Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De oratione dominica orationes v
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ἤκουσά τινος ἰατρικοῦ τεχνικῶς περὶ τῆς κατὰ τὴν ὑγείαν ἕξεως φυσιολογοῦντος· ἴσως δ' ἂν γένοιτο ἡμῖν καὶ πρὸς τὴν τῆς ψυχῆς εὐεξίαν οὐκ ἀπὸ σκοποῦ τὸ λεγόμε νον. Τὴν γὰρ ἐκ τοῦ μετρίου παρατροπὴν τῶν ἐν ἡμῖν στοιχείων τινὸς ἀρχὴν καὶ αἰτίαν τῆς κατὰ τὸ πάθος συστά σεως διωρίζετο, καὶ ἐκ τοῦ ἐναντίου πάλιν τὴν ἐπὶ τὸ οἰκεῖόν τε καὶ κατὰ φύσιν τῶν πλημμελῶς παρακινηθέν των ἀποκατάστασιν θεραπείαν ἔφασκεν τῆς νοσώδους αἰ τίας εἶναι. Καὶ διὰ τοῦτο σκοπεῖν ᾤετο δεῖν τί μάλιστα τῶν ἐν ἡμῖν ἐν ἀταξίᾳ κινουμένων διὰ τῆς ἰδίας ἐπικρα τήσεως ἄτονον ποιεῖ τοῦ ἀντιστοιχοῦντος τὴν πρὸς τὴν ὑγείαν συνειςφοράν· ὡς εἰ μὲν τὸ θερμὸν ἐπικρατοίη, συμμαχίαν τῷ δυναστευομένῳ παρέχειν καὶ ὑπονοτίζειν τὸ ξηραινόμενον, μή που τῆς ὕλης ἐπιλιπούσης μαρανθείη τελείως καὶ ἀποσβεσθείη ἐν ἑαυτῷ τὸ θερμὸν, αὐτὸ περὶ 268 ἑαυτὸ δαπανώμενον, ὡςαύτως καὶ, εἴ τι τῶν ἄλλων τῶν κατὰ τὸ ἐναντίον ἐν ἡμῖν θεωρουμένων ἐκβαίνοι τὸν ὄρον, πρὸς τὸ πλεονάζον ἵστασθαι τῷ ἐλαττουμένῳ τὴν ἀπὸ τῆς τέχνης συμμαχίαν ἐπάγοντας, τούτων δὲ γενομένων, καὶ μηδενὸς τῇ τῶν στοιχείων ἰσονομίᾳ ἐμποδίζοντος, ἐπανά γεσθαι τὴν ὑγείαν τῷ σώματι, μηκέτι τῆς φύσεως κατὰ τὴν κρᾶσιν ἀνωμαλούσης. Τί δή μοι βούλεται τὸ μακρὸν τοῦτο τοῦ λόγου προοίμιον; Τάχα οὐκ ἀπὸ σκοποῦ τὸ θεώρημα, οὐδὲ πόῤῥω που τῆς προκειμένης ὑποθέσεως ἀπεσχοίνισται· πρόκειται γὰρ ἡμῖν εἰς θεωρίαν τὸ, Γενη θήτω τὸ θέλημά σου. Ὅτου δὲ χάριν ἐμνήσθημεν τοῦ κατὰ τὴν ἰατρικὴν θεωρήματος, διὰ τῶν ἐφεξῆς σαφηνί σομεν. Ἦν ἐν ὑγείᾳ ποτὲ νοητῇ τὸ ἀνθρώπινον, οἷόν τινων στοιχείων, τῶν τῆς ψυχῆς λέγω κινημάτων, κατὰ τὸν τῆς ἀρετῆς λόγον ἰσοκρατῶς ἐν ἡμῖν κεκραμένων. Ἐπεὶ δὲ τοῦ ἐπιθυμητικοῦ κατισχύσαντος ἡ ἐκ τοῦ ἐναντίου νοου μένη διάθεσις, ἡ ἐγκράτεια, κατεκρατήθη τῷ πλεονάζοντι, καὶ τὴν ἄμετρον τῆς ἐπιθυμίας ἐπὶ τὰ μὴ δέοντα κίνη σιν τὸ κωλύον οὐκ ἦν, ἐκ τούτου τὸ ἐπιθανάτιον νόσημα, ἡ ἁμαρτία, τῇ ἀνθρωπίνῃ συνέστη φύσει. Ὁ τοίνυν ἰατρὸς ἀληθὴς τῶν τῆς ψυχῆς παθημάτων, ὁ διὰ τοὺς κακῶς ἔχοντας ἐν τῇ ζωῇ τῶν ἀνθρώπων γενόμενος, τοῖς ἐν τῇ προςευχῇ νοήμασι τὸ νοσοποιὸν αἴτιον ὑπεκλύων ἐπανά γει ἡμᾶς ἐπὶ τὴν νοητὴν ὑγίειαν. Ὑγεία δὲ τῆς ψυχῆς ἡ τοῦ θείου θελήματος εὐοδία, ὥςπερ δὴ πάλιν τὸ ἐκ πεσεῖν τοῦ ἀγαθοῦ θελήματος νόσος ἐστὶ ψυχῆς τελευ τῶσα εἰς θάνατον. Ἐπεὶ οὖν ἠσθενήσαμεν τὴν ἀγαθὴν ἐν τῷ παραδείσῳ δίαιταν καταλιπόντες, ὅτε τοῦ δηλητη ρίου τῆς παρακοῆς ἄρδην ἐνεφορήθημεν, καὶ διὰ τοῦτο τῷ πονηρῷ τούτῳ καὶ ἐπιθανατίῳ νοσήματι κατεκρατήθη ἡ φύσις, ἦλθεν ὁ ἀληθινὸς ἰατρὸς, κατὰ τὸν νόμον τῆς ἰατρικῆς διὰ τῶν ἐναντίων τὸ κακὸν ἐξιώμενος. Καὶ τοὺς διὰ τοῦτο τῇ ἀῤῥωστίᾳ συνενεχθέντας, ὅτι τοῦ θείου