἐπεὶ οὖν ἄλλα ἴσως ἡμῖν οἱ πολλοὶ συνεγνώκασιν, ὅτι πρὸς τὸ ὑπομένειν τοὺς ἀτάκτως καθ' ἡμῶν θρασυνομένους ἐπιτηδείως ἔχομεν, ὡς ἔστι δυνατὸν ἐκ τῆς τοῦ ἁγίου ἐκείνου διδασκαλίας ἀσκήσαντες ἐν τῷ ἤθει τὸ μέτριον, δέδοικα μὴ ἐκ τῶν πρὸς τὸν ἀντίπαλον ἡμῖν γεγραμμένων νεοφανεῖς τινες τοῖς ἐντυγχάνουσι δόξωμεν, ὡς εὐκόλως πρὸς τὰς τῶν ὑβριστῶν λοιδορίας ἐκτραχυνόμενοι.
29.6.1
ἦ τάχα παραιτήσεται ἡμᾶς πρὸς τὸ μὴ δοκεῖν εἶναι τοιούτους τὸ μὴ ὑπὲρ ἡμῶν αὐτῶν ἀλλ' ὑπὲρ τῶν κατὰ τοῦ πατρὸς εἰρημένων ὀργίζεσθαι· ἐν γὰρ τοῖς τοιούτοις τάχα τὸ μετριάζειν τοῦ χαλεπαίνειν ἐστὶν ἀσυγγνωστότερον.
29.7.1
Εἰ δὲ τὰ πρῶτα τοῦ λόγου ἐξαγώνιά πως εἶναι δοκεῖ, λογίζομαι τὸν κρίνειν ἐπεσκεμμένον ἀποδέξασθαι ἂν τὴν τοιαύτην περὶ τὸν λόγον οἰκονομίαν. οὔτε γὰρ ἀσυνηγόρητον ἔδει παρεθῆναι τὴν τοῦ μεγάλου ὑπόληψιν ταῖς τοῦ ἀντιδίκου βλασφημίαις σπαρασσομένην, οὔτε πάντη καταμιγνύειν τῷ λόγῳ σποράδην παρενείροντα τὴν περὶ
29.8.1
τούτου μάχην. ἄλλως δὲ τῷ ἀκριβῶς λογιζομένῳ καὶ ταῦτα μέρη τῶν ἀγώνων ἐστίν· ἐπειδὴ γὰρ εἰς δύο σκοποὺς καὶ ὁ τοῦ ἐναντίου λόγος μεμέρισται, εἴς τε τὰς καθ' ἡμῶν διαβολὰς καὶ εἰς τὴν κατηγορίαν τοῦ ὑγιαίνοντος δόγματος, ἔδει πρὸς ἑκάτερα καὶ τὸν ἡμέτερον ἀντιταχθῆναι λόγον. σαφηνείας δὲ χάριν καὶ τοῦ μὴ διακοπῆναι τὸν εἱρμὸν τῶν κατὰ τὸ δόγμα ζητουμένων ταῖς παρενθήκαις τῶν πρὸς τὰς παρ' αὐτοῦ διαβολὰς λεγομένων, ἀναγκαίως εἰς δύο τεμόντες τὴν πραγματείαν κατ' ἀρχὰς μὲν περὶ τὴν ἀπολογίαν τῶν ἐπιφερομένων ἡμῖν ἠσχολήθημεν, μετὰ ταῦτα δὲ τοῖς κατὰ τοῦ δόγματος εἰρημένοις
29.9.1
κατὰ τὸ δυνατὸν συνεπλάκημεν. ἔχει δὲ ὁ λόγος οὐ μόνον ἀνατροπὴν τῶν αἱρετικῶν ὑπολήψεων, ἀλλὰ καὶ διδασκαλίαν καὶ ἔκθεσιν τῶν ἡμετέρων δογμάτων· αἰσχρὸν γὰρ εἶναι καὶ παντάπασιν ἀγεννὲς ὑπελάβομεν, τῶν ἐχθρῶν οὐκ ἐπικρυπτομένων τὴν ἀτοπίαν, ἡμᾶς μὴ ἐμπαρρησιά
29.10.1
ζεσθαι τῇ ἀληθείᾳ. ἐρρωμένον σε ψυχῇ καὶ σώματι φυλάσσοι ὁ κύριος τῇ ἐκκλησίᾳ.