De pythonissa ad Theodosium episcopum
Gregory of Nyssa (gregory-of-nyssa)Epis 106 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
106.1
ὅτι Καὶ εἶπεν ὁ Σαμουήλ, μὴ ταρασσέτω τὸν ἐπιστήμονα ὁ τοιοῦτος λόγος, ἀλλὰ προσκεῖσθαι νομιζέτω, ὅτι ὁ νομισθεὶς εἶναι Σαμουήλ. εὑρίσκομεν γὰρ τὴν γραφικὴν συνήθειαν πολλαχοῦ τὸ δοκοῦν ἀντὶ τοῦ ὄντος διεξιοῦσαν, ὡς ἐπὶ τοῦ Βαλαάμ, νῦν μὲν λέγοντος αὐτοῦ ὅτι Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ ὁ θεός, μετὰ ταῦτα δὲ ὅτι γνοὺς [δὲ] ὁ Βαλαάμ, ὅτι ἀρεστὸν ἦν τῷ θεῷ μὴ καταρᾶσθαι τοὺς Ἰσραηλίτας, οὐκέτι Κατὰ τὸ εἰωθὸς ἀπῆλθεν εἰς συνάντησιν τοῖς οἰωνοῖς· ὁ γὰρ ἀνεπίσκεπτος κἀκεῖ τὸν ἀληθινὸν θεὸν νομίσει διαλέγεσθαι τῷ Βαλαάμ, ἡ μέντοι ἐπαγωγὴ δείκνυσιν, ὅτι τὸν ὑπὸ τοῦ Βαλαὰμ νομιζόμενον θεὸν οὕτως ὠνόμασεν ἡ γραφή, οὐχὶ τὸν ὄντως ὄντα θεόν. οὐκοῦν καὶ ἐνταῦθα ὁ δόξας εἶναι Σαμουὴλ τοὺς τοῦ ἀληθινοῦ Σαμουὴλ ὑπεκρίνατο λόγους, εὐφυῶς τοῦ δαίμονος ἐκ τῶν εἰκότων μιμουμένου τὴν προφητείαν. Τὸ δὲ κατὰ τὸν Ἠλίαν πλείονος μὲν χρῄζει τῆς θεωρίας, οὐ μὴν ἐν τῷ προτεθέντι ζητήματι. καὶ γὰρ Ἐκ τοῦ χειμάρρου ὕδωρ πίνειν προσταχθεὶς κατὰ τὸ λεληθὸς παρὰ τοῦ θεοῦ συνεβουλεύετο, ὥστε τὴν παρὰ τοῦ προφήτου ἐκφωνηθεῖσαν κατὰ τῶν Ἰσραηλιτῶν τῆς ἀνομβρίας ἀπόφασιν δι' αὐτοῦ πάλιν ἀναλυθῆναι· ᾧ γὰρ ἐδόθη ἐκ μόνου τοῦ χειμάρρου πίνειν, τοῦ δὴ κατὰ τὸ εἰκὸς ἐν τοῖς αὐχμοῖς ἀπο ξηραινομένου, ἄλλης τῷ προφήτῃ μὴ εὑρισκομένης πρὸς τὴν δίψαν παραμυθίας, διὰ τὸ ἀπειρῆσθαι αὐτῷ ἀλλαχόθεν πιεῖν ἐπάναγκες ἦν αἰτῆσαι τὸν ὄμβρον, ἵνα μὴ ἐπιλείπῃ τὸ ὕδωρ τὸν χείμαρρον. γίνεται δὲ τῷ προφήτῃ παρὰ τῶν κοράκων ἡ τῶν πρὸς τὴν ζωὴν ἀναγκαίων διακονία, δεικνύν τος διὰ τούτων τοῦ θεοῦ τῷ προφήτῃ, ὅτι πολλοί εἰσιν οἱ 107 παραμεμενηκότες τῇ τοῦ ἀληθινοῦ θεοῦ λατρείᾳ, ὅθεν ἐχο ρηγεῖτο διὰ τῶν κοράκων ἡ τροφὴ τῷ προφήτῃ· οὐ γὰρ ἂν τῶν μεμιασμένων αὐτῷ προσῆγεν ἄρτων ἢ τὸ εἰδωλόθυτον κρέας, ὥστε καὶ διὰ τούτων ἐναχθῆναι τὸν Ἠλίαν καθυφεῖναί τι τοῦ κατὰ τῶν ἠσεβηκότων θυμοῦ, μαθόντα διὰ τῶν γινομένων, ὅτι πολλοί εἰσιν οἱ πρὸς τὸν θεὸν ὁρῶντες, οὓς οὐκ ἔστι δίκαιον συγκαταδικασθῆναι τοῖς ὑπαιτίοις. εἰ δὲ πρωῒ μὲν ὁ ἄρτος, ἐν δὲ τῇ ἑσπέρᾳ τὸ κρέας αὐτῷ διακονεῖται, ἴσως δι' αἰνίγματος πρὸς τὸν ἐνάρετον βίον σπουδὴν τὸ γινόμενον ἔχει, ὅτι χρὴ ἀρχομένοις μὲν τῆς κατ' ἀρετὴν ζωῆς, ἧς σύμβολόν ἐστιν ἡ πρωΐα, τὸν εὔληπτον παρέχειν λόγον, τοῖς δὲ τελειουμένοις τὸν τελειότερον κατὰ τὴν τοῦ Παύλου φωνήν, ὅς φησιν ὅτι Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων. Τὸ δὲ κάλυμμα τοῦ Μωυσέως οὐκ ἀγνοήσεις, πρὸς ὅ τι βλέπει, τῇ πρὸς Κορινθίους ἐπιστολῇ τοῦ Παύλου καθομιλήσας. Ὅσα δὲ περὶ τῶν θυσιῶν ἐπεζήτησας, καλῶς ποιήσεις ὅλον τὸ Λευϊτικὸν φιλοπονώτερον ἐξετάσας καὶ μετὰ πλείονος τῆς προσεδρίας καθολικῶς τὸν ἐν τούτοις θεωρήσεις νόμον· οὕτω γὰρ συγκατανοηθήσεται τῷ ὅλῳ τὸ μέρος· ἐφ' ἑαυτοῦ γὰρ τοῦτο μόνον οὐκ ἂν διευκρινηθείη πρὸ τῆς τοῦ παντὸς θεωρίας. Ἐν δὲ τοῖς περὶ τῆς ἀντικειμένης δυνάμεως ἐπηπορημένοις πρόδηλός ἐστιν ἡ λύσις, ὅτι οὐχ ἁπλῶς ἄγγελος, ἀλλ' ἐν ἀρχαγγέλοις ἦν τεταγμένος ὁ ἀποστάτης γενόμενος. δῆλον οὖν, 108 ὅτι τῇ ἀρχῇ συνενδείκνυται καὶ τὸ ὑποχείριον τάγμα, ὥστε λελύσθαι τὴν ζήτησιν περὶ τοῦ πῶς εἷς ἦν καὶ μετὰ πλήθους ἐστίν· τῆς γὰρ ὑποχειρίου στρατιᾶς αὐτῷ συναποστάσης σεσαφήνισται τὸ ζητούμενον. Τὸ δὲ τελευταῖον τῶν ἐπιζητηθέντων κεφάλαιον (λέγω δὴ τὸ πῶς παραγίνεται τὸ πνεῦμα πρὸ τοῦ βαπτίσματος) πλατυτέρας ἐξετάσεώς τε καὶ θεωρίας δεόμενον ἰδίῳ περιγράψαντες λόγῳ, θεοῦ διδόντος, ἀποστελοῦμέν σου τῇ τιμιότητι.