Epistulae
Gregory of Nyssa (gregory-of-nyssa)Epis 1 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
Οὐκ ἐν καλοῖς, ὦ ἄνθρωπε τοῦ θεοῦ, τὰ ἡμέτερα· προϊ όντα γὰρ τὰ κακὰ ἐν τοῖς τὸ ἄδικόν τε καὶ ἀπροφάσιστον καθ' ἡμῶν κινήσασι μῖσος οὐκέτι διὰ στοχασμῶν τινων ὑπονοεῖται, ἀλλ' ἐν παρρησίᾳ σπουδάζεται, καθάπερ τι
1.2.1
τῶν ἀγαθῶν κατορθωμάτων. ὑμεῖς δὲ οἱ τέως ἔξω ὄντες τοῦ τοιούτου κακοῦ καταρρᾳθυμεῖτε τοῦ παῦσαι νεμο μένην ἐν τῇ γειτονίᾳ τὴν φλόγα, ὥσπερ οὐκ εἰδότες ὅτι οἱ καλῶς περὶ τῶν ἰδίων βουλευσάμενοι τὸν τῶν γειτόνων ἐμπρησμὸν ἐν πολλῇ τῇ σπουδῇ καταστέλλουσι, δι' ὧν τοῖς πλησίον βοηθοῦσι τὸ μὴ δεηθῆναι τῆς ἐπὶ τοῖς ὁμοίοις
1.3.1
βοηθείας πραγματευόμενοι. τί οὖν ἐστιν ὃ λέγω; ἐπιλέ λοιπεν τὸν βίον ἡ ὁσιότης, πέφευγεν ἀφ' ἡμῶν ἡ ἀλήθεια· τῆς δὲ εἰρήνης πρότερον μὲν τὸ γοῦν ὄνομα εἴχομεν περι φερόμενον ἐν τοῖς στόμασιν, νῦν δὲ οὐ μόνον ἐκείνη οὐκ ἔστιν, ἀλλ' οὐδὲ τὸ ὄνομα αὐτῆς ἡμῖν ὑπολέλειπται. ὡς δ' ἂν εἰδείης σαφέστερον ὑπὲρ ὧν σχετλιάζω, δι' ὀλίγων σοι τὴν τραγῳδίαν ἐκθήσομαι.
1.4.1
Ἦσάν τινες οἱ τὸν αἰδεσιμώτατον Ἑλλάδιον δυσμενῶς πρὸς ἡμᾶς ἔχειν καταμηνύοντες καὶ πρὸς πάντας διεξ ιέναι ὡς τῶν μεγίστων αὐτῷ κακῶν αἴτιος εἴην ἐγώ. οὐκ ἐπειθόμην τοῖς λεγομένοις, πρὸς ἐμαυτὸν καὶ τὴν ἐν τοῖς πράγμασιν ἀλήθειαν βλέπων· ὡς δὲ παρὰ πάντων ὁμοφώ νως τὰ αὐτὰ πρὸς ἡμᾶς ἀπηγγέλλετο καὶ συνέβαινεν ταῖς φήμαις τὰ πράγματα, πρέπειν ᾠήθην μὴ περιιδεῖν ἀθερά πευτον τὴν ἄρριζόν τε καὶ ἀφύτευτον ταύτην δυσμένειαν.
