Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De oratione dominica orationes v
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
254.1
τὸ ὄνομα τοῦ θεοῦ, ἀλλὰ δοξάζεσθαι καὶ ἁγιάζεσθαι. Ἐν ἐμοὶ οὖν, φησὶν, ἁγιασθήτω τὸ ἐπικληθέν μοι ὄνομα τῆς σῆς δεσποτείας, ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Τίς δὲ οὕτω θηριώδης καὶ ἄλογος, ὥστε ὁρῶν ἐν τοῖς πεπι στευκόσι θεῷ βίον καθαρὸν δι' ἀρετῆς κατωρθωμένον, πάν των τῶν ἐξ ἁμαρτίας μολυσμῶν καθαρεύοντα, πάσης τῆς πρὸς τὸ χεῖρον ὑπονοίας ἀλλοτριούμενον, λαμπρὸν τῇ σωφροσύνῃ, σεμνὸν τῇ φρονήσει, ἀνδρείως ἔχοντα πρὸς τὰς τῶν παθῶν προςβολὰς, μηδαμοῦ ταῖς σωματικαῖς ἡδυπαθείαις μαλακιζόμενον, τρυφῆς καὶ βλακείας καὶ τῆς κατὰ τὸν τύφον χαυνότητος ὡς ὅτι μάλιστα κεχωρισμένον, τοσοῦτον μετέχοντα τοῦ βίου ὅσον ἐπάναγκες, ἀκρῷ τῷ ποδὶ τῆς γῆς ἐπιψαύοντα, οὐ ταῖς καθ' ἡδονὴν ἀπολαύ σεσιν, τῷ γηΐνῳ τούτῳ βίῳ καταχωννύμενον, ἀλλ' ὑπερα νεστῶτα πάσης τῆς καθ' αἴσθησιν γινομένης ἀπάτης, καὶ πρὸς τὴν ἀσώματον ζωὴν διὰ σαρκὸς ἁμιλλώμενον, ἕνα πλοῦτον νομίζοντα τὴν τῆς ἀρετῆς κτῆσιν, μίαν εὐγένειαν τὴν πρὸς τὸν θεὸν οἰκειότητα, μίαν ἀξίαν καὶ δυναστείαν μίαν τὸ κρατεῖν ἑαυτοῦ καὶ ἀδούλωτον εἶναι τοῖς ἀνθρω πίνοις παθήμασιν, ἀχθόμενον τῇ παρατάσει τῆς τοῦ ὑλι κοῦ βίου ζωῆς, σπεύδοντα δὲ, καθάπερ οἱ διὰ πελάγους κακοπαθοῦντες, πρὸς τὸν λιμένα καταντῆσαι τῆς ἀναπαύ σεως, τίς τοίνυν τὸν τοιοῦτον ὁρῶν οὐ δοξάζει τὸ ὄνομα τὸ ἐπικεκλημένον τῷ τοιούτῳ βίῳ; Οὐκοῦν ὁ ἐν τῇ προςευχῇ λέγων, Ἁγιασθήτω τὸ ὄνομά σου ἐν ἐμοὶ, ταῦτα τῇ δυνάμει τῶν λεγομένων προςεύχεται, Γενοίμην τῇ συνεργίᾳ τῆς σῆς βοηθείας ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, λαλῶν ἀλήθειαν, ἐργαζόμενος δικαιοσύνην, ἐν εὐθύτητι πορευόμενος, τὰ ἄνω φρονῶν, τῶν γηΐνων ὑπερορῶν, τῇ σωφροσύνῃ λάμπων, τῇ ἀφθαρσίᾳ κοσμούμενος, τῇ σοφίᾳ καὶ τῇ φρονήσει καλλωπιζόμενος, ταῖς ἀγγελικαῖς πολι 256 τείαις ἐλλαμπρυνόμενος. Ταῦτα καὶ τὰ τοιαῦτα περιέ χει ἡ βραχεῖα αἴτησις αὕτη ἡ λέγουσα διὰ προςευχῆς τῷ θεῷ ὅτι, Ἁγιασθήτω τὸ ὄνομά σου· οὐ γὰρ ἔστιν ἄλλως δυνατὸν ἐν ἀνθρώπῳ δοξασθῆναι θεὸν, μὴ τῆς κατ' αὐ τὸν ἀρετῆς τῇ θείᾳ δυνάμει τὴν αἰτίαν τῶν ἀγαθῶν μαρ τυρούσης. Ὁ δὲ ἐφεξῆς λόγος τὴν βασιλείαν τοῦ θεοῦ εὔχεται ἐλθεῖν. Ἆρα νῦν ἀξιοῖ γενέσθαι βασιλέα τὸν τοῦ παντὸς βασιλέα, τὸν ἀεὶ ὄντα ὅπερ ἐστὶν, τὸν πρὸς πᾶσαν μεταβολὴν ἀμετάθετον, τὸν οὐκ ἔχοντα εὑρεῖν κρεῖττον εἰς ὃ μεταβήσεται; Τί οὖν βούλεται ἡ εὐχὴ τὴν τοῦ θεοῦ βασιλείαν ἐκκαλουμένη; Ἀλλὰ τὸν μὲν ἀληθῆ περὶ τού του λόγον εἰδεῖεν ἂν οἷς τὸ πνεῦμα τῆς ἀληθείας ἀνακα λύπτει τὰ κεκρυμμένα μυστήρια· ἡμεῖς δὲ τοιαύτην ἔχομεν περὶ τοῦ ῥητοῦ τὴν διάνοιαν. Μία τῶν πάντων ὑπέρκει ἡ ἀληθὴς ἐξουσία καὶ δύναμις, ἡ τοῦ παντὸς ἀναδε δεγμένη τὸ κράτος, καὶ βασιλεύουσα οὐ βιαίᾳ τινὶ καὶ τυραννικῇ δυναστείᾳ, φόβοις καὶ ἀνάγκαις ὑποζεύξασα τῇ ὑποταγῇ τὸ ὑπήκοον. Ἐλευθέραν γὰρ εἶναι προςήκει παν τὸς φόβου τὴν ἀρετὴν καὶ ἀδέσποτον, ἑκουσίᾳ γνώμῃ τὸ ἀγαθὸν αἱρουμένην· ἀγαθοῦ δὲ παντὸς τὸ κεφάλαιον τὸ ὑπὸ τὴν ζωοποιὸν ἐξουσίαν τετάχθαι. Ἐπειδὴ τοίνυν τῆς τοῦ καλοῦ κρίσεως ἀπεπλανήθη δι' ἀπάτης ἡ ἀνθρωπίνη φύσις, καὶ πρὸς τὸ ἐναντίον γέγονεν τῆς προαιρέσεως ἡμῶν ἡ ῥοπὴ, καὶ παντὶ τῷ χείρονι ἡ ζωὴ τῶν ἀνθρώ πων κατεκρατήθη, μυρίαις ὁδοῖς τοῦ θανάτου καταμιχ θέντος τῇ φύσει (πᾶσα γὰρ κακίας ἰδέα οἷόν τις ὁδὸς τῷ θανάτῳ καθ' ἡμῶν γίνεται), ἐπειδὴ τοίνυν τῇ τοιαύ τῃ τυραννίδι περιεσχέθημεν, καθάπερ δημίοις τισὶν ἢ πο λεμίοις ταῖς προςβολαῖς τῶν παθημάτων τῷ θανάτῳ δεδουλωμένοι, καλῶς εὐχόμεθα τοῦ θεοῦ τὴν βασιλείαν ἐφ' ἡμᾶς ἐλθεῖν· οὐ γὰρ ἔστιν ἄλλως ἐκδῦναι τὴν πονηρὰν τῆς φθορᾶς δυναστείαν, μὴ τῆς ζωοποιοῦ δυνάμεως ἐφ' ἡμῶν ἀντιλαβούσης τὸ κράτος. Ἐὰν οὖν ἐλθεῖν ἐφ' ἡμᾶς τὴν βασιλείαν