De oratione dominica orationes v
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Προς ευχῆς ἡμῖν διδασκαλίαν ὁ θεῖος ὑφηγεῖται λόγος, δι' ἧς τοῖς ἀξίοις αὐτοῦ μαθηταῖς, τοῖς ἐν σπουδῇ τὴν γνῶσιν τῆς προςευχῆς ἐπιζητοῦσιν, ὅπως οἰκειοῦσθαι προςήκει τὴν θείαν ἀκοὴν διὰ τῶν ῥημάτων τῆς προς ευχῆς ὑποτίθεται. Ἐγὼ δὲ τολμήσας μικρὸν ἄν τι προς θείην τοῖς γεγραμμένοις, ὅτι οὐ τὸ πῶς δεῖ προσεύχεσθαι τὸν παρόντα σύλλογον διδάσκεσθαι χρὴ, ἀλλ' ὅ τι δεῖ πάντως προσεύχεσθαι, ὅπερ οὔπω τάχα δέδεκται ἡ τῶν πολλῶν ἀκοή· ἠμέληται γὰρ ἐν τῷ βίῳ καὶ παρεώραται τοῖς πολλοῖς τὸ ἱερὸν τοῦτο καὶ ἔνθεον ἔργον, ἡ προςευχή. Περὶ τούτου τοίνυν δοκεῖ μοι καλῶς ἔχειν πρῶτον ὡς ἔστι δυνατὸν λόγῳ διαμαρτύρασθαι τὸ δεῖν πάντως τῇ προςευχῇ προςκαρτερεῖν, καθώς φησιν ὁ ἀπόστολος, εἶθ' οὕτως ἀκοῦσαι τῆς θείας φωνῆς τῆς ὑποτιθεμένης ἡμῖν τὸν τρόπον ὅπως χρὴ προςάγειν τῷ κυρίῳ τὴν δέησιν· ὁρῶ γὰρ ὅτι πάντα μᾶλλον ἐν τῷ παρόντι σπουδάζεται βίῳ, ἄλλου πρὸς ἄλλο τι τῇ ψυχῇ τετραμμένου, τὸ δὲ τῆς 204 εὐχῆς ἀγαθὸν διὰ σπουδῆς τοῖς ἀνθρώποις οὐκ ἔστιν. Ἐπορθρίζει ταῖς ἐμπορίαις ὁ κάπηλος, πρὸ τῶν ὁμοτέχνων τὸ οἰκεῖον ἐπιδεῖξαι τοῖς ὠνουμένοις φιλονεικῶν, ὡς ἂν προ λάβοι τοῦ δεομένου τὴν χρείαν, ὑποφθάσας τοὺς ἄλλους, καὶ τὸ οἰκεῖον ἀπεμπολήσειεν. Ὡςαύτως καὶ ὁ ὠνούμενος τὸ μὴ διαμαρτεῖν τοῦ πρὸς τὴν χρείαν ἐν τῷ προληφθῆναι παρ' ἑτέρου πρὸ ὀφθαλμῶν ἔχων οὐκ ἐπὶ τὸ εὐκτήριον, ἀλλ' ἐπὶ τὸ πρατήριον τρέχει, καὶ πάντων τὴν ἴσην πρὸς τὸ κέρδος ἐχόντων ἐπιθυμίαν, καὶ φθάσαι τὸν πέλας φιλο νεικούντων, ἐξεκλάπη διὰ τῶν σπουδαζομένων ἡ τῆς προς ευχῆς ὥρα, εἰς τὴν ἐμπορίαν μετατεθεῖσα. Οὕτως ὁ χει ροτέχνης, οὕτως ὁ περὶ λόγους ἠσχολημένος, οὕτως ὁ δικαζόμενος, οὕτως ὁ δικάζειν λαχὼν, περὶ τὰ ἐν χερσὶν ἕκαστος ὅλος τῇ σπουδῇ ῥέπων, ἐκλέλησται τῆς κατὰ τὴν εὐχὴν ἐργασίας, ζημίαν κρίνων πρὸς τὸ προκείμενον ἑαυ τῷ τὴν περὶ τὸν θεὸν ἀσχολίαν. Οἴεται γὰρ ὁ μὲν τὴν τέχνην μετιὼν ἀργόν τι χρῆμα καὶ ἄπρακτον εἶναι τὴν θείαν πρὸς τὸ προκείμενον συμμαχίαν· διὸ καταλιπὼν τὴν εὐχὴν ἐν ταῖς χερσὶ τὰς ἐλπίδας τίθεται, ἀμνημονῶν τοῦ δεδωκότος τὰς