1.5.1
διὸ καὶ πρὸς τὴν σὴν ἐπέστειλα θεοσέβειαν, καὶ πολλοὺς ἄλλους τοὺς δυναμένους συμβαλέσθαι τι πρὸς τὸ προκεί μενον ἐπὶ τὴν σπουδὴν ταύτην παρώρμησα· καὶ τέλος, τὴν μνήμην τοῦ μακαριωτάτου Πέτρου παρὰ Σεβαστηνοῖς πρώ τως ἀγομένην ἐπιτελέσας, καὶ τὰς συνήθως παρ' αὐτῶν ἐπιτελουμένας τῶν ἁγίων μαρτύρων μνήμας κατὰ τὸν αὐ τὸν χρόνον συνδιαγαγὼν ἐκείνοις, ἐπὶ τὴν ἐμαυτοῦ πάλιν
1.6.1
ἐκκλησίαν ὑπέστρεφον. καί τινος μηνύσαντος κατὰ τὴν ὀρει νὴν αὐτὸν ἐνορίαν διάγειν μαρτύρων ἐπιτελοῦντα μνήμας, τὰ μὲν πρῶτα τῆς ὁδοῦ εἰχόμην, εὐπρεπέστερον εἶναι κρί νων ἐπὶ τῆς μητροπόλεως γενέσθαι τὴν συντυχίαν· ὡς δέ τις τῶν γνησίων κατὰ σπουδήν μοι συντετυχηκὼς ἀρρωστεῖν αὐτὸν διεβεβαιώσατο, καταλιπὼν ἐν τῷ τόπῳ τὸ ὄχημα, ἐν ᾧ παρὰ τῆς τοιαύτης κατελήφθην φήμης, ἵππῳ τὸ μεταξὺ διῆλθον διάστημα, κρημνῶδες καὶ ὀλίγου ἀπόρευτον ταῖς
1.7.1
τραχυτάταις ἀνόδοις. ἦν δὲ πεντεκαίδεκα σημεῖα, ὡς παρὰ τῶν ἐγχωρίων ἠκούσαμεν, οἷς τὸ ἐν τῷ μέσῳ διεμετρεῖτο διάστημα. τούτων τὰ μὲν ἐκ ποδὸς τὰ δὲ διὰ τοῦ ἵππου μόλις διελθών, ὄρθριος, μέρει τινὶ καὶ τῆς νυκτὸς συγχρη σάμενος, κατὰ τὴν πρώτην τῆς ἡμέρας ὥραν ἐφίσταμαι τοῖς Ἀνδαημονοῖς· οὕτω γὰρ ὀνομάζεται τὸ χωρίον, ἐν ᾧ ἦν ἐκ
1.8.1
κλησιάζων ἐκεῖνος μετὰ ἄλλων ἐπισκόπων δύο. ἄποθεν δὲ κατιδόντες ἐξ αὐχένος τινὸς ὑπερκειμένου τῆς κώμης τὴν ἐν τῷ ὑπαίθρῳ τῆς ἐκκλησίας συνδρομήν, βάδην τὸν με ταξὺ διήλθομεν τόπον, ἐκ ποδός τε προϊόντες αὐτός τε καὶ ἡ μετ' ἐμοῦ συνοδία καὶ τοὺς ἵππους διὰ χειρὸς ἐφελ κόμενοι· ὥστε φθάσαι ὁμοῦ τὰ δύο γενέσθαι, ἐκεῖνόν τε ἐκ τῆς ἐκκλησίας ἐπὶ τὴν οἰκίαν ὑποστρέψαι καὶ ἡμᾶς πλη
1.9.1
σιάσαι τῷ μαρτυρίῳ. μηδεμιᾶς δὲ γενομένης ἀναβολῆς ἐπέμφθη παρ' ἡμῶν ὁ μηνύσων αὐτῷ τὴν παρουσίαν· καὶ μικροῦ διαγεγονότος διαστήματος ὁ ὑπηρετούμενος αὐτῷ διάκονος συνέτυχεν ἡμῖν, ὃν παρεκαλέσαμεν διὰ τάχους μηνῦσαι, ὥστε ἐπὶ πλεῖον αὐτῷ συνδιαγαγεῖν, ἐφ' ᾧ τε καιρὸν εὑρεῖν πρὸς τὸ μηδὲν περιοφθῆναι τῶν ἐν ἡμῖν
1.10.1
ἀθεράπευτον. Μετὰ τοῦτο ἐγὼ μὲν ἐκαθήμην κατὰ τὸ ὕπαιθρον ἀναμένων τὸν εἰσκαλοῦντα καὶ προεκείμην ἄκαιρον θέαμα τοῖς ἐπιδημοῦσι κατὰ τὴν σύνοδον. καὶ χρόνος διεγένετο οὐκ ὀλίγος, καὶ νυσταγμὸς ἐπὶ τούτοις καὶ ἀκη δία καὶ ὁ ἐκ τῆς ὁδοῦ κόπος ἐπιτείνων τὴν ἀκηδίαν καὶ τὸ θάλπος ἰσχυρὸν καὶ οἱ πρὸς ἡμᾶς ἀποβλέποντες καὶ ἀλλήλοις διὰ τῶν δακτύλων ὑποδεικνύοντες καὶ ἅπαντα τὰ τοιαῦτα οὕτω μοι βαρέα ἦν, ὡς ἀληθεύειν ἐπ' ἐμοῦ τὸ
1.11.1
τοῦ προφήτου ὅτι Ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου. καὶ πρὸς μεσημβρίαν ἤδη προελθούσης τῆς ὥρας εἰσηνέχθην, πολλὰ μεταμεληθεὶς καὶ πρὸ τῆς συντυχίας ὡς ἐμαυτῷ τῆς ἀτιμίας ἐκείνης παρασχὼν τὴν αἰτίαν· καὶ χαλεπώτερον τῆς παρὰ τῶν ἐχθρῶν μοι γινομένης ὕβρεως ὁ ἐμός με λογισμὸς ἠνία, μαχόμενος τρόπον τινὰ πρὸς ἑαυτὸν καὶ μεταγινώσκων ἐν ὑστεροβουλίᾳ ὑπὲρ ὧν προέθετο.
