Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De oratione dominica orationes v
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
308.1
ὀφλήμασιν ὀδυνᾶται, καὶ σὺ ἀφεθῆναί σοι τὴν ὀφειλὴν ἀξιοῖς; ἀνήκοός ἐστί σου ἡ προσευχή, ὑπερηχεῖ γὰρ ἡ τοῦ ὀδυνωμένου φωνή. Ἐὰν λύσῃς τὸ σωματικὸν χρέος, λυ θήσεταί σοι τῆς ψυχῆς τὰ δεσμά· ἐὰν συγχωρήσῃς, συγχω ρηθήσεταί σοι, σεαυτῷ δικάσεις, σεαυτῷ νομοθετήσεις, τῇ πρὸς τὸν ὑποκείμενον διαθέσει τὴν ἄνωθεν ψῆφον ἐπὶ σεαυτοῦ φέρων. Τοιοῦτόν τί μοι δοκεῖ καὶ ἐν ἑτέρῳ λό γῳ διδάσκειν ὁ κύριος, διηγηματικῶς τὸ δόγμα τοῦτο πα ρατιθέμενος, ἔνθα βασιλεύς τίς ἐστιν ἐν τῷ διηγήματι, φοβερῶς προκαθήμενος, καὶ τοὺς οἰκέτας εἰς κρίσιν ἄγων, καὶ τῶν οἰκονομηθέντων παρ' ἑκάστου τὴν γνῶσιν ἐπιζη τῶν. Προςαχθέντος δέ τινος τῶν χρεωφειλετῶν, καὶ φι λανθρωπίαν τετυχηκότος, ἐπειδὴ προςπεσὼν ἀντὶ τῆς τῶν χρημάτων ἐκτίσεως τὴν ἱκετηρίαν προςήγαγεν, εἶτα κατὰ τοῦ ὁμοδούλου ἐπὶ μετρίῳ ὀφλήματι πικρῶς τε καὶ ἀπη νῶς διατεθέντος, ὀργιζόμενον ἐποίησεν ἐπὶ τῇ πρὸς τὸν ὁμόδουλον ἀπηνείᾳ τὸν βασιλέα, καὶ προςτάξαι τοῖς βασανισταῖς παγγενεὶ αὐτὸν τῆς τοῦ βασιλέως οἰκίας ἀλ λοτριῶσαι, ἐπὶ τοσοῦτόν τε παρατεῖναι τὴν κόλασιν, ἕως ἂν τὴν ἀξίαν τιμωρίαν ἀποπληρώσῃ. Ἀληθῶς γὰρ ὀβολοί τινές εἰσιν ἀτελεῖς τε καὶ εὐαρίθμητοι πρὸς μυ ριάδας ταλάντων παρατιθέμενοι τὰ τῶν ἀδελφῶν ἡμῶν εἰς ἡμᾶς ὀφλήματα, συγκρίσει πρὸς τὸν θεὸν τῶν ἡμε τέρων πλημμελημάτων. Ζημία πάντως ἐστὶν ἢ ὕβρεως ἀφορμὴ παρά τινος γεγενημένη, ἢ οἰκέτου κακία, ἢ καὶ εἰς σωματικὸν θάνατον ἐπιβουλή· εἶτα σὺ πρὸς τὴν ἄμυναν τούτων ἐν φλεγμονῇ καρδίας ἐξερεθίζῃ, καὶ πᾶ σαν τὴν ἐπίνοιαν εἰς τὴν τῶν προλελυπηκότων τιμω ρίαν ἀναζητεῖς· οὐ λογίζῃ, εἰ μὲν πρὸς οἰκέτην ὁ θυμὸς φλεγμαίνοι, ὅτι οὐ φύσις, ἀλλὰ δυναστεία πρὸς δουλείαν τε καὶ κυριότητα τὸ ἀνθρώπινον ἔσχισεν· τῶν γὰρ ἀνθρώ πῳ δουλεύειν ὁ τοῦ παντὸς οἰκονόμος τὴν ἄλογον φύσιν μόνην ἐνομοθέτησεν, καθώς φησιν ὁ προφήτης ὅτι, Πάν τα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ 310 βόας ἁπάσας, καὶ τὰ πετεινὰ, καὶ τὰ κτήνη, καὶ τοὺς ἰχθύας. Ταῦτά τε καὶ δοῦλα προςαγορεύει, φησάσης ἑτέ ρωθι τῆς προφητείας, Διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τὸν