τοῦ θεοῦ αἰτήσωμεν, ταῦτα τῇ δυνάμει τὸν 258 θεὸν ἱκετεύομεν· ἀπαλλαγείην τῆς φθορᾶς, ἐλευθερωθείην τοῦ θανάτου, ἄνετος γενοίμην τῶν τῆς ἁμαρτίας δεσμῶν, μηκέτι βασιλεύοι κατ' ἐμοῦ ὁ θάνατος, μηκέτι ἐνεργὸς ἔστω καθ' ἡμῶν ἡ τυραννὶς τῆς κακίας, μὴ κατακρατείτω μου ὁ πολέμιος, μηδὲ ἀγέτω με δι' ἁμαρτίας αἰχμάλω τον, ἀλλ' ἐλθέτω ἐπ' ἐμὲ ἡ βασιλεία σου, ἵνα ὑποχωρήσῃ ἀπ' ἐμοῦ, μᾶλλον δὲ εἰς τὸ μὴ ὂν μεταχωρήσῃ τὰ νῦν ἐπικρατοῦντα καὶ βασιλεύοντα πάθη· ὡς γὰρ ἐκλείπει καπνὸς, οὕτως ἐκλείψουσιν, καὶ, ὡς τήκεται κηρὸς, οὕ τως ἀπολοῦνται. Οὔτε γὰρ καπνὸς ἀναχεθεὶς εἰς τὸν ἀέρα σημεῖόν τι τῆς ἰδίας ὑπολείπεται φύσεως, οὔτε κη ρὸς ἐν πυρὶ γενόμενος ἔτι εὑρίσκεται, ἀλλὰ καὶ οὗτος τὴν φλόγα δι' ἑαυτοῦ θρέψας εἰς ἀτμὸν καὶ ἀέρα μετεποιή θη, καὶ ὁ καπνὸς εἰς παντελῆ ἀφανισμὸν μετεχώρησεν. Οὕτως, ἐὰν ἡ βασιλεία τοῦ θεοῦ ἐφ' ἡμᾶς ἔλθῃ, πάντα τὰ νῦν ἐπικρατοῦντα εἰς ἀφανισμὸν περιστήσεται· οὐ γὰρ ὑπομένει τὸ σκότος τὴν τοῦ φωτὸς παρουσίαν, οὐ νόσος ὑγείας ἐπιλαβούσης ἵσταται, οὐκ ἐνεργεῖ τὰ πάθη τῆς ἀπαθείας παρούσης, φροῦδος ὁ θάνατος, ἀφανὴς ἡ φθο ρὰ, ὅταν ἡ ζωὴ ἐν ἡμῖν βασιλεύῃ καὶ ἀφθαρσία τὸ κρά τος ἔχῃ. Ἐλθέτω ἡ βασιλεία σου. Ἡ γλυκεῖα φωνὴ, δι' ἧς ταύτην ἄντικρυς προςάγομεν τῷ θεῷ τὴν δέησιν· κατα λυθήτω ἡ ἀντικειμένη παράταξις, ἀφανισθήτω τῶν ἀλλο φύλων ἡ φάλαγξ, ἀναιρεθήτω τῆς σαρκὸς ὁ κατὰ τοῦ πνεύματος πόλεμος, μὴ ἔστω τὸ σῶμα τοῦ πολεμίου τῆς ψυχῆς ὁρμητήριον, ἐπιφανήτω μοι ἡ βασιλικὴ δυνα στεία, ἡ ἀγγελικὴ χεὶρ, αἱ χιλιάδες τῶν εὐθυνόντων, ἡ μυ ριὰς τῶν κατὰ τὸ δεξιὸν παρισταμένων, ἵνα πέσῃ ἐκ τοῦ ἀντικειμένου κλίτους ἡ χιλιὰς τῶν πολεμούντων· πολὺς ὁ ἀντίπαλος, ἀλλὰ τοῖς ἐρήμοις τῆς σῆς συμμαχίας δεινός τε καὶ ἀκαταμάχητος, ἀλλ' ἕως ἂν μόνος ὁ πολεμούμενος ᾖ· ἐπειδὰν δὲ ἡ σὴ βασιλεία φανῇ, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς, ἀντειςέρχεται δὲ ζωὴ καὶ εἰρήνη καὶ ἀγαλλίαμα. Ἢ τάχα, καθὼς ἡμῖν ὑπὸ τοῦ Λουκᾶ τὸ 260 αὐτὸ νόημα σαφέστερον ἑρμηνεύεται, ὁ τὴν βασιλείαν ἐλ θεῖν ἀξιῶν τὴν τοῦ ἁγίου πνεύματος συμμαχίαν ἐπιβοᾶ; οὕτω γὰρ ἐν ἐκείνῳ τῷ εὐαγγελίῳ φησὶν, ἀντὶ τοῦ, Ἐλθέτω ἡ βασιλεία σου, Ἐλθέτω τὸ ἅγιον πνεῦμά σου ἐφ' ἡμᾶς καὶ καθαρισάτω ἡμᾶς. Τί ἐροῦσιν πρὸς ταῦτα οἱ θρασυστομοῦντες κατὰ τοῦ πνεύματος τοῦ ἁγίου; τίνι διανοίᾳ τὴν τῆς βασιλείας ἀξίαν εἰς ταπεινότητα δουλείας μετασκευάζουσιν; ὅπερ γὰρ ὁ Λουκᾶς πνεῦμα ἅγιον λέγει, τοῦτο Ματθαῖος βασιλείαν ὠνόμασεν. Πῶς εἰς τὴν ὑποχείριον κτίσιν κατασπῶσιν τὴν φύσιν τοῦ πνεύματος, ἀντὶ τῆς βασιλευούσης τῇ βασιλευομένῃ συγκατατάσσοντες φύσει; Ἡ κτίσις δουλεύει, ἡ δὲ δου λεία βασιλεία οὐκ ἔστιν. Ἀλλὰ μὴν βασιλεία τὸ πνεῦμα τὸ ἅγιον· εἰ δὲ βασιλεία ἐστὶν, βασιλεύει πάντως, οὐ βα σιλεύεται· εἰ δὲ μὴ βασιλεύεται, οὐδὲ κτίσις ἐστίν· ἴδιον γὰρ τῆς κτίσεως τὸ δουλεύειν ἐστίν. Εἰ οὖν βασιλεύει τὸ πνεῦμα, πῶς τῇ δουλευούσῃ φύσει συναριθμοῦσιν αὐτὸ οἱ μηδέπω προςεύχεσθαι μεμαθηκότες, οἱ μὴ εἰδότες τίς ὁ καθαρίζων τὸ κεκοινωμένον, τίς ὁ τῆς βασι λείας ἀναδεδεγμένος τὸ κράτος; Ἐλθέτω τὸ ἅγιον πνεῦ μά σου, φησὶν, καὶ καθαρισάτω ἡμᾶς. Οὐκοῦν ἰδία καὶ ἐξαίρετος τοῦ ἁγίου πνεύματος δύναμίς τε καὶ ἐνέργεια τὸ καθαρίζειν τὴν ἁμαρτίαν ἐστίν· οὐ γὰρ δὴ τὸ καθαρόν τε καὶ ἀμόλυντον τοῦ καθαρίζοντος δέεται. Ἀλλὰ μὴν τὸ αὐτὸ τοῦτο καὶ τῷ μονογενεῖ προςμαρτυρεῖ ὁ ἀπόστο λος. Καθαρισμὸν γὰρ, φησὶ, τῶν ἁμαρτιῶν ἡμῶν ποιη σάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλοσύνης τοῦ πατρός. Οὐκοῦν ἓν ἑκατέρων τὸ ἔργον, τοῦ τε καθαρίζοντος τὴν ἁμαρτίαν πνεύματος καὶ τοῦ τὸν καθαρισμὸν πεποιηκό τος. Ὧν δὲ ἡ ἐνέργεια μία, καὶ ἡ δύναμις πάντως ἡ αὐτὴ τούτων ἐστίν· πᾶσα γὰρ ἐνέργεια δυνάμεώς ἐστιν ἀπο τέλεσμα. Εἰ οὖν καὶ ἐνέργεια καὶ δύναμις μία, πῶς ἔστιν 262 ἑτερότητα φύσεως νοῆσαι ἐν οἷς οὐδεμίαν κατὰ τὴν δύ ναμίν τε καὶ ἐνέργειαν διαφορὰν ἐξευρίσκομεν; Ὡς γὰρ οὐκ ἔστιν ἐν τοῖς τοῦ πυρὸς ἰδιώμασιν, ὅταν τὰ δύο, τὸ φωτίζον τε καὶ τὸ καῖον, ἴσον καὶ ὅμοιον ᾖ, νομίσαι τινὰ τοῦ ὑποκειμένου παραλλαγὴν εἶναι, οὕτως οὐκ ἄν τις σω φρονῶν μίαν ἐνέργειαν ἐκ τῆς θείας γραφῆς διδαχθεὶς τοῦ υἱοῦ καὶ τοῦ πνεύματος διαφοράν τινα φύσεως ὑπο νοεῖν ἐναχθείη. Ἀλλὰ μὴν προαποδέδεικται ταῖς τῶν εὐσεβούντων δόξαις τὴν αὐτὴν ἐπὶ πατρός τε καὶ υἱοῦ φύσιν εἶναι· μὴ γὰρ εἶναι δυνατὸν τὰ ἑτερογενῆ τῇ τοῦ θεοῦ κλήσει κατονομάζεσθαι. Ὡς οὐ λέγεται βάθρον ὁ υἱὸς τοῦ τέκτονος, οὐδ' ἄν τις εἴποι τῶν εὖ φρονούντων ὅτι ὁ οἰκοδόμος τὴν οἰκίαν ἐτεκνώσατο, ἀλλὰ τῇ τοῦ υἱοῦ καὶ τῇ τοῦ πατρὸς προςηγορίᾳ τὸ κατὰ τὴν φύσιν συνημ μένον σημαίνεται, ἀνάγκη πᾶσα, ὅταν τὰ δύο πρὸς τὸ ἓν οἰκείως ἔχῃ, μηδὲ πρὸς ἄλληλα διαφόρως ἔχειν. Ὥστε, εἰ τῷ πατρὶ κατὰ τὴν φύσιν ὁ υἱὸς ἥνωται, τῆς δὲ τοῦ υἱοῦ φύσεως διὰ τῆς τῶν ἐνεργειῶν ταὐτότητος οὐκ ἀλ λότριον ἀπεδείχθη τὸ πνεῦμα τὸ ἅγιον, μία κατὰ τὸ ἀκόλουθον ἀποδέδεικται τῆς ἁγίας τριάδος ἡ φύσις, οὐ συγχεομένης ἐφ' ἑκάστης τῶν ὑποστάσεων τῆς κατ' ἐξαίρε τον ἐπιθεωρουμένης αὐταῖς ἰδιότητος, οὐδὲ τῶν γνωρισ μάτων ἐν ἀλλήλοις ἀλλασσομένων, ὥστε τὸ σημεῖον τῆς πατρικῆς ὑποστάσεως ἐπὶ τὸν υἱὸν ἢ τὸ πνεῦμα μετενεχ θῆναι, ἢ τοῦ υἱοῦ πάλιν ἑνὶ τῶν προκειμένων ἐφαρμοσ θῆναι, ἢ τὴν τοῦ πνεύματος ἰδιότητα τῷ πατρὶ καὶ τῷ υἱῷ ἐπιφαίνεσθαι. Ἀλλ' ἐν τῇ κοινότητι τῆς φύσεως ἀκοινώνητος ἡ τῶν ἰδιαζόντων θεωρεῖται διάκρισις. Ἴδιον τοῦ πατρὸς τὸ μὴ ἐξ αἰτίου εἶναι. Τοῦτο οὐκ ἔστιν ἰδεῖν ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος· ὅ τε γὰρ υἱὸς ἐκ τοῦ πατρὸς ἐξῆλθε, καθώς φησιν ἡ γραφὴ, καὶ τὸ πνεῦμα ἐκ τοῦ θεοῦ καὶ παρὰ τοῦ πατρὸς ἐκπορεύεται. Ἀλλ' ὥς περ τὸ ἄνευ αἰτίας εἶναι, μόνου τοῦ πατρὸς ὂν, τῷ υἱῷ

Intertext edge

Open linked passage

Note