1.12.1
Ὡς δ' οὖν μόλις ἠνοίγη ἡμῖν τὰ ἀνάκτορα καὶ τῶν ἀδύ των ἐντὸς ἐγενόμεθα, οἱ μὲν πολλοὶ ἀπεκλείσθησαν τῆς εἰσόδου, ὁ δὲ ἐμὸς συνεισῆλθε διάκονος, ὃς τῇ χειρὶ τὸ σῶμα ὑπήρειδεν πεπονηκὸς ἐκ τοῦ κόπου. ἐγὼ δὲ προσει πὼν αὐτὸν καὶ ἐπ' ὀλίγον σταθεὶς ὥστε μοι γενέσθαι προ τροπὴν εἰς καθέδραν, ὡς οὐδὲν τούτων ἐγίνετο, ἐπί τινος τῶν πόρρωθεν βάθρων διατραπεὶς ἀνεπαυσάμην, ἀναμένων εἰ ἄρα τι φθέγξαιτο πρὸς ἡμᾶς εὐμενὲς ἤ τι φιλάνθρωπον ταῖς γοῦν ὀφρύσιν ἡμῖν ἐπινεύσειεν. ἀλλ' ἀπ' ἐναντίας τῇ ἐλπίδι τὰ πάντα· σιωπὴ γὰρ ἦν τὸ ἀπὸ τούτου νυκτερινὴ καὶ κατήφεια τραγικὴ καὶ θάμβος καὶ ἔκπληξις καὶ παντε λὴς ἀφωνία καὶ χρόνος οὐκ ἐν μικρῷ διαστήματι καθάπερ
1.13.1
ἐν μελαίνῃ νυκτὶ δι' ἡσυχίας παρατεινόμενος. ἐγὼ δὲ τού τοις ἐναποπαγεὶς τὴν διάνοιαν διὰ τὸ μηδὲ τῆς κοινῆς αὐτὸν θελῆσαι μεταδοῦναι φωνῆς διὰ τῶν κατημαξευμένων τούτων τὴν συντυχίαν ἀφοσιούμενον, οἷον τοῦ εὖ ἥκεις ἢ τοῦ πόθεν ἥκεις; ἢ ὑπὲρ τίνος; αὐτόματος, ἢ τίς ἡ τῆς παρουσίας σπουδή; τὴν ἡσυχίαν ἐκείνην τῆς ἐν ᾅδου δια
1.14.1
γωγῆς ἐποιούμην εἰκόνα. μᾶλλον δὲ καταγινώσκω τοῦ ὑποδείγματος· ἐν ᾅδου γὰρ ἰσονομία πολλή, μηδενὸς τῶν ὑπὲρ γῆς τὴν περὶ τὸν βίον τραγῳδίαν ἐργαζομένων κἀ κείνην τὴν διαγωγὴν διοχλοῦντος· οὐ γὰρ συγκαταβαίνει, καθά φησιν ὁ προφήτης, τοῖς ἀνθρώποις ἡ δόξα, ἀλλὰ καταλιποῦσα ἡ ἑκάστου ψυχὴ τὰ νῦν σπουδαζόμενα τοῖς πολλοῖς, ὕβριν λέγω καὶ ὑπερηφανίαν καὶ τῦφον, λιτή τις καὶ ἀκατάσκευος ἐπιχωριάζει τοῖς κάτω, ὡς μηδὲν τῶν
1.15.1
τῇδε μοχθηρῶν καὶ παρ' ἐκείνοις εἶναι. πλὴν ἀλλ' ἐμοὶ ᾅδης ἢ δεσμωτήριον ἀφεγγὲς ἢ ἄλλο τι σκυθρωπὸν κολα στήριον ἐδόκει τὰ παρόντα εἶναι, λογιζομένῳ ὅσων ἀγαθῶν ἐγενόμεθα παρὰ τῶν πατέρων ἡμῶν διάδοχοι καὶ οἷα διη