δὲ ἄνθρωπον τῇ αὐτεξουσίῳ χάριτι κατεκόσμησεν. Ὥστε τὸ ἴσον ἔχει σοὶ τῷ τῆς φύσεως ἀξιώματι ὁ ὑπεζευγμένος συνηθείᾳ καὶ νόμῳ, οὔτε παρὰ σοῦ γέγονεν, οὔτε ἐν σοὶ ζῇ, οὔτε τὰς σωματικάς τε καὶ τὰς τῆς ψυχῆς ἐνεργείας παρὰ σοῦ λαβὼν ἔχει. Τί οὖν τοσοῦτον ἐπιζέεις κατ' αὐτοῦ τῷ θυμῷ, ῥᾳθυμήσαντός τινος, ἢ ἀποστατήσαντος, ἢ τάχα καταφρόνησιν ἐνδειξαμένου σοι κατὰ πρόςωπον, δέον πρὸς ἑαυτὸν βλέπειν, οἷος σὺ γέγονας τῷ δεσπότῃ τῷ πλάσαντί σε καὶ παραγαγόντι διὰ γενέσεως, καὶ κοινωνόν σε τῶν ἐν τῷ κόσμῳ θαυμάτων ποιήσαντι, τῷ προθέντι τὸν ἥλιον εἰς ἀπόλαυσιν, καὶ πάσας τὰς πρὸς τὸ ζῇν ἀφορμὰς ἐκ τῶν στοιχείων χαρισαμένῳ, ἐκ γῆς τε καὶ πυρὸς καὶ ἀέρος καὶ ὕδατος, τῷ παρασχομένῳ τὴν διανοητικὴν χάριν, τὴν ἀντιληπτικὴν αἴσθησιν, τὴν διακριτικὴν καλοῦ τε καὶ τοῦ χείρονος ἐπιστήμην; Πῶς, σὺ πρὸς τὸν τοιοῦτον δεσπότην ἆρα καταπειθὴς καὶ ἀπρόςκοπος; οὐκ ἐδραπετεύσας πρὸς τὴν ἁμαρτίαν; οὐκ ἀντηλλάξω τὴν πονηρὰν δεσποτείαν; οὐ τό γε ἐπὶ σοὶ ἔρημον τὴν τοῦ δεσπότου κατέλιπες οἰκίαν, ἐν ᾧ ἐτάχθης ἐργάζεσθαι καὶ φυλάσσειν, τούτου ἀποφοιτήσας; τὰ δὲ κατειλεγμένα πλημμελήματα οὐχ ὑπὸ μάρτυρι τῷ θεῷ τῷ πανταχοῦ ὄντι καὶ πάντα ἐφορῶντι ἢ πράττεις, ἢ λέγεις, ἢ φρονεῖς τὰ μὴ δέοντα; Εἶτα τοιοῦτος ὢν καὶ τοσούτοις ὑπόχρεως μέγα τι οἴει τῷ ὁμοδούλῳ χαρίζεσθαι, εἴ τι τῶν εἰς σὲ πλημμεληθέντων διὰ μακροθυμίας παρίδοις; Εἰ τοίνυν μέλλοιμεν προςάγειν τῷ θεῷ τὴν ὑπὲρ τοῦ ἐλέου καὶ τῆς συγγνώμης παράκλησιν, παρασκευάσωμεν τῷ συνειδότι τὴν παῤῥησίαν, ὡς τὸν βίον συνήγορον τῆς φωνῆς ταύτης προστήσασθαι, καὶ εἰπεῖν ἀληθῶς ὅτι καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφείλουσιν ἡμῖν. 312 Τί δὲ βούλεται τὸ ἐφεξῆς τοῖς εἰρημένοις προςκείμενον; Ἀναγκαίως οἶμαι μηδὲ τοῦτο παραδραμεῖν ἀθεώρητον, ὡς ἂν εἰδότες ᾧ προςευχόμεθα ψυχῇ καὶ μὴ σώματι τὴν ἱκεσίαν προςάγωμεν. Μὴ εἰςενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Τίς, ἀδελφοὶ, τῶν εἰρημένων ἡ δύναμις; Δοκεῖ μοι πολυτρόπως τε καὶ διαφόρως ὁ κύριος τὸ κακὸν ὀνομάζειν, κατὰ τὰς τῶν πονηρῶν ἐνεργειῶν διαφορὰς πολυωνύμως αὐτὸν ἀποκαλῶν διάβολον, Βεελζεβοὺλ, μαμωνᾶν, ἄρχοντα τοῦ κόσμου, ἀνθρωποκτόνον, πονηρὸν, πατέρα ψεύδους, καὶ ἄλλα τοιαῦτα. Τάχα τοίνυν ἓν τῶν