De oratione dominica orationes v
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου. Ὁ τὴν σκιὰν τῶν μελλόντων ἀγαθῶν περιέχων νόμος, καί τισιν αἰνίγμασι τυπικοῖς προαναφωνῶν τὴν ἀλήθειαν, 246 ἐπειδὰν εἰς τὸ ἄδυτον εἰςάγῃ προςευξόμενον τῷ θεῷ τὸν ἱερέα, πρῶτον μὲν καθαρσίοις τισὶ καὶ περιῤῥαντισμοῖς ἀφαγνίζει τὸν εἰςιόντα, εἶτα τῇ ἱερατικῇ στολῇ χρυσῷ καὶ πορφύρᾳ καὶ τοῖς λοιποῖς ἄνθεσι τῆς βαφῆς ἐκπρεπῶς ἐξησκημένῃ κατακοσμήσας, τήν τε περιστήθιον ἐπιβαλὼν αὐτῷ μίτραν, καὶ τοὺς κώδωνας τῶν κρασπέδων μετὰ τῶν ῥοΐσκων ἐξάψας, ἄνωθεν δὲ ταῖς ἐπωμίσι διασφίγξας τὸν ἐπενδύτην, καὶ τὴν κεφαλὴν καλλωπίσας τῷ διαδήματι, δαψιλῶς τε τῆς κόμης καταχέας τοῦ μύρου, οὕτως αὐτὸν παράγει ἐπὶ τὸ ἄδυτον, τὰς ἀποῤῥήτους ἱερουργίας ἐπι τελέσοντα. Ὁ δὲ πνευματικὸς νομοθέτης, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀπογυμνῶν τῶν σωματικῶν προκαλυμμά των τὸν νόμον, καὶ εἰς τὸ ἔμφανες ἄγων τὰ τῶν τύπων αἰνίγματα, πρῶτον μὲν οὐχ ἕνα τοῦ παντὸς ἀποκρίνας μόνον εἰς ὁμιλίαν ἄγει θεῷ, ἀλλὰ παντὶ κατὰ τὸ ἴσον τὴν ἀξίαν ταύτην χαρίζεται, κοινὴν προθεὶς τοῖς βουλο μένοις τῆς ἱερωσύνης τὴν χάριν, ἔπειτα δὲ οὐκ ἀλλοτρίῳ κόσμῳ τῷ ἐκ βαφῆς τινος καὶ ὑφαντικῆς περιεργίας ἐξευ ρημένῳ τὸ κάλλος τοῦ ἱερέως σοφίζεται, ἀλλ' οἰκεῖον αὐ τῷ καὶ συμφυῆ περιβάλλει τὸν κόσμον, ἀντὶ τῆς ποικίλης ἁλουργίδος ταῖς τῶν ἀρετῶν χάρισι περιανθίζων, κοσμεῖ δὲ καὶ τὸ στῆθος, οὐ γηΐνῳ χρυσῷ, ἀλλ' ἐν ἀκηράτῳ καὶ καθαρᾷ συνειδήσει τὸ τῆς καρδίας ὡραΐζων κάλλος, ἐναρ μόζει δὲ τῇ μίτρᾳ ταύτῃ καὶ πολυτελῶν λίθων αὐγάς· αὗται δέ εἰσιν αἱ τῶν ἁγίων ἐντολῶν λαμπηδόνες, ὡς τῷ ἀποστόλῳ δοκεῖ. Ἀλλὰ καὶ τῇ περισκελίδι τὸ μέρος ἐκεῖνο ᾧ κόσμος ἐστὶ τὸ τοιοῦτον τοῦ ἐνδύματος εἶδος κατασφα λίζεται· πάντως δὲ οὐκ ἀγνοεῖς ὅτι τὸ τῆς σωφροσύνης περιβόλαιον κόσμος τοῦ τοιούτου μέρους ἐστίν. Ἀπαρτή σας δὲ τῶν κρασπέδων τοῦ βίου τοὺς νοητοὺς ῥοΐσκους τε καὶ τοὺς κώδωνας, ταῦτα δὲ εἰκότως ἄν τις τὰ προ φανῆ τῆς κατ' ἀρετὴν