θε 270 λήματος ἐχωρίσθησαν, πάλιν ἐλευθεροῖ τοῦ νοσήματος τῇ πρὸς τὸ βούλημα τοῦ θεοῦ συναφείᾳ. Τὰ γὰρ τῆς προς ευχῆς ῥήματα θεραπεία ἐστὶ τῆς ἐγγενομένης τῇ ψυχῇ ἀῤῥωστίας· εὔχεται γὰρ οἷόν τισιν ὀδύναις τὴν ψυχὴν συν εχόμενος ὁ λέγων, Γενηθήτω τὸ θέλημά σου. Θέλημα δὲ θεοῦ ἡ σωτηρία τῶν ἀνθρώπων ἐστίν. Ἐπειδὰν τοίνυν εἰς τοῦτο στῶμεν ὥστε εἰπεῖν τῷ θεῷ ὅτι, Γενηθήτω καὶ ἐν ἐμοὶ τὸ θέλημά σου, ἀνάγκη πᾶσα πρότερον κατειπεῖν ἐκείνου τοῦ βίου ὃς ἔξω τοῦ θείου βουλήματος ἦν, καὶ ταῦτα ἐν τῇ ἐξαγορεύσει διεξελθεῖν ὅτι, Ἐπειδὴ κακῶς ἐνήργησεν ἐν ἐμοὶ διὰ τοῦ φθάσαντος βίου τὸ ἀντικείμε νον θέλημα, καὶ ὑπηρέτης ἐγενόμην τοῦ πονηροῦ τυράν νου, οἷόν τις δήμιος τὴν τοῦ ἐχθροῦ ψῆφον εἰς πέρας κατ' ἐμαυτοῦ φέρων, τούτου χάριν οἶκτον λαβὼν τῆς ἀ πωλείας μου δός ποτε καὶ τὸ σὸν θέλημα γενέσθαι ἐν ἐμοί. Ὥςπερ γὰρ ἐν τοῖς ζοφώδεσι τῶν σπηλαίων φω τὸς εἰςκομισθέντος ὁ ζόφος ἐξαφανίζεται, οὕτω τοῦ σοῦ θελήματος ἐν ἐμοὶ γενομένου πᾶσα πονηρὰ καὶ ἄτοπος τῆς προαιρέσεως κίνησις εἰς τὸ μὴ ὂν περιΐσταται. Ἡ γὰρ σωφρο σύνη σβέσει τὴν ἀκόλαστον καὶ ἐμπαθῆ τῆς διανοίας ὁρμὴν, ἡ ταπεινοφροσύνη καταναλώσει τὸν τύφον, ἡ μετριότης ἰά σεται τῆς ὑπερηφανίας τὴν νόσον, τὸ δὲ τῆς ἀγάπης ἀγα θὸν πολὺν κατάλογον τῶν ἀντικειμένων κακῶν τῆς ψυχῆς ἀπελάσει· ταύτῃ γὰρ ὑποχωρεῖ τὸ μῖσος, ὁ φθόνος, ἡ μῆνις, ἡ κατ' ὀργὴν κίνησις, ἡ θυμώδης διάθεσις, ἡ ἐπι βουλὴ, ἡ ὑπόκρισις, ἡ λυπηρῶν μνήμη, ἡ τῆς ἀντιλυπή σεως ὄρεξις, ἡ περικάρδιος τοῦ αἵματος ζέσις, ὁ πικρὸς ὀφθαλμὸς, πᾶσα ἡ τῶν τοιούτων κακῶν ἀγέλη τῇ ἀγα πητικῇ διαθέσει ἐξαφανίζεται. Οὕτως ἐκβάλλει τὴν δι πλῆν εἰδωλολατρείαν ἡ ἐνέργεια τοῦ θεοῦ βουλήματος· διπλῆν δέ φημι τήν τε περὶ τὰ εἴδωλα μανίαν καὶ τὴν περὶ τὸ ἀργύριον καὶ χρυσίον ἐπιθυμίαν, ἅπερ εἴδωλα τῶν ἐθνῶν ὁ τῆς προφητείας ὠνόμασε λόγος. Γενηθήτω τοίνυν τὸ θέλημά σου, ἵνα σβεσθῇ τοῦ διαβόλου τὸ θέλημα272. Διὰ τί δὲ παρὰ τοῦ θεοῦ γενέσθαι τὴν ἀγαθὴν ἡμῖν προαίρεσιν ἐπευχόμεθα; Ὅτι ἀσθενὴς ἡ ἀνθρωπίνη φύσις πρὸς τὸ ἀγαθόν ἐστιν, ἅπαξ διὰ κακίας ἐκνευρισ θεῖσα. Οὐ γὰρ μετὰ τῆς αὐτῆς εὐκολίας πρός τε τὸ κακὸν ὁ ἄνθρωπος ἔρχεται καὶ ἀπὸ τούτου πάλιν ἐπὶ τὸ ἀγαθὸν ἐπανέρχεται, ὥςπερ καὶ ἐπὶ τῶν σωμάτων ἔστι κατανοῆσαι τὸν τοιοῦτον λόγον, ὅτι οὐχ ὁμοίως, οὐδὲ μετὰ τῆς ἴσης ῥᾳστώνης τό τε ὑγιαῖνον ἐν νόσῳ γίνεται καὶ τὸ νενοσηκὸς ὑγιάζεται. Ὁ γὰρ ἐν ὑγείᾳ τέως διάγων καὶ δι' ἑνὸς πολλάκις τραύματος εἰς τὸν περὶ τῶν ἐσχά των κίνδυνον ἦλθεν, καὶ μία περίοδος ἢ καταβολὴ πυρε τοῦ πάντα τὸν τοῦ σώματος τόνον διέλυσεν, καὶ βραχεῖα δηλητηρίου γεῦσις ἢ παντελῶς διέφθειρεν ἢ παρ' ὀλίγον τοῦτο ἐποίησεν, καὶ δήγματι ἑρπετοῦ, ἢ κέντρῳ τινὶ τῶν ἰοβόλων, ἢ ὀλισθήματι, ἢ καταπτώματι, ἢ πλείονι τῆς δυνάμεως ἀδηφαγίᾳ, ἢ ἄλλῳ τινὶ τοιούτῳ εὐθέως ἐπηκο λούθησεν ἢ νόσος ἢ θάνατος· ἡ δὲ τοῦ ἀῤῥωστήματος ἀπαλλαγὴ πολλαῖς ἐπινοίαις γίνεται καὶ δυςκολίαις καὶ τέχναις ἰατρικαῖς, ἐὰν ἄρα καὶ γένηται. Διὰ τοῦτο πρὸς μὲν τὸ κακὸν ἡμῖν τῆς ὁρμῆς γινομένης οὐ χρεία τοῦ συν εργοῦντος, αὐτομάτως ἐν τῷ θελήματι ἡμῶν τῆς κακίας ἑαυτὴν τελειούσης· εἰ δὲ πρὸς τὸ κρεῖττον γένοιτο ἡ ῥοπὴ, τοῦ θεοῦ χρεία τοῦ τὴν ἐπιθυμίαν εἰς ἔργον ἄγοντος. Διὰ τοῦτό φαμεν ὅτι, Ἐπειδὴ θέλημά σού ἐστιν ἡ σωφροσύνη, ἐγὼ δὲ σάρκινός εἰμι, πεπράμενος ὑπὸ τὴν ἁμαρ τίαν, τῇ σῇ δυνάμει κατορθωθείη μοι τὸ ἀγαθὸν τοῦτο θέλημα· οὕτως ἡ δικαιοσύνη, ἡ εὐσέβεια, ἡ τῶν παθῶν ἀλλοτρίωσις. Ἡ γὰρ τοῦ θελήματος φωνὴ πάσας γενι κῶς ἐμπεριλαμβάνει τὰς ἀρετὰς, καὶ τὰ καθ' ἕκαστον τῶν ἐν τῷ ἀγαθῷ νοουμένων ἐν τῷ θελήματι τοῦ θεοῦ θεωρεῖται. Ἀλλὰ τί βούλεται ἡ προςθήκη τοῦ λόγου, Ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς; Τάχα μοι δοκεῖ τῶν βαθυτέρων τι δογμά των ὑποσημαίνειν ὁ λόγος, καί τινα ποιεῖσθαι διδασκα λίαν θεοπρεποῦς διανοίας ἐν τῇ θεωρίᾳ τῆς κτίσεως. 274 Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. Μεμέρισται πᾶσα ἡ λογικὴ κτίσις εἴς τε τὴν ἀσώματον καὶ τὴν ἐνσώματον φύσιν. Ἔστι δὲ ἀγγελικὴ μὲν ἡ ἀσώματος, τὸ δὲ ἕτερον εἶδος ἡμεῖς οἱ ἄνθρωποι. Ἡ μὲν οὖν νοητὴ, ἅτε δὴ τοῦ βαροῦντος κεχωρισμένη σώματος, τούτου λέγω τοῦ ἀντιτύπου τε καὶ εἰς γῆν βρίθοντος, τὴν ἄνω λῆξιν ἐπιπορεύεται, τοῖς κούφοις τε καὶ αἰθεριώδεσι τόποις ἐνδιατρίβουσα ἐν ἐλαφρᾷ τε καὶ εὐκινήτῳ τῇ φύσει· ἡ δὲ ἑτέρα διὰ τὴν τοῦ σώ ματος ἡμῶν πρὸς τὸ γεῶδες συγγένειαν οἷόν τινα ἰλύος ὑποστάθμην κατ' ἀνάγκην τὸν περίγειον τοῦτον εἴληχε βίον, οὐκ οἶδα μὲν ὅ τι τοῦ θείου βουλήματος διὰ τούτων οἰκονο μοῦντος, εἴτε πᾶσαν πρὸς ἑαυτὴν οἰκειοῦντος τὴν κτίσιν, ὡς ἂν μήτε τῶν οὐρανίων ὑψωμάτων ἡ κάτω λῆξις ἀμοι ρήσειε, μήτε ὁ οὐρανὸς καθ' ὅλου τῶν κατὰ τὴν γῆν ἀμοιρήσειεν, ὡς ἂν γένοιτό τις διὰ τοῦ ἀνθρωπίνου πλάσμα τος ἑκατέρων τῶν στοιχείων μετουσία τῶν ἐν θατέρῳ νοουμένων, τοῦ τε νοεροῦ τῆς ψυχῆς, ὅπερ δοκεῖ συγγενές τε καὶ ὁμόφυλον τῶν κατ' οὐρανὸν εἶναι δυνάμεων, τοῖς γηΐνοις σώμασιν ἐνοικοῦντος, τῆς τε γεηρᾶς ταύτης σαρ κὸς ἐν τῇ ἀποκαταστάσει τῶν πάντων εἰς τὸν οὐράνιον χῶρον τῇ ψυχῇ συμμετοικιζομένης (ἁρπαγησόμεθα γὰρ, καθώς φησιν ὁ ἀπόστολος, ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα), εἴτε οὖν τοῦτο, εἴτε τι ἕτερον παρὰ τοῦτο τῆς τοῦ θεοῦ σοφίας οἰκονομούσης, ἐν τῇ διπλῇ ταύτῃ ζωῇ μερισθεῖσα πᾶσα ἡ λογικὴ διῄρηται φύσις, ἡ μὲν ἀσώματος τὴν οὐ ράνιον λαχοῦσα μακαριότητα, ἡ δὲ διὰ σαρκὸς εἰς τὴν γῆν ἐπιστρεφομένη διὰ τὴν πρὸς αὐτὴν οἰκειότητα. Ἡ μέν τοι τοῦ καλοῦ τε καὶ ἀγαθοῦ ἐπιθυμία ὁμοτίμως ἑκατέ ρᾳ συνουσιώθη τῇ φύσει, καὶ τὸ αὐτοκρατές τε καὶ αὐ τεξούσιον καὶ πάσης ἀνάγκης ἐλεύθερον ἴσον ἐπ' ἀμφοῖν ὁ τοῦ παντὸς ἐπιστάτης ἐποίησεν, ὡς αὐτονόμῳ τινὶ προ αιρέσει οἰκονομεῖσθαι πᾶν ὅσον λόγῳ τε καὶ διανοίᾳ τε τίμηται. Ἀλλ' ἡ μὲν ἄνω ζωὴ καθαρεύει πάντη κακίας, 276 καὶ οὐδὲν ἐκείνοις τῶν ἐκ τοῦ ἐναντίου νοουμένων συμ πολιτεύεται· πᾶσα δὲ ἐμπαθὴς κίνησίς τε καὶ διάθεσις τὴν κάτω ζωὴν περιπολεῖ, ἐν οἷς ἐστι τὸ ἀνθρώπινον. Διὰ τοῦτο τὴν ἐν οὐρανοῖς τῶν ἁγίων δυνάμεων πολιτείαν ἀμιγῆ κακίας καὶ παντὸς τοῦ ἐξ ἁμαρτιῶν μολυσμοῦ κα θαρεύουσαν ὁ θεόπνευστος ἐπίσταται λόγος· πᾶν δὲ ὅσον ἐκτὸς τοῦ ἀγαθοῦ δι' αὐτῆς τῆς ἀναχωρήσεως αὐτοῦ πα ρυπέστη κακὸν, περὶ τὴν κοίλην ταύτην ζωὴν οἷόν τις τρυ γία τε καὶ ἰλὺς συνεῤῥύη, ᾗ μολύνεται τὸ ἀνθρώπινον, πρὸς τὸ κατιδεῖν τὸ θεῖον τῆς ἀληθείας φῶς διὰ τοῦ τοιούτου σκότους ἐμποδιζόμενον. Εἰ τοίνυν ἀπαθὴς μὲν ἡ ὑπερκειμένη ζωὴ καὶ ἀκήρατος, παντοίοις δὲ πάθεσι καὶ ταλαιπωρίαις καταβεβάπτισται ἡ ἀθλιότης τῆς ὧδε ζωῆς, δῆλον ἂν εἴη ὅτι ἡ μὲν ἄνω πολιτεία, ἅτε παντὸς κακοῦ καθαρεύουσα, ἐν τῷ ἀγαθῷ θελήματι τοῦ θεοῦ κατορθοῦται (ἔνθα γὰρ κακὸν οὐκ ἔστιν, ἀνάγκη πᾶσα ἀγα θὸν εἶναι), ἡ δὲ καθ' ἡμᾶς ζωὴ τῆς τῶν ἀγαθῶν μετου σίας ἐκπεπτωκυῖα συνεκπέπτωκεν καὶ τοῦ θείου βουλήμα τος. Διὰ τοῦτο ἐν τῇ προςευχῇ διδασκόμεθα οὕτως ἡμῶν τοῦ κακοῦ τὴν ζωὴν ἐκκαθαρθῆναι, ὡς καθ' ὁμοιότητα τῆς οὐρανίας διαγωγῆς καὶ ἐν ἡμῖν ἀνεμποδίστως τὸ θέλημα τοῦ θεοῦ πολιτεύσασθαι, ὡς ἄν τις λέγοι ὅτι, Κα θάπερ ἐν θρόνοις καὶ ἀρχαῖς καὶ ἐξουσίαις καὶ κυριότησι καὶ πάσῃ τῇ ὑπερκοσμίῳ δυνάμει γίνεταί σου τὸ θέλημα, μηδαμοῦ κακίας παρεμποδιζούσης τοῦ ἀγαθοῦ τὴν ἐνέρ γειαν, οὕτω καὶ ἐν ἡμῖν τὸ ἀγαθὸν τελειωθείη, ἵνα πά σης κακίας ἐκποδὼν γενομένης διὰ πάντων ᾖ τὸ θέλημά σου ταῖς ψυχαῖς ἡμῶν κατευοδούμενον. Ἀλλ' ὡς ἀνθυ πενεγκόντος τινὸς, Καὶ πῶς ἐστι δυνατὸν τὴν ἐν ταῖς ἀσω μάτοις δυνάμεσι καθαρότητα τοῖς διὰ σαρκὸς τὴν ζωὴν εἰληχόσι κατορθωθῆναι, ἐν μυρίαις φροντίσι διὰ τὰς σω ματικὰς χρείας τῆς ψυχῆς ἐμβαθυνούσης; διὰ τοῦτό μοι δοκεῖ, καθάπερ λύων τὴν τοιαύτην ἀμηχανίαν, τῷ ἑξῆς λόγῳ τὸ δοκοῦν δυςχερὲς πρὸς τὴν προκειμένην σπουδὴν 278 ὑπεκλῦσαι. Δόγμα γὰρ οἶμαι διὰ τούτων τῶν λόγων ἡμῖν ὑποτίθεσθαι ἐν τῷ τὸν ἐφήμερον ἄρτον αἰτεῖν προςτά ξαι, ὅτι τῷ ἀνενδεεῖ κατὰ τὴν φύσιν τὸ ὀλιγαρκές τε καὶ μέτριον κατὰ τὸν τῆς ἀπαθείας λόγον συνεξισοῦται· οὐ γὰρ αἰτεῖ τὸν θεὸν ἐν ταῖς προςευχαῖς ὁ ἄγγελος τὴν χορηγίαν τοῦ ἄρτου, ὅτι ἀπροςδεῆ κέκτηται τῶν τοιού των τὴν φύσιν, αἰτεῖν δὲ προςετάχθη ὁ ἄνθρωπος, διότι τὸ κενούμενον ἐπιδεὲς τοῦ ἀναπληροῦντος πάντως ἐστίν. Ῥοώδης δὲ καὶ παροδικὴ τῆς ἀνθρωπίνης ζωῆς ἐστιν ἡ σύστασις, ἀντὶ τοῦ ἐκποιηθέντος τὸ ἀνανεάζον ἐπιζητοῦσα. Ὁ οὖν πρὸς τὴν τῆς φύσεως ὑπηρεσίαν βλέπων, καὶ μηδὲν ἔξω τοῦ ἀναγκαίου διὰ τῶν ματαίων φροντίδων ἐπισυρό μενος, οὐ πολὺ τῆς ἀγγελικῆς πολιτείας ἐλαττωθήσεται, τὸ ἀνενδεὲς ἐκείνων καθ' ἑαυτὸν τῇ ὀλιγαρκίᾳ μιμούμε νος. Διὰ τοῦτο