χεῖρας. Ὡςαύτως καὶ ὁ τὸν λόγον δι' ἐπιμελείας κατορθῶν ἑαυτῷ οὐ λογίζεται τὸν δεδωκότα τὸν λόγον, ἀλλ' ὡς ἑαυτὸν εἰς τὴν φύσιν ταύτην παραγα γὼν πρὸς ἑαυτὸν βλέπει καὶ ταῖς τῶν μαθημάτων προς ανέχει σπουδαῖς, οὐδὲν ἐκ τῆς τοῦ θεοῦ συνεργίας αὐτῷ γενήσεσθαι τῶν ἀγαθῶν νομίζων προτιμοτέραν ποιεῖται τῆς προςευχῆς τὴν σπουδήν. Τὸν αὐτὸν τρόπον καὶ τὰ λοιπὰ τῶν ἐπιτηδευμάτων ἐκκρούει τὴν περὶ τὰ μείζω καὶ οὐράνια τῆς ψυχῆς ἀσχολίαν τῇ τῶν σωματικῶν τε καὶ γηΐνων φροντίδι. Διὰ τοῦτο πολλὴ κατὰ τὸν βίον ἡ ἁμαρτία, ἀεὶ ταῖς προςθήκαις ἐπὶ τὸ μεῖζον αὔξουσα, πάσαις ταῖς ἀνθρωπίναις σπουδαῖς ἐμπεπλεγμένη, διότι λήθη τοῦ θεοῦ κατακρατεῖ τῶν πάντων, καὶ τὸ τῆς εὐ χῆς ἀγαθὸν τοῖς ἀνθρώποις τῶν σπουδαζομένων οὐ συνε φάπτεται. Τῇ ἐμπορίᾳ συνειςέρχεται ἡ πλεονεξία· πλεον 206 εξία δέ ἐστιν εἰδωλολατρεία. Οὕτως ὁ γεωργὸς οὐ ταῖς ἀναγκαίαις χρείαις συμμετρεῖ τὴν γεωπονίαν, ἀλλ' ἀεὶ πρὸς τὰ πλείω τὴν σπουδὴν ἐπεκτείνων πολλὴν δίδωσι τῇ ἁμαρτίᾳ κατὰ τοῦ ἐπιτηδεύματος εἴςοδον, τοῖς ἀλ λοτρίοις ὅροις ἐμπλατυνόμενος. Ὅθεν αἱ δυσθεράπευτοι φύονται φιλονεικίαι, περὶ τῶν τῆς γῆς ὅρων ἀντεγει ρομένων ἀλλήλοις τῶν τῇ ὁμοίᾳ νόσῳ τῆς πλεονεξίας κεκρατημένων. Ἐντεῦθεν οἱ θυμοὶ καὶ αἱ πρὸς τὸ κακὸν ὁρμαὶ καὶ αἱ κατ' ἀλλήλων ἐπιχειρήσεις αἵματι καὶ φόνῳ πολλάκις καθίστανται. Ὡςαύτως αἱ περὶ τὰ δικαστήρια σπουδαὶ ταῖς πολυτρόποις ἁμαρτίαις ὑπηρετοῦσιν, μυρίας τῆς ἀδικίας συνηγορίας εὑρίσκουσαι. Ὁ δικαστὴς ἢ ἑκὼν πρὸς τὸ λῆμμα τὸν τοῦ δικαίου ζυγὸν ἀπέκλινεν, ἢ ἀκου σίως τῇ περιεργίᾳ τῶν τὴν ἀλήθειαν συγχεόντων παρα κρουσθεὶς τὴν ἀδικίαν ἐκύρωσεν. Καὶ τί ἄν τις τὰ καθ' ἕκαστον λέγοι δι' ὧν ἡ ἁμαρτία πολυσχιδῶς καὶ πολυτρό πως τῇ ἀνθρωπίνῃ ζωῇ καταμίγνυται, ἧς αἴτιον οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ μὴ συμπαραλαμβάνεσθαι παρὰ τῶν ἀν θρώπων τὴν τοῦ θεοῦ συμμαχίαν πρὸς τὰ ἐν χερσὶ σπουδαζόμενα; Ἐὰν εὐχὴ τῆς σπουδῆς προηγήσηται, ἡ ἁμαρ τία πάροδον κατὰ τῆς ψυχῆς οὐχ εὑρήσει· τῆς γὰρ τοῦ θεοῦ μνήμης ἐν τῇ καρδίᾳ καθιδρυμένης ἄπρακτοιμένουσιν αἱ τοῦ ἀντικειμένου ἐπίνοιαι, πανταχοῦ τῆς δικαιοσύνης ἐν τοῖς ἀμφιςβητουμένοις