De oratione dominica orationes v
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
264.1
καὶ τῷ πνεύματι ἐφαρμοσθῆναι οὐ δύναται, οὕτω τὸ ἔμπαλιν τὸ ἐξ αἰτίας εἶναι, ὅπερ ἴδιόν ἐστιν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος, τῷ πατρὶ ἐπιθεωρηθῆναι φύσιν οὐκ ἔχει. Κοινοῦ δὲ ὄντος τῷ υἱῷ καὶ τῷ πνεύματι τοῦ μὴ ἀγεν νήτως εἶναι, ὡς ἂν μή τις σύγχυσις περὶ τὸ ὑποκείμενον θεωρηθείη, πάλιν ἔστιν ἄμικτον τὴν ἐν τοῖς ἰδιώμασιν αὐτῶν διαφορὰν ἐξευρεῖν, ὡς ἂν καὶ τὸ κοινὸν φυλαχθείη, καὶ τὸ ἴδιον μὴ συγχεθείη. Ὁ γὰρ μονογενὴς υἱὸς ἐκ τοῦ πατρὸς παρὰ τῆς ἁγίας γραφῆς ὀνομάζεται, καὶ μέχρι τούτου ὁ λόγος ἵστησιν αὐτῷ τὸ ἰδίωμα. Τὸ δὲ ἅγιον πνεῦμα καὶ ἐκ τοῦ πατρὸς λέγεται, καὶ τοῦ υἱοῦ εἶναι προςμαρτυρεῖται· εἰ γάρ τις, φησὶ, πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Οὐκοῦν τὸ μὲν πνεῦμα τὸ ἐκ τοῦ θεοῦ ὂν καὶ Χριστοῦ πνεῦμά ἐστιν· ὁ δὲ υἱὸς ἐκ τοῦ θεοῦ ὢν οὐκέτι καὶ τοῦ πνεύματος οὔτε ἐστὶν, οὔτε λέγεται· οὐδὲ ἀντιστρέφει ἡ σχετικὴ ἀκολουθία αὕτη, ὡς δύνασθαι κατὰ τὸ ἴσον δι' ἀναλύσεως ἀντιστραφῆναι τὸν λόγον καὶ, ὥςπερ Χριστοῦ τὸ πνεῦμα λέγομεν, οὕτω καὶ τοῦ πνεύματος Χριστὸν ὀνομάσαι. Ταύτης τοίνυν τῆς ἰδι ότητος τρανῶς καὶ ἀσυγχύτως τὸ ἕτερον τοῦ ἑτέρου δια κρινούσης, τῆς δὲ κατὰ τὴν ἐνέργειαν ταὐτότητος τὸ κοι νὸν μαρτυρούσης τῆς φύσεως, ἔῤῥωται δι' ἑκατέρων ἡ εὐσεβὴς περὶ τὸ θεῖον ὑπόληψις, ὡς καὶ ἀριθμεῖσθαι τὴν τριάδα διὰ τῶν ὑποστάσεων, καὶ εἰς ἑτεροφυῆ τμήμα τα μὴ διακόπτεσθαι. Τίς οὖν ἡ μανία τῶν πνευματο μαχούντων δουλεύειν τὸν κύριον δογματιζόντων, οἷς οὐδὲ Παῦλος διαμαρτυρόμενός ἐστιν ἀξιόπιστος, ὅς φησιν, Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν; Ἢ τάχα τὸ Ἐλθέτω καθαιρετικὸν τῆς ἀξίας νομίζουσιν; εἶτα οὐκ ἀκούουσι τοῦ μεγάλου Δαυὶδ, καὶ τὸν πατέρα πρὸς ἑαυτὸν ἕλκοντος καὶ, Ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς, βοῶντος; Εἰ οὖν ἐπὶ τοῦ πατρὸς τὸ ἐλθεῖν σωτήριον, πῶς ἐπὶ τοῦ πνεύματος τὸ ἐλθεῖν ἐπο νείδιστον; Ἢ τὸ καθαίρειν τῶν ἁμαρτιῶν σημεῖον ποιοῦν τῆς κατὰ τὴν ἀξίαν ὑφέσεως; Καὶ μὴν ἄκουε τῶν ἀπίστων Ἰουδαίων βοώντων ὅτι, Τὸ ἀφιέναι ἁμαρτίας μό νου ἐστὶ τοῦ θεοῦ. Περὶ τοῦ πατρὸς λέγοντες, Τί οὗτος, 266 φασὶν, λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας, 266 εἰ μὴ μόνος ὁ θεός; Εἰ οὖν ἀφίησι μὲν ὁ θεὸς ἁμαρ τίας, αἴρει δὲ ὁ υἱὸς τοῦ κόσμου τὴν ἁμαρτίαν, καθαρί ζει δὲ τὸ πνεῦμα τὸ ἅγιον ἐκ τῶν τῆς ἁμαρτίας μολυσ μάτων, οἷς ἂν ἐγγένηται, τί ἐροῦσιν οἱ τῇ ἰδίᾳ προςπο λεμοῦντες ζωῇ; Ἀλλ' ἐλθέτω ἐφ' ἡμᾶς τὸ πνεῦμα τὸ ἅγιον, καὶ καθαρισάτω ἡμᾶς, καὶ ποιήσειεν δεκτικοὺς τῶν ὑψηλῶν τε καὶ θεοπρεπῶν νοημάτων, τῶν διὰ τῆς προς ευχῆς ἡμῖν παρὰ τῆς τοῦ σωτῆρος ὑποδεικνυμένων φωνῆς, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.