1.16.1
γήματα τοῖς μεθ' ἡμᾶς καταλείψομεν. τί δὲ λέγω τῶν πατέρων τὴν πρὸς ἀλλήλους ἀγαπητικὴν σχέσιν; θαυμαστὸν γὰρ οὐδὲν ἀνθρώπους ὄντας ἐν ὁμοτίμῳ τῇ φύσει μηδὲν ἐθέλειν πλέον ἀλλήλων ἔχειν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγεῖσθαι ἑαυτῶν ὑπερέχειν· ἀλλ' ἐκεῖνο μάλιστά μου τῆς διανοίας καθήπτετο, ὅτι ὁ πάσης κτίσεως δεσπότης, ὁ μονογενὴς υἱὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, ὁ ἐν ἀρχῇ ὤν, ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων, ὁ τὰ σύμπαντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὐκ ἐν τούτῳ μόνον ἐτα πείνωσεν ἑαυτόν, ἐν τῷ διὰ σαρκὸς ἐπιδημῆσαι τῇ ἀν θρωπίνῃ φύσει, ἀλλὰ καὶ τὸν προδότην ἑαυτοῦ Ἰούδαν τῷ ἰδίῳ στόματι διὰ φιλήματος προσεγγίζοντα δέχεται καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν Σίμωνος τοῦ λεπροῦ τὸ μὴ φιλη θῆναι παρ' αὐτοῦ ὡς ἀφιλάνθρωπον ὀνειδίζει· ἐγὼ δὲ
1.17.1
οὐδὲ ἀντὶ λεπροῦ ἐλογίσθην. τῷ τίνι ὁ τίς; τὴν διαφο ρὰν εὑρεῖν οὐκ ἔχω· τῷ πόθεν καταβεβηκότι ὁ ποῦ κεί μενος; εἴ γε τὰ τοῦ κόσμου βλέπει τις τούτου. εἰ μὲν γὰρ τὰ τῆς σαρκὸς ἐξετάζοι τις, τοσοῦτον ἴσως ἀνεπαχθές ἐστι λέγειν, ὅτι ὁμότιμον ἐπ' ἀμφοτέρων τὸ εὐγενὲς καὶ ἐλεύ
1.18.1
θερον· εἰ δὲ τὴν ἀληθῆ τις ἐπιζητοίη τῆς ψυχῆς ἐλευθε ρίαν τε καὶ εὐγένειαν, ἐπ' ἴσης δοῦλοι τῆς ἁμαρτίας ἀμ φότεροι, ἐπ' ἴσης τοῦ αἴροντος τὰς ἁμαρτίας δεόμεθα. ἄλλος ἐστὶν ὁ τῷ ἰδίῳ αἵματι τοῦ θανάτου καὶ τῶν ἁμαρτιῶν ἡμᾶς λυτρωσάμενος, ὃς καὶ ἐξηγόρασεν ἡμᾶς καὶ ὑπερη φανίαν τινὰ κατὰ τῶν ἐξαγορασθέντων οὐκ ἐπεδείξατο, ὁ νεκροὺς εἰς ζωὴν ἀνακαλούμενος, ὁ πᾶσαν ἐξιώμενος ἀρρω στίαν καὶ ψυχῶν καὶ σωμάτων.
1.19.1
Ἐπεὶ οὖν ὁ καθ' ἡμῶν τῦφος καὶ ὁ τῆς ὑπερηφανίας ὄγκος μικροῦ δεῖν τῷ οὐρανίῳ ὕψει στενοχωρούμενος ἦν, ὕλην δέ τινα καὶ ἀφορμὴν πρὸς τὴν νόσον οὐδεμίαν ἑώ ρων, ὅθεν συγγνωστὸν γίνεται τὸ τοιοῦτον πάθος ἐπὶ τῶν ἐκ περιστάσεώς τινος ταύτην ἀναλαμβανόντων τὴν νόσον, ὅταν ἢ γένος ἢ παίδευσις ἢ ἀξιώματος ὑπεροχὴ τὰ χαυνό τερα ἤθη διαφυσήσῃ, οὐκ εἶχον ὅπως ἐμαυτὸν ἀτρεμεῖν νουθετήσω, διοιδούσης μοι πρὸς τὴν ἀλογίαν τῶν γινομένων ἔνδοθεν τῆς καρδίας καὶ τοὺς ὑπὲρ τῆς ὑπομονῆς λογισμοὺς
1.20.1
διαπτυούσης. ὅτε καὶ μάλιστα τὸν θεῖον ἠγάσθην ἀπόστολον οὕτως ἐναργῶς τὸν ἐμφύλιον ἡμῖν διαγράφοντα πόλεμον, λέγοντα εἶναί τινα ἐν τοῖς μέλεσι νόμον ἁμαρτίας τὸν ἀντι στρατευόμενον τῷ νόμῳ τοῦ νοὸς καὶ ποιοῦντα πολλάκις ἑαυτῷ τὸν νοῦν αἰχμάλωτόν τε καὶ ὑποχείριον, ταύτην ἐν ἐμαυτῷ βλέπων τῶν δύο λογισμῶν τὴν ἐξ ἐναντίου παρά ταξιν, τοῦ τε χαλεπαίνοντος πρὸς τὴν ἐξ ὑπερηφανίας ὕβριν
1.21.1
καὶ τοῦ τὸ διοιδοῦν καταστέλλοντος. ἐπεὶ δὲ κατὰ θεοῦ χάριν ἐπεκράτησεν ἡ κρείττων ῥοπή, τότε πρὸς αὐτὸν εἶπον ἐγώ·" 1Μὴ ἄρα τί σοι τῶν περὶ τὴν θεραπείαν τοῦ σώ ματος σπουδαζομένων τῇ παρουσίᾳ μου βλάπτεται, καὶ
1.22.1
ὑπεξελθεῖν ἐστιν εὔκαιρον;" 2 τοῦ δὲ εἰπόντος μὴ χρῄζειν τοῦ θεραπευθῆναι τὸ σῶμα, εἶπόν τινας λόγους πρὸς αὐτὸν θεραπευτικούς, ὡς οἷόν τε ἦν· κἀκείνου δι' ὀλίγων τὸ ἐπὶ πολλοῖς ἀδικήμασιν τὴν καθ' ἡμῶν ἔχειν λύπην ἐνδει ξαμένου, ταῦτα πρὸς αὐτὸν ἀπεκρινάμην ἐγώ, ὅτι" Ἐν ἀνθρώποις πολλὴν ἔχει δύναμιν πρὸς ἀπάτην τὸ ψεῦδος, τὸ δὲ θεῖον κριτήριον τὸν ἐξ ἀπάτης παραλογισμὸν οὐ προσδέχεται. ἐμοὶ δὲ τοσοῦτον πέποιθεν ἐν τοῖς πρὸς σὲ πράγμασιν ἡ συνείδησις, ὡς εὔχεσθαι τῶν μὲν ἄλλων ἁμαρ τιῶν γενέσθαι μοι τὴν συγχώρησιν, εἰ δέ τι κατά σου πέ πρακταί μοι, τοῦτο μεῖναι εἰς τὸ διηνεκὲς ἀσυγχώρητον" 2. 1. 23 σχετλιάσας δὲ τῷ λόγῳ, οὐκέτι προστεθῆναι τὰς ἀποδείξεις
1.23.1
τοῖς εἰρημένοις ἐδέξατο.