ζητεῖν προςετάχθημεν τὸ πρὸς τὴν συν τήρησιν ἐξαρκοῦν τῆς σωματικῆς οὐσίας, Τὸν ἄρτον δὸς, τῷ θεῷ λέγοντες, οὐ τρυφὴν, οὐδὲ πλοῦτον, οὐκ εὐανθεῖς ἁλουργίδας, οὐ τὸν ἐκ χρυσίου κόσμον, οὐ τὰς τῶν λίθων αὐγὰς, οὐ τὰ ἐξ ἀργύρου. σκεύη, οὐ γῆς περιουσίαν, οὐ στρατοπέδων ἀρχὴν, οὐ πόλεων τε καὶ ἐθνῶν ἡγεμονίαν, οὐχ ἵππων τε καὶ βοῶν ἀγέλας καὶ τῶν ἄλλων βοσκημά των πλήθη πολλὰ, οὐκ ἀνδραπόδων περιουσίαν, οὐ τὴν ἐν ἀγοραῖς περιφάνειαν, οὐ στήλας, οὐκ εἰκόνας, οὐ τὰ ἐκ σηρῶν ὑφάσματα, οὐ τὰ ἐκ μουσικῆς ἀκροάματα, οὐδέ τι τοιοῦτον οὐδὲν, δι' ὧν ἀφέλκεται ἡ ψυχὴ τῆς θείας τε καὶ προτιμοτέρας φροντίδος, ἀλλὰ τὸν ἄρτον. Ὁρᾷς τὸ πλάτος τῆς φιλοσοφίας; ὅσα δόγματα τῇ βραχείᾳ ταύτῃ φωνῇ περιείληπται; Μονονουχὶ φανερῶς ἐμβοᾷ διὰ τοῦ λόγου τοῖς ἐπαΐουσιν ὅτι, Παύσασθε οἱ ἄνθρωποι περὶ τὰ μάταια ταῖς ἐπιθυμίαις διαχεόμενοι, παύσασθετὰς τῶν πόνων ἀφορμὰς καθ' ὑμῶν πλεονάζοντες. Μικρόν ἐστί σοι τὸ τῆς φύσεως ὄφλημα· τροφὴν χρεωστεῖς τῷ σαρκίῳ σου, πρᾶγμα μέτριόν τε καὶ εὐπόριστον, εἰ πρὸς τὴν χρείαν βλέπεις. Διὰ τί πολυπλασιάζεις κατὰ σεαυτοῦ τοὺς φόρους; ὑπὲρ τίνος τοσούτοις ὀφλήμασι 280 σεαυτὸν φέρων ὑπέζευξας, ἄργυρον μεταλλεύων, καὶ χρυ σίον ὀρύσσων, καὶ τὴν διαφαίνουσαν ὕλην ἀναζητῶν, ὡς ἄν σοι διὰ τῶν τοιούτων ὁ διηνεκὴς οὗτος φορολόγος, ἡ γαστὴρ, τρυφῴη, ἧς τὸ χρέος ἄρτος ἐστὶν ὁ ἀναπληρῶν τὸ ἐνδέον τῷ σώματι; Σὺ δὲ εἰς Ἰνδοὺς ἐμπορεύῃ, καὶ βαρ βαρικῇ παρακινδυνεύεις θαλάσσῃ, καὶ ἐνιαυσίοις ναυτι λίαις σεαυτὸν δίδως, ἵνα τοῖς ἐκεῖθεν ἀγωγίμοις τὴν τρο φὴν ἡδύνῃς, οὐ σκοπῶν ὅτι μέχρι τῆς ὑπερῴας ἡ τῶν ἡδυσμάτων αἴσθησις τὸν ὅρον ἔχει· ὡςαύτως δὲ τὸ εὐφα νὲς, τὸ εὔπνουν, τὸ εὔστομον ὠκύμορόν τινα καὶ ἀκαριαίαν παρέχεται τῇ αἰσθήσει τὴν χάριν· ἀπὸ δὲ τῆς ὑπερῴας ἀδιάκριτος τῶν ἐμβαλλομένων ἡ διαφορὰ, ὁμοτίμως τὰ πάντα τῆς φύσεως πρὸς δυςωδίαν ἀλλοιούσης. Ὁρᾷς τὸ πέρας τῆς ὀψοποιΐας; ὁρᾷς τὸ ἀποτέλεσμα τῆς ὀψαρτυ τικῆς μαγγανείας; Τὸν ἄρτον αἴτει διὰ τὴν τῆς ζωῆς χρείαν, τούτου σε ὀφειλέτην ἐποίησεν ἡ φύσις τῷ σώ ματι. Τὰ δ' ὅσα παρεύρηται ταῖς τῶν τρυφώντων ἐπι νοίαις, ταῦτα τῆς τῶν ζιζανίων ἐστὶ παρασπορᾶς. Ὁ σπό ρος τοῦ οἰκοδεσπότου ὁ σῖτός ἐστιν, ἐκ δὲ τοῦ σίτου ὁ ἄρτος γίνεται. Ἡ δὲ τρυφὴ τὸ ζιζάνιον, ὃ παρεσπάρη παρὰ τοῦ ἐχθροῦ τῷ σίτῳ. Ἀλλ' ἀφέντες οἱ ἄνθρωποι διὰ τῶν ἀναγκαίων λειτουργεῖν τῇ φύσει ὄντως συμπνί γονται, καθώς φησί που ὁ λόγος, ταῖς περὶ τὰ μάταια σπουδαῖς, καὶ ἀτελεςφόρητοι μένουσι, πρὸς ταῦτα τῆς ψυ χῆς ἑαυτὴν εἰς τὸ διηνεκὲς ἀσχολούσης. Τάχα μοι δοκεῖ τοιοῦτόν τι καὶ ὁ Μωϋσῆς δι' αἰνιγμάτων φιλοσοφεῖν, τῆς κατὰ τὴν γεῦσιν ἡδονῆς σύμβουλον τὸν ὄφιν παραστή σας τῇ Εὔᾳ. Φασὶ γὰρ τὸ θηρίον τοῦτο, τὸν ὄφιν, εἰ τὴν κεφαλὴν ὑπαγάγοι τῇ ἁρμονίᾳ, εἰς ἣν παραδύεται, μὴ ἂν ἐκ τοῦ οὐραίου ῥᾳδίως παρὰ τῶν ἀντισπώντων ἀνελκυσθῆναι, τῆς