Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1.1
Ὑμᾶς μὲν Ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως, ὁ πάντα ἐν σοφίᾳ πρὸς τὸ συμφέρον οἰκονομῶν, διὰ τῆς ἰδίας ἐπισκοπήσειε χάριτος καὶ παρακαλέσειεν, ἑαυτῷ ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον, καὶ ἔλθοι ἐφ' ὑμᾶς ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος αὐτοῦ εἰς τὸ γενέσθαι ὑμῖν θεραπείαν μὲν πάσης θλίψεως καὶ δυσχερείας, εὐοδίαν δὲ πρὸς πᾶν ἀγαθὸν εἰς καταρτισμὸν τῆς ἐκκλησίας καὶ οἰκοδομὴν τῶν ὑμετέρων ψυχῶν καὶ εἰς προσθήκην τῆς δόξης τοῦ ὀνόματος αὐτοῦ.
17.2.1
ἡμεῖς δὲ ταύτην ὑπὲρ ἑαυτῶν τὴν ἀπολογίαν πρὸς τὴν ἀγάπην ὑμῶν ποιούμεθα, ὅτι οὐκ ἠμελήσαμεν πρὸς τὴν ἀπόδοσιν τῆς κεχρεωστημένης ὑμῖν ἐπισκέψεως ἢ ἐν τῷ παρελθόντι χρόνῳ ἢ καὶ νῦν μετὰ τὴν γενομένην τοῦ μακαρίου Πατρικίου μετάστασιν, ἀλλ' ὅτι πολλαὶ μὲν αἱ τῶν καθ' ἡμᾶς ἐκκλησιῶν ἀσχολίαι, πολλὴ δὲ καὶ ἡ τοῦ σώματος σαθρότης, ὡς εἰκὸς προϊόντι τῷ χρόνῳ συνεπιδιδοῦσα, πολλὴ δὲ καὶ ἡ τῆς ὑμετέρας ἀγαθότητος εἰς ἡμᾶς ῥᾳθυμία, ὅτι οὐδεὶς οὐδέποτε λόγος εἰς προτροπὴν ἐν γράμματι ἢ δηλωματικὴ σχέσις πρὸς τὴν καθ' ἡμᾶς ἐκκλησίαν, τοῦ μακαρίου Εὐφρασίου τοῦ ἐπισκόπου διὰ πάσης γνησιότητος ἑαυτῷ τε καὶ ὑμῖν οἷον σειραῖς τισι τῇ ἀγάπῃ τὴν βραχύτητα ἡμῶν
17.3.1
συνδήσαντος. ἀλλ' εἰ καὶ μὴ πρότερον τὸ τῆς ἀγάπης χρέος ἢ παρ' ἡμῶν διὰ τῆς ἐπισκέψεως ἢ παρὰ τῆς ὑμετέρας εὐλαβείας διὰ τῆς προτροπῆς ἀπεπληρώθη, νῦν γοῦν εὐχόμεθα τῷ θεῷ, σύμμαχον πρὸς τὴν ἐπιθυμίαν ἡμῶν καὶ τὴν ὑμετέραν πρὸς θεὸν συμπαραλαβόντες εὐχήν, διὰ τάχους ὥς ἐστι δυνατόν, ἐπιδημῆσαί τε ὑμῖν καὶ συμπαρακληθῆναι καὶ συσπουδάσαι, ὡς ἂν ὑφηγῆται ὁ κύριος, ὥστε καὶ τῶν ἤδη γεγενημένων λυπηρῶν διόρθωσιν ἐξευρεῖν καὶ εἰς τὸν ἐφεξῆς χρόνον ἀσφάλειαν· ὥστε μηκέτι ὑμᾶς ἐν τῇ ἀσυμφωνίᾳ ταύτῃ διεσπασμένους, ἄλλου κατ' ἄλλην ὁρμὴν ἑαυτὸν τῆς ἐκκλησίας ἀπάγοντος, γέλωτα προκεῖσθαι τῷ διαβόλῳ, ᾧ βούλημα καὶ ἔργον ἐστὶν ἐξ ἐναντίου τῷ θείῳ θελήματι τὸ μηδένα σωθῆναι μηδὲ εἰς