1.24.1
Ὥρα ἦν πλείων ἢ κατὰ τὴν ἕκτην, καὶ τὸ λουτρὸν εὐ τρεπὲς καὶ ἐν παρασκευῇ ἡ ἑστίασις καὶ σάββατον ἡ ἡμέρα καὶ μαρτύρων τιμή· καὶ πάλιν ὁ μαθητὴς τοῦ εὐαγγελίου πῶς μιμεῖται τὸν τοῦ εὐαγγελίου δεσπότην; ὁ μὲν μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίων καὶ πίνων ἀπελογεῖτο τοῖς ὀνειδίζουσιν ὡς κατὰ φιλανθρωπίαν τοῦτο ποιῶν, ὁ δὲ
1.25.1
ἄγος κρίνει καὶ μίασμα τὴν ἐπὶ τραπέζης κοινωνίαν. μετὰ τὸν κόπον ἐκεῖνον ὃν ἐκ τῆς ὁδοιπορίας ὑπέστημεν, μετὰ τὸ θάλπος τὸ τοσοῦτον ἐν ᾧ ὑπαίθριοι ταῖς θύραις αὐτοῦ προσκαθήμενοι κατεφρύγημεν, μετὰ τὴν σκυθρωπὴν ἐκεί νην κατήφειαν ἣν ἐν ὀφθαλμοῖς αὐτοῦ γεγονότες ἀνέτλη μεν, ἀποπέμπεται ἡμᾶς πάλιν ἐπὶ τὸ αὐτὸ διάστημα διὰ τῆς αὐτῆς ὁδοῦ ταλαιπωροῦντας ἐν ἐκλελοιπότι ἤδη καὶ καταπεπονημένῳ τῷ σώματι· ὥστε μόλις ἡμᾶς περὶ δείλην ὀψίαν, πολλὰ διὰ μέσου κακοπαθήσαντας, καταλαβεῖν τὴν συνοδίαν· καὶ γάρ τι καὶ νέφος ἐκ λαίλαπος κατὰ τὸ ἀθρόον ἐν τῷ ἀέρι γενόμενον αὐτῶν τῶν μυελῶν ἡμῶν λάβρῳ τῷ ὄμβρῳ καθίκετο· ἀπαράσκευοι γὰρ ἦμεν διὰ τὸ ὑπερ
1.26.1
βάλλον θάλπος ὡς πρὸς ὑετοῦ φυλακήν. πλὴν ἀλλὰ κατὰ θεοῦ χάριν, ὡς οἱ ἀπὸ κλύδωνος ἢ ναυαγίου περισωθέν τες, ἄσμενοι τὴν συνοδίαν ἡμῶν κατελάβομεν, καὶ ἀνα παυσάμενοι τὴν νύκτα μετὰ ἀλλήλων, ζῶντες μέχρι τῶν ἡμετέρων διεσώθημεν τόπων, τοῦτο προσλαβόντες ἐκ τῆς συντυχίας, ὅτι πάντων τῶν πρότερον γεγονότων ἡ ἔναγχος γενομένη καθ' ἡμῶν ὕβρις τὴν μνήμην ἀνενεώσατο.
1.27.1
Καί τι ἀναγκαζόμεθα λοιπὸν καὶ ὑπὲρ ἡμῶν βουλεύ σασθαι, μᾶλλον δὲ ὑπὲρ αὐτοῦ ἐκείνου· τὸ γὰρ μὴ ἀνα κοπῆναι αὐτοῦ τὴν προαίρεσιν ἐν τοῖς πρότερον γεγενη μένοις, εἰς ταύτην αὐτὸν ἤγαγε τὴν τύφουσαν ἀμετρίαν· οὐκοῦν ὡς ἂν κἀκεῖνος ἑαυτοῦ γένοιτο κρείττων, τάχα τι προσήκει καὶ παρ' ἡμῶν γενέσθαι, ὡς ἂν μάθοι ἄνθρωπος ὢν καὶ οὐδεμίαν κατὰ τῶν ὁμοφρόνων τε καὶ ὁμοτίμων
1.28.1