τραχείας φυσικῶς φολίδος εἰς τὸ ἔμπαλιν πρὸς τὴν τῶν ἐφελκομένων βίαν ἀντιβαινούσης· καὶ οὗ κατὰ τὸ ἔμπροσθεν ἀκώλυτός ἐστιν ἡ διάδυσις, τῷ λείῳ τῆς φολίδος ὀλισθαινούσης, τούτου ἀμήχανος ἡ ἐκ 282 τῶν κατόπιν ἀνάλυσις ταῖς τῶν λεπίδων προςβολαῖς ἀν τισπωμένη, δεικνύντος, οἶμαι, τοῦ λόγου ὅτι τὴν ἡδονὴν εἰςιοῦσαν καὶ παραδυομένην τῇ τῆς ψυχῆς ῥαχίᾳ φυλάτ τεσθαι χρὴ, καὶ ἀποφράττειν, ὡς ἔνι μάλιστα, τὰς ἁρμονίας τοῦ βίου. Οὕτω γὰρ ἂν καθαρὰ φυλαχθείη τῆς τῶν θηρίων ἐπιμιξίας ἡ ἀνθρωπίνη ζωή. Εἰ δέ τινα πάρο δον καθ' ἡμῶν λάβοι, διαλυθείσης ἐν ἡμῖν τῆς ἐναρμο νίου ζωῆς, ἐμφωλεύσει διὰ τούτων ὁ τῆς ἡδονῆς ὄφις, τοῖς τῆς διανοίας χωρήμασι δυςέκβλητος διὰ τῶν φολί δων γινόμενος. Φολίδας δὲ ἀκούων τὰς πολυτρόπους τῶν ἡδονῶν ἀφορμὰς διὰ τοῦ αἰνίγματος νόησον· ἓν γὰρ θη ρίον τῷ γενικῷ λόγῳ τὸ καθ' ἡδονήν ἐστι πάθος, αἱ δὲ ποικίλαι καὶ πολύτροποι τῶν ἡδονῶν ἰδέαι, αἱ διὰ τῶν αἰσθήσεων ἐμμιχθεῖσαι τῇ ἀνθρωπίνῃ ζωῇ, αὗταί εἰσιν αἱ περὶ τὸν ὄφιν φολίδες τῇ ποικιλίᾳ τῶν παθημάτων κατάστικτοι. Εἰ οὖν φεύγεις τὴν τοῦ θηρίου συνοίκησιν, φύλαξαι τὴν κεφαλὴν, τοῦτ' ἔστι τὴν πρώτην τοῦ κακοῦ προςβολήν· εἰς τοῦτο γὰρ φέρει τῆς ἐντολῆς τοῦ κυρίου τὸ αἴνιγμα, Αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ τηρή σεις αὐτοῦ πτέρναν. Μὴ δῷς πάροδον τῷ ἑρπυστῇ πρὸς τὸ ἐνδότερον εἰςέρποντι, καὶ ἀπὸ τῆς πρώτης ἀρχῆς ὅλον ἑαυτοῦ τὸν ὁλκὸν συνειςφέροντι. Μεῖνον ἐπὶ τῆς χρείας. Ὅρος ἔστω σοι τῆς τοῦ ζῇν φροντίδος ἡ διὰ τῶν ἐπιτυχόν των τοῦ ἐνδέοντος πλήρωσις. Εἰ δὲ καί σοι ὁ τῆς Εὔας σύμβουλος διαλέγοιτο περὶ τοῦ κατὰ τὴν ὄψιν καλοῦ καὶ τὴν γεῦσιν ἡδέος, καὶ ζητοίης ἐπὶ τῷ ἄρτῳ τὸν ὄψον τὸ τοιόνδε καὶ τὸ διὰ τῶν τοιῶνδε ἡδυσμάτων ὀψοποιούμε νον, εἶτα διὰ τούτων ἔξω τῶν ἀναγκαίων ὅρων τὴν ἐπι θυμίαν ἄγοις, τότε ὄψει τὸν ἑρπυστὴν κατὰ τὸ λέληθος πρὸς πλεονεξίαν ἀκολούθως μεθέρποντα. Ἀπὸ γὰρ τῆς ἀναγκαίας τροφῆς ἐπὶ τὴν ὀψοφαγίαν ἕρψας, πρὸς τὸ ἐν ὀφθαλμοῖς ἡδὺ μεταβήσεται, σκεύη λαμπρὰ ζητῶν, καὶ ὑπηρέτας ἁβροὺς, καὶ κλίνας ἀργυρᾶς, στρωμνὰς μαλακὰς, καλύμματα διαφανῆ 284 καὶ χρυσόπαστα, θρόνους, τρίποδας, πλυνοὺς, κρατῆρας, ῥυτὰ, ψυκτῆρας, οἰνοχοὰς, χέρνιβα, λυχνίας, θυμιατήρια καὶ τὰ τοιαῦτα ἐπιζητῶν. Διὰ τούτων γὰρ ἡ ἐπιθυμία τῆς πλεονεξίας εἰςέρχεται· ἵνα γὰρ ἡ πρὸς τὰ τοιαῦτα μὴ λίποι παρασκεύη, προςόδων χρεία, δι' ὧν συμπορι σθήσεται τὰ ζητούμενα. Οὐκοῦν κλαῦσαι χρὴ τὸν δεῖνα, καὶ οἰμῶξαι τὸν σύνοικον, καὶ πολλοὺς ἐλεεινοὺς γενέσθαι τῶν ἰδίων ἐκπίπτοντας, ἵνα διὰ τῶν δακρύων ἐκείνων ἡ περὶ τὴν τράπεζαν τούτῳ τραγῳδία λαμπρύνοιτο. Ἐπει δὰν δὲ καὶ τούτοις ὁ ὄφις ἑαυτὸν ἐπειλίξῃ, καὶ πλήσῃ τὴν γαστέρα τῶν κατὰ γνώμην, ἀκολούθως μετὰ τὰς πλησ μονὰς ἐπὶ τὴν ἀκόλαστον λύσσαν ἰλυσπώμενος κατασύρε. Τοῦτο δέ ἐστι τὸ ἔσχατον τῶν ἀνθρωπίνων κακῶν. Ὡς ἂν