17.4.1
ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. πῶς γὰρ οἴεσθε ἡμᾶς, ἀδελφοί, θλίβεσθαι πρὸς τὴν ἀκοὴν τῶν διαγγειλάντων ἡμῖν τὰ ὑμέτερα, ὅτι οὐδεμία γέγονεν τῶν ἐφεστώτων ἐπιστροφή, ἀλλ' ἡ τῶν ἅπαξ ἀποκλινάντων προαίρεσις ἐπὶ τῆς αὐτῆς ὁρμῆς ἀεὶ φέρεται, καὶ ὥσπερ ἐκ τοῦ ὀχετοῦ ὕδωρ πολλάκις εἰς τὴν παρακειμένην ὄχθην ὑπερεκχεῖται καὶ κατὰ τὸ πλάγιον διαδυὲν ἀπορρέει, μὴ ἀπασφαλισθέντος δὲ τοῦ ὑπαιτίου τόπου δυσανάκλητον γίνεται κοιλανθέντος τοῦ ὑποκειμένου πρὸς τὴν τοῦ ῥείθρου φοράν, οὕτως ἡ τῶν ἀποστάντων ὁρμή, ἅπαξ τῆς εὐθείας τε καὶ ὀρθῆς πίστεως ἐκ φιλονεικίας παραρρυεῖσα, ἐνεβάθυνεν ἤδη τῇ συνηθείᾳ
17.5.1
καὶ οὐκ εὐχερῶς ἐπὶ τὴν ἀρχαίαν ἐπανέρχεται χάριν. διὸ σοφοῦ τινος καὶ μεγάλου χρῄζει τὰ καθ' ὑμᾶς ἐπιστάτου καλῶς τὰ τοιαῦτα ὀχετηγεῖν ἐπισταμένου, ὥστε δυνηθῆναι πάλιν τὴν ἄτακτον τοῦ ῥεύματος τούτου παρατροπὴν εἰς τὸ ἀρχαῖον κάλλος ἀνακαλέσασθαι, ὡς ἂν πάλιν ὑμῖν τὰ τῆς εὐσεβείας ἁδρύνοιτο λήια τῇ τῆς εἰρήνης ἐπιρροῇ κατ
17.6.1
αρδόμενα. διὰ ταῦτα πολλὴ χρεωστεῖται τῷ πράγματι παρὰ πάντων ὑμῶν σπουδή τε καὶ προθυμία πρὸς τὸ ἀναδειχθῆναι προστάτην ὑπὸ τοῦ ἁγίου πνεύματος τοιοῦτον ὃς ὅλῳ τῷ ὀφθαλμῷ τὰ τοῦ θεοῦ ὄψεται μόνα, πρὸς οὐδὲν
17.7.1
τῶν ἐν τῇ ζωῇ σπουδαζομένων μετεωρίζων τὸ ὄμμα. διὰ τοῦτο γὰρ οἶμαι τὸν λευιτικὸν νόμον ἀπόκληρον τῆς γηΐνης κληρονομίας τὸν λευίτην ποιεῖν, ὡς ἂν μερίδα κτήσεως, καθὼς γέγραπται, τὸν θεὸν μόνον ἔχοι καὶ τοῦτο περιέποι διὰ παντὸς ἐν ἑαυτῷ τὸ κτῆμα, πρὸς οὐδὲν ὑλῶδες τῆς
17.8.1
ψυχῆς καθελκομένης. εἰ δέ τινές εἰσιν ἢ καί ἐσμεν ἀδιάφοροι, μηδεὶς πρὸς τοῦτο βλέπων ἐπὶ τῶν ἰδίων βλαπτέσθω· οὐ γὰρ νόμος ἐστὶ τοῖς ἄλλοις πρὸς τὸ μὴ τὰ δέοντα πράσσειν τὸ παρ' ἑτέροις μὴ δεόντως γινόμενον. ἀλλ' ὑμᾶς χρὴ τὰ ἑαυτῶν βλέπειν, ὅπως ἂν πρὸς τὸ κρεῖττον γένοιτο ἡ τῆς ἐκκλησίας ἐπίδοσις, τῶν διεσκορπισμένων πάλιν εἰς τὴν τοῦ ἑνὸς σώματος ἁρμονίαν ἐπανελθόντων καὶ τῆς πνευματικῆς εἰρήνης ἐν τῷ πλήθει
17.9.1
τῶν εὐσεβῶς τὸν θεὸν δοξαζόντων εὐθηνουμένης. πρὸς τοῦτο καλῶς ἔχειν οἶμαι σκοπεῖν τὰ καλὰ τῇ ἐκκλησίᾳ βουλόμενον, ὅπως ἂν ὁ ἀναδεικνύμενος εἰς προστασίαν
17.10.1
ἐπιτηδείως ἔχοι. γένος δὲ καὶ πλοῦτον καὶ κοσμικὴν περιφάνειαν ζητεῖν ἐν τοῖς ἐπισκοπικοῖς κατορθώμασιν ὁ ἀποστολικὸς οὐκ ἐνομοθέτησε λόγος· ἀλλ' εἰ μέν τι τούτων κατὰ τὸ αὐτόματον ἕποιτο τοῖς προηγουμένοις, ὡς σκιὰν κατὰ τὸ συμβὰν ἀκολουθοῦσαν οὐκ ἀποβάλλομεν· εἰ δὲ μή, οὐδὲν ἧττον ἀγαπήσομεν τὰ προτιμότερα, κἂν χωρὶς
17.11.1
τούτων τύχῃ. αἰπόλος ἦν ὁ προφήτης Ἀμώς, ἁλιεὺς ὁ Πέτρος, καὶ τῆς αὐτῆς τέχνης ὅ τε τούτου ἀδελφὸς Ἀνδρέας καὶ ὁ ὑψηλὸς Ἰωάννης, σκηνορράφος ὁ Παῦλος, καὶ ὁ Ματθαῖος τελώνης, καὶ οἱ ἄλλοι κατὰ τὸν αὐτὸν τρόπον ὁμοίως ἅπαντες, οὐχ ὕπατοί τινες καὶ στρατηλάται καὶ ὕπαρχοι ἢ κατὰ ῥητορικὴν καὶ φιλοσοφίαν περίβλεπτοι, ἀλλὰ πένητες καὶ ἰδιῶται καὶ ἀπὸ τῶν ταπεινοτέρων ἐπιτηδευμάτων ὁρμώμενοι· καὶ ὅμως Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης
17.12.1
τὰ ῥήματα αὐτῶν. Βλέπετε, φησί, τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο
17.13.1
ὁ θεός. ἴσως τι μωρὸν καὶ νῦν ἐν τοῖς φαινομένοις τῶν ὀφθαλμῶν τῶν ἀνθρωπίνων νομίζεται, ὅταν ἀσθενὲς ὑπὸ πενίας ἢ ἄδοξον ᾖ διὰ τὴν σωματικὴν δυσγένειαν· ἀλλὰ τίς οἶδεν εἰ μὴ τούτῳ τὸ κέρας τῆς κρίσεως παρὰ τῆς χάριτος ἐπικλίνεται, κἂν τῶν ὑψηλῶν τε καὶ ἐμφανεστέρων μικρό
17.14.1
τερος ᾖ; τί λυσιτελέστερον ἦν τῇ Ῥωμαίων πόλει, τὸ κατ' ἀρχὰς τῶν εὐπατριδῶν τινα καὶ ὑπερόγκων ἐκ τῆς ὑπάτου βουλῆς εἰς προστασίαν λαβεῖν, ἢ τὸν ἁλιέα Πέτρον, ᾧ μηδὲν ἦν ἐκ τοῦ κόσμου τούτου πρὸς εὐδοξίαν ἐφόλκιον; τίς οἰκία, τίνες οἰκέται, ποία κτῆσις διὰ προσόδων τρυφὴν χορηγοῦσα; ἀλλ' ὁ ξένος καὶ ἄστεγος καὶ ἀτράπεζος τῶν τὰ πάντα ἐχόντων πλουσιώτερος ἦν, ὅτι διὰ τοῦ μηδὲν ἔχειν τὸν θεὸν εἶχεν ὅλον.