ὕβρεως καὶ ἀτιμίας τὴν αὐθεντίαν ἔχων. ἰδοὺ γὰρ ἀληθὲς εἶναι δεδόσθω (λέγω δὲ καθ' ὑπόθεσιν) γεγενῆσθαι παρ' ἐμοῦ τι λυπηρὸν κατ' ἐκείνου· ποῖον συνέστη καθ' ἡμῶν ἐπὶ τοῖς γενομένοις ἢ ὑπονοουμένοις κριτήριον; τίς ἀπό δειξις τὴν ἀδικίαν ἀπήλεγξεν; τίνες κανόνες καθ' ἡμῶν ἀνεγνώσθησαν; ποία ἔννομος ἐπισκόπου ἀπόφασις τὴν καθ'
1.29.1
ἡμῶν κρίσιν ἐκύρωσεν; εἰ δέ τι καὶ ἐγεγόνει τούτων ἐν νόμως, πάντως ἂν περὶ τὸν βαθμὸν ὁ κίνδυνος ἦν· ὕβριν δὲ κατὰ ἐλευθερίας καὶ ἀτιμίαν κατὰ τῶν ὁμοτίμων ποῖοι
1.30.1
κανόνες ἐνομοθέτησαν; Κρίμα δίκαιον κρίνατε οἱ πρὸς θεὸν ὁρῶντες, ἐν τίνι συγγνωστὴν ἡγεῖσθε τὴν καθ' ἡμῶν
1.31.1
ἀτιμίαν; εἰ κατὰ τὴν ἱερωσύνην τὸ ἀξίωμα κρίνοιτο, ἴση παρὰ τῆς συνόδου καὶ μία γέγονεν ἀμφοτέροις ἡ προνο μία, μᾶλλον δὲ ἡ φροντὶς τῆς τῶν κοινῶν διορθώσεως,
1.32.1
ἐν τούτῳ τὸ ἴσον ἔχειν. εἰ δέ τινες ἡμᾶς γυμνοὺς τοῦ κατὰ τὴν ἱερωσύνην ἀξιώματος ἐφ' ἑαυτῶν βλέποιεν, τί τοῦ ἑτέρου πλέον ἔχει ὁ ἕτερος; γένος; παίδευσιν; ἐλευ θερίαν πρὸς τοὺς ἀρίστους τε καὶ εὐδοκιμωτάτους; γνῶ σιν; ταῦτα ἢ ἐν τῷ ἴσῳ καὶ παρ' ἡμῖν ἔστιν εὑρεῖν ἢ πάν
1.33.1
τως οὐκ ἐν ἐλάσσονι. ἀλλὰ πλοῦτον λέγει; μὴ γένοιτο εἰς ἀνάγκην ἐλθεῖν ταῦτα περὶ αὐτοῦ διηγήσασθαι. ἦ το σοῦτον ἀρκεῖ μόνον εἰπεῖν, ὅσος ἦν τὸ κατ' ἀρχὰς καὶ νῦν ὅσος ἐγένετο, καὶ καταλιπεῖν ἄλλοις ἀναζητῆσαι τῆς αὐξήσεως τοῦ πλούτου τὰς ἀφορμὰς τοῦ μέχρι τοῦ παρ όντος καθ' ἑκάστην μικροῦ δεῖν ἡμέραν διὰ τῶν καλῶν
1.34.1
ἐπιτηδευμάτων αὐξομένου τε καὶ τρεφομένου. τίς οὖν τῆς καθ' ἡμῶν ὕβρεως ἡ ἐξουσία, εἰ μήτε γένους ὑπεροχὴ μήτε ἀξιώματος περιφάνεια μήτε δύναμις ὑπερβάλλουσα
1.35.1
λόγων, μηδὲ ἔστιν εὐεργεσία τις προϋπάρξασα; ὁπότε καὶ εἰ ταῦτα ἦν, καὶ οὕτως ἂν ἦν τὸ κατὰ τὴν ὕβριν ἐπὶ τῶν ἐλευθέρων ἀσύγγνωστον· μηδενὸς δὲ τούτων ὄντος οὐκ οἶμαι καλῶς ἔχειν τὴν τοσαύτην τοῦ τύφου νόσον περιιδεῖν ἀθεράπευτον. θεραπεία δέ ἐστιν τὸ ἐπικλῖναι τὴν ὑπερη φανίαν καὶ διαστεῖλαι τὸν διάκενον ὄγκον, μικρὸν δια πνευσθέντος τοῦ κατὰ τὸν τῦφον φυσήματος· ὅπως δ' ἂν γένοιτο τοῦτο, θεῷ μελήσει.