οὖν μηδὲν γένοιτο τούτων, τῇ εὐπορίᾳ τοῦ ἄρτου τὴν ζωὴν περιόριζε, ὄψον ζητῶν τὸ παρ' αὐτῆς ὀψο ποιούμενόν σοι τῆς φύσεως. Τοῦτο δέ ἐστι μάλιστα μὲν ἡ ἀγαθὴ συνείδησις, τῇ δικαίᾳ μεταλήψει τὸν ἄρτον ἡδύ νουσα. Εἰ δὲ καὶ τὴν κατὰ τὸν λαιμὸν αἴσθησιν ἥδεσθαι θέλοις, ὄψον σοι γενέσθω ἡ ἔνδεια, καὶ τὸ μὴ ἐπιβαλεῖν κόρον τῷ κόρῳ, μηδὲ ἀπαμβλύνειν τῇ κραιπάλῃ τὴν ὄρε ξιν· ἀλλὰ προηγείσθωσάν σοι τῆς τροφῆς τῶν ἐντολῶν οἱ ἱδρῶτες. Ἐν ἱδρῶτι καὶ πόνῳ φαγῇ τὸν ἄρτον σου. Ὁρᾷς τὴν πρώτην ὀψοποιΐαν τοῦ λόγου; Ἀρκεῖ σοι τὸ μέχρι τῆς χρείας ταύτης ἀσχολεῖν τὴν διάνοιαν· μᾶλλον δὲ μηδὲ μέχρι τούτου τὴν ψυχὴν ταῖς περὶ τοῦ ἄρτου μερίμναις ἐνδήσῃς, ἀλλ' εἰπὲ τῷ τὸν ἄρτον ἀπὸ τῆς γῆς ἐξάγοντι, εἰπὲ τῷ τοὺς κόρακας τρέφοντι, τῷ διδόντι τρο φὴν πάσῃ σαρκὶ, τῷ ἀνοίγοντι τὴν χεῖρα καὶ πληροῦντι πᾶν ζῶον εὐδοκίας ὅτι, Παρὰ σοῦ μοι ἡ ζωὴ, παρὰ σοῦ γενέσθω καὶ ἡ πρὸς τὴν ζωὴν ἀφορμή· σὺ δὸς τὸν ἄρτον, τοῦτ' ἔστιν ἐκ δικαίων πόνων τὴν τροφὴν σχοίην· εἰ γὰρ ὁ θεὸς ἡ δικαιοσύνη ἐστὶν, οὐκ ἔχει παρὰ θεοῦ τὸν ἄρτον ὁ ἐκ πλεονεξίας τὴν τροφὴν ἔχων. Αὐτὸς κύριος εἶ τῆς 286 εὐχῆς, εἰ μὴ ἐξ ἀλλοτρίων ἡ εὐπορία, εἰ μὴ ἐκ δακρύων ἡ πρόςοδος, εἰ οὐδεὶς ἐπὶ τῷ σῷ κόρῳ ἐπείνασεν, εἰ οὐ δεὶς ἐπὶ τῇ πλησμονῇ σου ἐστέναξεν. Θεοῦ ἄρτος μάλιστα ὁ τοιοῦτός ἐστιν, δικαιοσύνης ὁ καρπὸς, εἰρήνης ὁ στάχυς, ἄμικτος καὶ ἀμόλυντος τῶν τοῦ ζιζανίου σπερμάτων. Εἰ δὲ γεωργῶν τὰ ἀλλότρια, καὶ ἐν ὀφθαλμοῖς ἔχων τὴν ἀδικίαν, καὶ γραμματείοις κρατύνας τὴν ἄδικον κτῆσιν ἔπειτα τῷ θεῷ λέγοις, Δὸς τὸν ἄρτον, ἄλλος ὁ ἀκού ων τῆς φωνῆς σου ταύτης ἐστὶν, οὐχ ὁ θεός· τὸν γὰρ ἐξ ἀδικίας καρπὸν ἡ ἀντικειμένη καρποφορεῖ φύσις. Ὁ σπουδάζων τὴν δικαιοσύνην θεόθεν τὸν ἄρτον δέχεται· ὁ δὲ τὴν ἀδικίαν γεωργῶν παρὰ τοῦ εὐεργέτου τῆς ἀδι κίας σιτίζεται. Πρὸς οὖν τὴν συνείδησιν τὴν ἑαυτοῦ βλέ πων οὕτω πρόςαγε τὴν περὶ τοῦ ἄρτου αἴτησιν τῷ θεῷ, εἰδὼς ὅτι οὐκ ἔστι κοινωνία Χριστῷ πρὸς Βελίαρ. Κἂν δωροφορῇς ἐξ ἀδικίας, ἄλλαγμα κυνὸς καὶ μίσθωμα πόρ νης τὸ δῶρόν ἐστιν· κἂν λαμπρύνῃς τῇ φιλοτιμίᾳ τὰς ἐπι δόσεις, ἀκούσῃ τοῦ προφήτου βδελυσσομένου τὴν ἀπὸ τῶν τοιούτων συνειςφοράν· Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι· θυμία μα, φησὶ, βδέλυγμά μοί ἐστιν. Ἑτέρωθι τὸν θύοντα μόσ χον ἀντὶ τοῦ ἀναιροῦντος κύνα λελόγισται. Ἐὰν οὖν πα ρὰ κυρίου τὸν ἄρτον ἔχῃς, τοῦτ' ἔστιν ἐκ δικαίων πόνων, ἔξεστί σοι καὶ ἀπάρχεσθαι αὐτῷ ἀπὸ τῶν καρπῶν τῆς δικαιοσύνης. Καλὴ δὲ καὶ ἡ προςθήκη τοῦ σήμερον· τὸν ἄρτον γὰρ, φησὶν, τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ἄλλη φιλοσοφία οὗτος ὁ λόγος ἐστὶν, ὡς ἂν μάθοις δι' ὧν λέ γοις ὅτι ἐφήμερός ἐστιν ἡ ἀνθρωπίνη ζωή. Τὸ παρὸν ἴδιον ἑκάστῳ μόνον, ἡ δὲ τοῦ μέλλοντος ἐλπὶς ἐν ἀδήλῳ μένει· οὐκ οἴδαμεν γὰρ τί τέξεται ἡ ἐπιοῦσα. Τί προς ταλαιπωροῦμεν ὑπὲρ τῶν