πολιτείας νοήσειεν, ὡς ἂν ἐπί σημος ἡ κατὰ τὴν ζωὴν ταύτην πορεία γένοιτο· τούτων οὖν τῶν κρασπέδων ἐξάψας ἀντὶ μὲν τοῦ κώδωνος τὸν 248 εὔηχον λόγον τῆς πίστεως, ἀντὶ δὲ τοῦ ῥοΐσκου τὴν κεκρυμ μένην τῆς μελλούσης ἐλπίδος ἑτοιμασίαν, τὴν τῷ στυφω τέρῳ βίῳ κεκαλυμμένην, ἀντὶ δὲ τῶν ἀνθινῶν τὴν εὐανθῆ τοῦ παραδείσου χάριν, οὕτω παράγει ἐπὶ τὸ ἄδυτον τοῦ ἱεροῦ καὶ ἐνδότατον. Τὸ δὲ ἄδυτον τοῦτο οὐκ ἄψυχόν ἐστιν, οὔτε χειρόκμητον, ἀλλὰ τὸ κρυπτὸν τῆς καρδίας ἡμῶν ταμεῖον, ἐὰν ἀληθῶς ἄδυτον ᾖ τῇ κακίᾳ καὶ τοῖς πονηροῖς λογισμοῖς ἀνεπίβατον. Κοσμεῖ δὲ τὴν κεφαλὴν τῷ οὐρανίῳ φρονήματι, οὐ γραμμάτων τύπον ἐνσημηνά μενος πετάλῳ χρυσῷ, ἀλλ' αὐτὸν τὸν θεὸν ἐντυπώσας ἐν τῷ ἡγεμονικῷ λογισμῷ· μύρον δὲ καταχέει τῆς κόμης τὸ παρ' αὐτῆς ἔνδοθεν τῆς ψυχῆς διὰ τῶν ἀρετῶν μυρε ψούμενον· θῦμα δὲ καὶ ἱερεῖον προςάγειν αὐτὸν τῷ θεῷ παρασκευάζει διὰ τῆς μυστικῆς ἱερουργίας οὐκ ἄλλο τι ἢ ἑαυτόν. Ὁ γὰρ οὕτως παρὰ τοῦ κυρίου πρὸς τὴν ἱερω σύνην ταύτην ἀγόμενος τὸ φρόνημα τῆς σαρκὸς νεκρώσας ἐν τῇ μαχαίρᾳ τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ, οὕτως ἱλεοῦται τὸν θεὸν ἐν τοῖς ἀδύτοις γενόμενος, ἑαυτὸν διὰ τῆς τοιαύτης θυσίας ἱερουργήσας, καὶ παραστήσας τὸ ἑαυ τοῦ σῶμα θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ θεῷ. Ἀλλ' ἐρεῖ τις ἴσως μὴ ταῦτα κατὰ τὸ πρόχειρον ἔχειν τὴν τῆς προςευχῆς διάνοιαν τῆς προκειμένης ἡμῖν εἰς ἐξήγησιν, περινοεῖν δὲ ἡμᾶς τοὺς τοιούτους λόγους οὐκ ἐκ τῶν οἰ κείων τοῖς ὑποκειμένοις ἁρμόζοντας. Οὐκοῦν πάλιν ὑπο μνησθήτω τῶν πρώτων τῆς προςευχῆς ῥημάτων. Ὁ γὰρ οὕτως ἑαυτὸν παρασκευάσας ὥστε ἐν παῤῥησίᾳ τολμῆσαι πατέρα ἑαυτοῦ τὸν θεὸν ὀνομάσαι, οὗτος ἀκριβῶς περί κειται τὴν στολὴν ἐκείνην ἣν ὁ λόγος ὑπέγραψεν, καὶ ἠχεῖ τοῖς κώδωσιν, καὶ ἐξανθεῖ τοῖς ῥοΐσκοις, καὶ λάμπει περὶ τὸ στῆθος ταῖς τῶν ἐντολῶν αὐγαῖς, καὶ φέρει τοῖς ὤμοις τοὺς πατριάρχας τε καὶ τοὺς προφήτας, ἀντὶ τῶν ὀνομά των τὰς ἀρετὰς ἐκείνων εἰς τὸν ἴδιον κόσμον μετακοσμή σας, καὶ τὴν κεφαλὴν