17.15.1
οὕτω καὶ οἱ Μεσοποταμῖται βαρυπλούτους ἔχοντες ἐν ἑαυτοῖς σατράπας, πάντων ἐδοκίμασαν τὸν Θωμᾶν εἰς ἐπιστασίαν ἑαυτῶν προτιμότερον, καὶ Τίτον Κρῆτες καὶ Ἱεροσολυμῖται Ἰάκωβον, καὶ ἡμεῖς οἱ Καππαδόκαι τὸν ἑκατόνταρχον τὸν ἐπὶ τοῦ πάθους τὴν θεότητα τοῦ κυρίου ὁμολογήσαντα, πολλῶν ὄντων κατὰ τὸν χρόνον ἐκεῖνον λαμπρῶν ἐν γένει καὶ ἱπποτρόφων καὶ τοῖς ἐν τῇ συγκλήτῳ πρωτείοις σεμνυνομένων· καὶ κατὰ πᾶσαν δὲ ἐκκλησίαν εὕροι τις ἂν τοὺς κατὰ θεὸν μεγάλους τῆς κοσμικῆς περιφανείας προτι
17.16.1
μηθέντας. πρὸς ταῦτα βλέπειν ἐπὶ τοῦ παρόντος οἶμαι δεῖν καὶ ὑμᾶς, εἴ γε μέλλοιτε πάλιν τὸ ἀρχαῖον τῆς ἐκκλησίας ὑμῶν ἀνακαλεῖσθαι ἀξίωμα.
17.17.1
Οἴδατε γὰρ παντὸς μᾶλλον τὰ ὑμέτερα διηγήματα, ὅτι ἐξ ἀρχαίου, πρὶν τὴν γείτονα ὑμῶν ἐξανθῆσαι πόλιν, παρ' ὑμῖν ἦν τὰ βασίλεια, καὶ τὸ προέχον ἐν πόλεσιν ὑπὲρ τὴν ὑμετέραν οὐκ ἦν· καὶ νῦν, εἰ καὶ ὁ τῶν οἰκοδομημάτων καλλωπισμὸς ἠφανίσθη, ἀλλ' ἡ ἐν τοῖς ἀνθρώποις πόλις ἐν πλήθει τε καὶ δοκιμότητι τῶν οἰκητόρων πρὸς
17.18.1
τὸ ἀρχαῖον ἐξισοῦται κάλλος. οὐκοῦν πρέπον ἂν εἴη μὴ ταπεινότερον τῶν προσόντων ὑμῖν ἀγαθῶν ἔχειν τὸ φρόνημα, ἀλλὰ συνεπαίρειν τῇ περιφανείᾳ τῆς πόλεως τὴν περὶ τῶν προκειμένων σπουδήν, ὡς ἂν τοιοῦτον εὕρητε παρὰ τοῦ θεοῦ τὸν τοῦ λαοῦ καθηγούμενον, ὡς μὴ ἀνάξιον
17.19.1
ὑμῖν ἐπιδειχθῆναι. αἰσχρὸν γάρ, ἀδελφοί, καὶ παντάπασιν ἄτοπον νεὼς μὲν κυβερνήτην μὴ γίνεσθαι εἰ μὴ τῆς κυβερνητικῆς ἐπιστήμων εἴη, τὸν δὲ ἐπὶ τῶν οἰάκων τῆς ἐκκλησίας καθήμενον ἀγνοεῖν ὅπως ἂν τὰς τῶν συμπλε