ἀδήλων, τί κακοπαθοῦμεν ταῖς ὑπὲρ τῶν μελλόντων φροντίσιν; Ἀρκετὸν, φησὶν, τῇ ἡμέ ρᾳ ἡ κακία αὐτῆς, κακίαν τὴν κακοπάθειαν λέγων. Τί 288 μεριμνῶμεν περὶ τῆς αὔριον; Διὰ τοῦτο δι' ὧν τὸ σή μερον κελεύει, ἀπαγορεύει σοι τὴν περὶ τοῦ αὔριον φρον τίδα, μονονουχὶ ταῦτά σοι διὰ τοῦ ῥήματος λέγων ὅτι, Ὁ τὴν ἡμέραν σοι διδοὺς καὶ τὰ εἰς τὴν ἡμέραν σοι δί δωσιν. Τίς ἀνατέλλει τὸν ἥλιον; τίς ἐξαφανίζει τῆς νυκ τὸς τὸ σκότος; τίς σοι δείκνυσι τοῦ φωτὸς τὴν ἀκτῖνα; τίς περιάγει τὸν οὐρανὸν, ὥστε ὑπὲρ γῆς τὸν φωστῆρα γε νέσθαι; Ὁ ταῦτά σοι καὶ τὰ τηλικαῦτα διδοὺς τῆς σῆς ἆρα χρῄζει συνεργίας πρὸς τὸ πληρῶσαι τῇ σαρκί σου τὸ ἐνδέον τῆς χρείας; Ποίαν εἰςφέρεται σπουδὴν ἡ τῶν ἀλό γων φύσις πρὸς τὴν ἰδίαν ζωήν; ποῖαι τῶν κοράκων ἄρουραι; ποῖαι τῶν ἀετῶν εἰσιν αἱ ἀποθῆκαι; Οὐ μία πᾶσίν ἐστιν ἡ τοῦ ζῇν χορηγία τὸ θεῖον βούλημα, ᾧ πε ρικρατεῖται τὰ πάντα; Εἶτα βοῦς μὲν, ἢ ὄνος, ἢ ἄλλο τι τῶν ἀλόγων αὐτοδίδακτον τὴν ἐκ φύσεως ἔχει φιλοσο φίαν, καὶ τὸ παρὸν εὖ διατίθεται, τῶν δὲ εἰς τὸ ἑξῆς αὐτῷ φροντὶς οὐδεμία· ἡμεῖς δὲ συμβούλων δεόμεθα πρὸς τὸ συνιέναι τὸ ἐπίκηρον τοῦτο καὶ ἐφήμερον τῆς κατὰ σάρκα ζωῆς. Οὐ παιδευόμεθα τοῖς ἀλλοτρίοις συμπτώ μασιν; οὐ πρὸς τὸν ἴδιον σωφρονιζόμεθα βίον; Τί ἀπώ νατο τῆς πολλῆς παρασκευῆς ἐκεῖνος ὁ πλούσιος ὁ ταῖς ἀνυποστάτοις ἐλπίσιν ἐμματαιάζων, καθαιρῶν, οἰκοδομῶν, συνάγων, τρυφῶν, μακρὰς ἐτῶν περιόδους ἐν τῇ μαται ότητι τῶν ἐλπίδων ταῖς ἀποθήκαις συναποκλείων; οὐχὶ μία νὺξ πᾶσαν ἐκείνην τὴν ὀνειροπολουμένην ἐλπίδα διή λεγξεν, ὡς μάταιόν τι ἐνύπνιον ἐπὶ ματαίῳ συμπεπλασ μένον; Ἡ κατὰ τὸ σῶμα ζωὴ τοῦ ἐνεστῶτός ἐστι μόνου, ἡ δὲ δι' ἐλπίδος ἀποκειμένη τῆς ψυχῆς ἐστιν ἰδία. Ἀλλ' ἡ τῶν ἀνθρώπων ἄνοια διαμαρτάνει περὶ τὴν ἑκατέρου χρῆσιν, τὴν μὲν σωματικὴν ζωὴν ταῖς ἐλπίσι παρατείνου σα, τὴν δὲ τῆς ψυχῆς πρὸς τὴν τῶν παρόντων ἀπόλαυ σιν ἐφελκομένη. Διὰ τοῦτο κατ' ἀνάγκην τῆς οὔσης τε καὶ ὑφεστώσης ἐλπίδος ἡ ψυχὴ περὶ τὸ φαινόμενον ἀσχο λουμένη ἀλλοτριοῦται, τοῖς δὲ ἀστάτοις διὰ τῶν ἐλπίδων 290 ἐπερειδομένη οὔτε τούτου περικρατὴς γίνεται καὶ ἐκεῖνο οὐκ ἔχει. Διδαχθῶμεν τοίνυν διὰ τῆς παρούσης συμβου λῆς, τί μὲν σήμερον αἰτεῖν χρὴ, τί δὲ εἰς ὕστερον. Ὁ ἄρ τος τῆς σημερινῆς χρείας ἐστίν, ἡ βασιλεία τῆς ἐλπιζομέ νης μακαριότητος. Ἄρτον δὲ εἰπὼν πᾶσαν τὴν σωματικὴν περιλαμβάνει χρείαν. Ἐὰν ταῦτα αἰτῶμεν, δῆλον ἔσται τῇ διανοίᾳ τοῦ προςευχομένου ὅτι περὶ τὸ ἐφήμερόν ἐστιν ἡ ἀσχολία· ἐὰν δέ τι τῶν τῆς ψυχῆς ἀγαθῶν, ὅτι πρὸς τὸ διηνεκές τε καὶ ἀτελεύτητον ἡ αἴτησις βλέπει, πρὸς ὃ μάλιστα κελεύει τοὺς εὐχομένους ὁρᾷν, ὡς τῷ μείζονι καὶ τῆς πρώτης συγκατορθουμένης χρείας. Αἰτεῖτε, φησὶ, τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην, καὶ ταῦτα πάντα προς τεθήσεται ὑμῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note