κοσμεῖ τῷ τῆς δικαιοσύνης στεφάνῳ, καὶ τὴν κόμην ἔχει τῷ οὐρανίῳ μύρῳ διάβροχον, ἐντός τε 250 γίνεται τῶν ἐπουρανίων ἀδύτων, ἅπερ παντὶ λογισμῷ βεβήλῳ ἄδυτα ὡς ἀληθῶς ἐστι καὶ ἀνεπίβατα. Ἀλλ' ὅπως μὲν προςήκει παρεσκευάσθαι τὸν ἱερωμένον, μετρίως ἐν τοῖς ἐξητασμένοις ὁ λόγος ὑπέδειξεν, λοιπὸν δ' ἂν εἴη σκοπεῖν αὐτὴν τὴν αἴτησιν ἣν προςάγειν ἐκέλευσεν τῷ θεῷ τὸν ἐντὸς τῶν ἀδύτων γενόμενον· οὐ γάρ μοι δοκεῖ κατὰ τὸ πρόχειρον εὔληπτον παρέχειν ἡμῖν τὴν διάνοιαν ψιλῶς τῆς προςευχῆς ἐκτεθέντα τὰ ῥήματα. Ἁγιασθήτω, φησὶ, τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου. Τί ταῦτα πρὸς τὴν ἐμὴν χρείαν; εἴποι τις ἂν ἄνθρωπος, ἢ ἐπὶ ἁμαρτίαις ἑαυτὸν διὰ μετανοίας μαστίζων, ἢ ὅπως ἂν φύ γοι κατακρατοῦσαν τὴν ἁμαρτίαν τὸν θεὸν εἰς συμμαχίαν καλῶν, ἐν ὀφθαλμοῖς ἔχων ἀεὶ τὸν διὰ τῶν πειρασμῶν προςπαλαίοντα. Ἔνθεν οἱ θυμοὶ τὸν λογισμὸν τοῦ κα θεστηκότος παράγουσιν, ἐκεῖθεν αἱ τῶν ἀτόπων ἐπιθυμίαι τὸν τόνον τῆς ψυχῆς ἐκνευρίζουσιν, ἑτέρωθεν ἡ πλεονεξία πήρωσιν ἐπάγει τῷ διορατικῷ τῆς καρδίας, ὁ τύφος, ἡ ὑπερηφανία, τὸ μῖσος, ὁ λοιπὸς τῶν ἀντιπαλαιόντων ἡμῖν κατάλογος οἷόν τι στῖφος πολεμίων ἐν κύκλῳ περιστοιχι σάμενον τὸν περὶ τῶν ἐσχάτων ἐπάγει τῇ ψυχῇ κίνδυνον· εἶτα ὁ ἐκδῦναι τὰ κακὰ ταῦτα διὰ τῆς κρείττονος συμ μαχίας σπουδάζων ποίοις ἂν κυριώτερον χρήσαιτο λόγοις; οὐχ οἷς ὁ μέγας Δαυίδ, Ῥυσθείην ἐκ τῶν μισούντων με, λέγων, καὶ, Ἀποστραφήτωσαν οἱ ἐχθροί μου εἰς τὰ ὀπί σω, καὶ, Δὸς ἡμῖν βοηθείαν ἐκ θλίψεως, καὶ ὅσα τοιαῦτα δι' ὧν ἔστι τοῦ θεοῦ τὴν συμμαχίαν κατὰ τῶν ἐναντίων διαναστῆσαι; Νυνὶ δὲ τί φησιν ὁ τῆς προςευχῆς νόμος; Ἁγιασθήτω τὸ ὄνομά σου. Εἰ γὰρ μὴ λέγοιτο παρ' ἐμοῦ τοῦτο, ἆρα δυνατόν ἐστι μὴ ἅγιον εἶναι τοῦ θεοῦ τὸ ὄνο μα; Ἐλθέτω ἡ βασιλεία σου. Τί γὰρ τῆς ἐξουσίας τοῦ θεοῦ ἠλλοτρίωται, τοῦ διειληφότος τῇ σπιθαμῇ τὸν οὐ ρανὸν ὅλον, καθώς φησιν Ἡσαΐας, τοῦ περιδεδρα γμένου πάσης τῆς γῆς, τοῦ περικρατοῦντος ἐν τῇ χειρὶ τὴν ὑγρὰν φύσιν, ὃς πᾶσαν ἐγκόσμιόν τε