17.20.1
όντων ψυχὰς εἰς τὸν λιμένα τοῦ θεοῦ καθορμίσειε. πόσα γέγονε δι' ἀπειρίαν τῶν καθηγουμένων αὔτανδρα τῶν ἐκκλησιῶν ἤδη ναυάγια; τίς ἂν ἐξαριθμήσαιτο τὰ ἐν ὀφθαλμοῖς κακὰ μὴ ἂν συμβάντα εἴ τις ἦν που ἐν τοῖς καθηγουμένοις
17.21.1
κυβερνητικὴ ἐμπειρία; ἀλλὰ καὶ τὸν σίδηρον οὐ τοῖς ἀτέχνοις, τοῖς δὲ ἐπιστήμοσι τῆς χαλκευτικῆς εἰς τὴν τῶν σκευῶν ἀπεργασίαν καταπιστεύομεν· οὐκοῦν καὶ τὰς ψυχὰς τῷ καλῶς ἐπισταμένῳ τῇ τοῦ ἁγίου πνεύματος ζέσει καταμαλάσσειν ἐγχειριστέον, ὃς διὰ τῆς τῶν λογικῶν ὀργάνων τυπώσεως σκεῦος ἐκλογῆς τε καὶ εὐχρηστίας ἕκαστον ὑμῶν
17.22.1
ἐπιτελέσειε. τοιαύτην ποιεῖσθαι τὴν πρόνοιαν ὁ θεῖος ἀπόστολος ἐγκελεύεται, διὰ τῆς πρὸς Τιμόθεον ἐπιστολῆς πᾶσι νομοθετῶν τοῖς ἀκούουσιν, ἐν οἷς φησι δεῖν τὸν ἐπίσκοπον
17.23.1
ἀνεπίληπτον εἶναι. ἆρ' οὖν τούτου μόνου τῷ ἀποστόλῳ μέλει ὅπως ὁ τῆς ἱερωσύνης προεστηκὼς τοιοῦτος εἴη; καὶ τί
17.24.1
τοσοῦτον κέρδος, εἰ ἐν ἑνὶ τὸ ἀγαθὸν κατακλείοιτο; ἀλλ' οἶδεν ὅτι τῷ προέχοντι συμμορφοῦται τὸ ὑποχείριον, καὶ τὰ κατορθώματα τοῦ καθηγουμένου τῶν ἑπομένων γίνεται· ὃ γάρ ἐστιν ὁ διδάσκαλος, τοῦτο καὶ τὸν μαθητὴν ἀπεργάζεται· οὐ γὰρ ἔστι τὸν τῇ χαλκευτικῇ τέχνῃ μαθητευόμενον ὑφαντικὴν ἐξασκῆσαι, ἢ ἱστουργεῖν διδασκόμενον ῥήτορα ἢ γεωμέτρην γενέσθαι, ἀλλ' ὅπερ ἐν τῷ καθηγουμένῳ βλέπει ὁ μαθητής, τοῦτο καὶ εἰς ἑαυτὸν μετατίθησι. διὰ τοῦτό φησι· κατηρτισμένος ἔσται πᾶς μαθητὴς ὡς ὁ διδάσκαλος αὐτοῦ.