περὶ αὐτὸν νοουμένων ὄνομά τί ἐστι καὶ ὁ πειρασμὸς, καὶ βεβαιοῖ τὴν τοιαύτην ἡμῖν ὑπόνοιαν ἡ τῶν εἰρημένων σύμφρασις· εἰπὼν γὰρ, Μὴ εἰςενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἐπήγαγεν τὸ ῥυσθῆναι ἀπὸ τοῦ πονηροῦ, ὡς τοῦ αὐτοῦ δι' ἑκατέρων τῶν ὀνομάτων σημαινομένου. Εἰ γὰρ ὁ μὴ εἰςελθὼν εἰς πειρασμὸν ἔξω πάντως ἐστὶ τοῦ πονηροῦ, καὶ ὁ ἐν τῷ πειρασμῷ γενόμενος ἐν τῷ πονηρῷ κατ' ἀνάγκην γίνεται, ἆρα ὁ πειρασμός τε καὶ ὁ πονηρὸς ἕν τι κατὰ τὴν σημασίαν ἐστίν. Τί οὖν ἡμῖν ἡ τοιαύτη διδασκαλία τῆς προςευχῆς ἐγκελεύεται; Τὸ ἔξω γίνεσθαι τῶν κατὰ τὸν κόσμον τοῦτον θεωρουμένων, καθώς φησιν ἑτέρωθι πρὸς τοὺς μαθητὰς ὅτι ὅλος ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται. Οὐκοῦν ὁ ἐκτὸς γενέσθαι τοῦ πονηροῦ θέλων ἐξ ἀνάγκης τοῦ κόσμου ἑαυτὸν ἀποικίσει· οὐ γὰρ ἔχει χώραν ὁ πειρασμὸς τῆς ψυχῆς ἅψασθαι, εἰ μὴ καθάπερ τι δέλεαρ τὴν κοσμικὴν ταύτην ἀσχολίαν τῷ πονηρῷ περιθεὶς ἀγκίστρῳ τοῖς λιχνοτέροις προέτεινεν. Μᾶλλον δὲ σαφέστερον ἂν ἡμῖν δι' ἑτέρων ὑποδειγμάτων τὸ νόημα γένοιτο. Χαλεπὴ πολλάκις ἐκ τρικυμίας ἐστὶν ἡ θάλασσα, ἀλλ' οὐχὶ καὶ τοῖς πόῤῥωθεν ἀπῳκισμένοις αὐτῆς. Φθαρτικὸν τὸ πῦρ, ἀλλὰ τῆς ὑποπεσούσης ὕλης. Δεινὸς ὁ πόλεμος, ἀλλὰ μόνοις τοῖς κοινωνοῦσι τῆς παρατάξεως. Ὥςπερ δὲ ὁ τὰς συμφορὰς τῶν ἐκ τοῦ πολέμου κακῶν φεύγων 314 εὔχεται μὴ ἐμπεσεῖν πολέμῳ, καὶ ὁ τὸ πῦρ δεδοικὼς τὸ μὴ ἐν αὐτῷ γενέσθαι, καὶ ὁ φρίττων τὴν θάλασσαν τὸ μὴ εἰς ἀνάγκην ναυτιλίας ἐλθεῖν, οὕτω καὶ ὁ τοῦ πονηροῦ τὴν προςβολὴν δεδοικὼς εὐχέσθω τὸ μὴ ἐν αὐτῷ γενέσθαι. Ἐπειδὴ δὲ, καθὼς προειρήκαμεν, ἐν τῷ πονηρῷ κεῖσθαι τὸν κόσμον ὁ λόγος φησὶν, ἐν δὲ τοῖς κοσμικοῖς πράγμασιν αἱ τῶν πειρασμῶν ἀφορμαὶ, καλῶς καὶ προςηκόντως ὁ ῥυσθῆναι ἀπὸ τοῦ πονηροῦ εὐχόμενος ἔξω τῶν πειρασμῶν γενέσθαι παρακαλεῖ. Οὐ γὰρ ἄν τις καταπίῃ τὸ ἄγκιστρον, μὴ κατασπάσας ἐν λιχνείᾳ τὸ δέλεαρ. Ἀλλ' εἴπωμεν καὶ ἡμεῖς ἀναστάντες τῷ θεῷ ὅτι, Μὴ εἰςενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, τοῦτ' ἔστιν εἰς τὰ τοῦ βίου κακὰ, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, τοῦ ἐν τῷ κόσμῳ τούτῳ τὴν ἰσχὺν κεκτημένου, οὗ ῥυσθείημεν χάριτι τοῦ Χριστοῦ τοῦ θεοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note