καὶ ὑπερκόσμιον 252 ἐνηγκάλισται κτίσιν; Εἰ οὖν ἅγιον ἀεὶ τοῦ θεοῦ τὸ ὄνομα, καὶ οὐδὲν ἐκπέφευγε τὸ κράτος τῆς τοῦ θεοῦ δεσποτείας, ἀλλὰ καὶ κρατεῖ πάντων, καὶ κατὰ τὸν ἁγιασμὸν προς θήκης οὐκ ἐπιδέεται ὁ διὰ πάντων ἀνελλιπὴς καὶ τέλειος, τί βούλεται ἡ εὐχὴ, Ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου; Ἢ τάχα τι τοιοῦτον ὁ λόγος ἐν τῷ εἴδει τῆς προςευχῆς δογματίζει, ὅτι ἀσθενής ἐστι πρὸς ἀγαθοῦ τινος κτῆσιν ἡ ἀνθρωπίνη φύσις, καὶ διὰ τοῦτο οὐκ ἄν τι γένοιτο τῶν σπουδαζομένων ἡμῖν, μὴ τῆς θείας συμ μαχίας τὸ ἀγαθὸν ἐν ἡμῖν κατορθούσης; Ἀγαθῶν δὲ πάν των ἐστὶ τὸ κεφάλαιον τὸ τῷ ἐμῷ βίῳ τὸ ὄνομα τοῦ θεοῦ ἐνδοξάζεσθαι. Γένοιτο δ' ἂν ἡμῖν ἐκ τοῦ ἐναντίου γνω ριμωτέρα ἡ ἔννοια. Ἤκουσά που τῆς ἁγίας γραφῆς κα τακρινούσης ἐκείνους οἳ τῆς κατὰ τοῦ θεοῦ βλασφημίας αἴτιοι γίνονται. Οὐαὶ γὰρ, φησὶ, δι' οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Τοῦτο δὲ τοιοῦτόν ἐστιν. Οἱ μήπω πεπιστευκότες τῷ λόγῳ τῆς ἀληθείας πρὸς τὸν βίον τῶν παραδεδεγμένων τὴν τοῦ μυστηρίου πίστιν ἀπο σκοποῦσιν. Ὅταν τοίνυν τὸ μὲν ὄνομα τῆς πίστεως ἔν τισιν ᾖ, ὁ δὲ βίος ἀντιφθέγγηται τῷ ὀνόματι, ἢ διὰ πλε ονεξίας εἰδωλολατρῶν, ἢ ἐν μέθαις καὶ κώμοις ἀσχη μονῶν, καὶ τῷ βορβόρῳ τῆς ἀσωτίας ὑὸς δίκην ἐγκα λινδούμενος, πρόχειρος εὐθὺς παρὰ τῶν ἀπίστων ὁ λόγος, οὐκ εἰς τὴν προαίρεσιν τῶν κακῶς τῷ βίῳ κεχρημένων τὴν κατηγορίαν τρέπων, ἀλλ' ὡς τοιαῦτα πράττειν τοῦ μυστηρίου διδάσκοντος· μὴ γὰρ ἂν γενέσθαι τὸν δεῖνα τὸν τὰ θεῖα μεμυημένον μυστήρια ἢ λοίδορον, ἢ πλεονέκτην, ἢ ἅρπαγα, ἢ ἄλλο τι τοιοῦτον κακὸν, εἰ μὴ ἔννομον αὐ τοῖς τὸ ἁμαρτάνειν ἦν. Διὰ τοῦτο χαλεπὴν τοῖς τοιού τοις ἀπειλὴν ὁ λόγος ἐπανατείνεται λέγων ἐκείνοις εἶναι τὸ, Οὐαὶ δι' οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Εἰ δὴ τοῦτο νενόηται, καιρὸς ἂν εἴη τὸ ἐκ τοῦ ἐναντίου λεγόμενον κατανοῆσαι· εὔχεσθαι γὰρ πρό γε πάντων οἶμαι χρῆναι καὶ τοῦτο ποιεῖσθαι τῆς προςευ χῆς τὸ κεφάλαιον, τὸ μὴ βλασφημεῖσθαι ἐν τῷ ἐμῷ βίῳ