17.25.1
τί οὖν, ἀδελφοί; ἆρα δυνατὸν ταπεινόφρονα γενέσθαι καὶ κατεσταλμένον τῷ ἤθει καὶ μέτριον καὶ φιλοκερδείας κρείττονα καὶ τὰ θεῖα σοφὸν καὶ πεπαιδευμένον τὴν ἐν τοῖς τρόποις ἀρετήν τε καὶ ἐπιείκειαν, ταῦτα ἐν τῷ διδα
17.26.1
σκάλῳ μὴ βλέποντα; ἀλλ' οὐκ οἶδα πῶς οἷόν τε τὸν κοσμικῷ μαθητευθέντα πνευματικὸν γενέσθαι· πῶς γὰρ ἂν
17.27.1
μὴ κατ' ἐκεῖνον εἶεν οἱ πρὸς αὐτὸν ὁμοιούμενοι; τί κέρδος ἐστὶ τοῖς διψῶσι τῆς τοῦ ὑδρείου μεγαλουργίας, ὕδατος ἐν αὐτῷ μὴ ὄντος; κἂν ἐν ποικίλοις σχήμασιν ἡ τῶν κιόνων ἐπάλληλος θέσις ἐπὶ τοῦ ὕψους ἀνέχῃ τὸν πέτασον, τί μᾶλλον ἂν ὁ διψῶν ἕλοιτο πρὸς τὴν ἑαυτοῦ χρείαν, λίθους εὖ διακειμένους βλέπειν, ἢ κρουνὸν εὑρεῖν, κἂν ἀπὸ ξυλίνου σωλῆνος ῥέῃ, μόνον διειδές τε καὶ πότιμον τὸ νᾶμα
17.28.1
προχέοντα; οὕτως, ἀδελφοί, τοῖς πρὸς τὴν εὐσέβειαν βλέπουσιν ἀμελητέον ἂν εἴη τῆς ἔξω σκηνῆς· καὶ εἴ τις κομᾷ φίλοις καὶ καταλόγοις ἀξιωμάτων ἁβρύνεται καὶ πολλὰς ἐτησίους ἀπαριθμεῖται προσόδους καὶ πρὸς τὸ γένος ἑαυτοῦ βλέπων περιογκοῦται καὶ πανταχόθεν τῷ τύφῳ περιαυτίζεται, τὸν τοιοῦτον ἐᾶν ὡς ξηρὸν ὑδρεῖον, εἴπερ μὴ ἔχοι ἐν τῷ βίῳ τὰ προηγούμενα, ἀναζητεῖν δὲ καθὼς ἂν ᾖ δυνατόν, τῷ λύχνῳ τοῦ πνεύματος πρὸς τὴν ἔρευναν κεχρημένους, εἴ πού τίς ἐστι Κῆπος κεκλεισμένος καὶ πηγὴ ἐσφραγισμένη, καθώς φησιν ἡ γραφή, ἵνα διὰ τῆς χειροτονίας ἀνοιχθείσης ἡμῖν τῆς ἐν τῷ κήπῳ τρυφῆς καὶ ἀναστομωθέντος τοῦ τῆς πηγῆς ὕδατος κοινὸν γένηται κτῆμα τῆς
17.29.1
καθόλου ἐκκλησίας ἡ ἐν ἐκείνῳ χάρις. καὶ παράσχοι ὁ κύριος εὑρεθῆναι διὰ τάχους ἐν ὑμῖν τοιοῦτον ὃς ἔσται σκεῦος ἐκλογῆς, στῦλός τε καὶ ἑδραίωμα τῆς ἀληθείας· πιστεύομεν δὲ τῷ κυρίῳ ἔσεσθαι ταῦτα, εἴπερ ὑμεῖς βουληθείητε διὰ τῆς ὁμονοητικῆς συμπνοίας πρὸς τὸ κοινὸν ἀγαθὸν συμφώνως ἰδεῖν, προτιμήσαντες τῶν ἰδίων θελημάτων τὸ θέλημα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, ἵνα κατορθούμενον ἐν ὑμῖν τοιοῦτον ᾖ ᾧ καὶ ἡμεῖς ἐγκαυχησόμεθα καὶ ὑμεῖς ἐντρυφήσετε καὶ ὁ θεὸς τῶν ὅλων ἐνδοξασθήσεται, ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας.

Intertext edge

Open linked passage

Note