μεσιτευούσης. Ἐπέχει καὶ τὸν γεωργὸν τῆς ἁμαρτίας ἡ προσευχή, ἐν ὀλίγῳ πό νῳ τῆς γῆς τοὺς καρποὺς πλεονάζουσα, ὡς μηκέτι τῇ τοῦ πλείονος ἐπιθυμίᾳ συνειςιέναι τὴν ἁμαρτίαν. Οὕτως ὁ ὁδοιπόρος, οὕτως ὁ ἐπὶ στρατείαν ἢ γάμον στελλόμενος, οὕτως πᾶς ὁστιςοῦν τῶν πρός τι τὴν ὁρμὴν ἐχόντων, εἰ μετ' εὐχῆς ἕκαστον πράττοι, τῇ πρὸς τὸ σπουδαζόμενον εὐοδίᾳ τοῦ ἁμαρτάνειν ἀποτραπήσεται, οὐδενὸς ἐναντίου τὴν ψυχὴν πρὸς πάθος καθέλκοντος. Εἰ δὲ ἀποστὰς τοῦ θεοῦ ὅλος γένοιτο τῆς σπουδῆς, ἀνάγκη πᾶσα τὸν ἔξω 208 θεοῦ ὄντα ἐν τῷ ἐναντίῳ πάντως εἶναι. Χωρίζεται δὲ τοῦ θεοῦ ὁ μὴ συνάπτων ἑαυτὸν διὰ προςευχῆς τῷ θεῷ. Οὐκοῦν τοῦτο χρὴ πρότερον ἡμᾶς διδαχθῆναι τῷ λόγῳ ὅτι δεῖ πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν. Ἐκ γὰρ τοῦ προςεύχεσθαι περιγίνεται τὸ μετὰ θεοῦ εἶ ναι· ὁ δὲ μετὰ θεοῦ ὢν τοῦ ἀντικειμένου κεχώρισται. Προσευχή σωφροσύνης ἐστὶ φυλακτήριον, θυμοῦ παιδαγω γία, τύφου καταστολὴ, μνησικακίας καθάρσιον, φθόνου καθαίρεσις, ἀδικίας ἀναίρεσις, ἀσεβείας ἐπανόρθωσις. Προς ευχὴ σωμάτων ἐστὶν ἰσχὺς, οἰκίας εὐθηνία, πόλεως εὐνο μία, βασιλείας κράτος, πολέμου τρόπαιον, εἰρήνης ἀσφάλεια, τῶν διεστώτων συναγωγὴ, τῶν συνεστώτων διαμονή· Προσευχή παρθενίας ἐστὶ σφραγὶς, γάμου πίστις, ὁδοιπόροις ὅπλον, κοιμωμένων φύλαξ, ἐγρηγορότων θάρσος, γεωργῶν εὐφορία, ναυτιλλομένων σωτηρία. Προσευχή κρινομένων συνήγορος, δεδεμένων ἄνεσις, κεκμηκότων ἀνά παυσις, λυπουμένων παραμυθία, χαιρόντων θυμηδία, πεν θούντων παράκλησις, γαμούντων στέφανος, γενεθλίων ἑορτὴ, ἀποθνησκόντων ἐντάφιον. Προσευχή θεοῦ ὁμιλία, τῶν ἀοράτων θεωρία, τῶν ἐπιθυμουμένων πληροφορία, τῶν ἀγγέλων ὁμοτιμία, τῶν καλῶν προκοπὴ, τῶν κακῶν ἀποτροπὴ, τῶν ἁμαρτανομένων διόρθωσις, τῶν παρόν των ἀπόλαυσις, τῶν ἐλπιζομένων ὑπόστασις. Προσευχή τῷ μὲν Ἰωνᾷ τὸ κῆτος οἶκον ἐποίησεν, τὸν δὲ Ἐζεκίαν ἐκ τῶν πυλῶν τοῦ θανάτου πρὸς τὴν ζωὴν ἐπανήγαγεν, τοῖς δὲ τρισὶ νέοις εἰς πνεῦμα δροσῶδες τὴν φλόγα ἔτρε ψεν, καὶ τοῖς Ἰσραηλίταις κατὰ τῶν Ἀμαληκιτῶν ἀνέστησε τρόπαιον, καὶ τὰς ἑκατὸν ὀγδοήκοντα καὶ πέντε τῶν Ἀσσυρίων χιλιάδας μιᾷ νυκτὶ τῇ ἀοράτῳ ῥομφαίᾳ κατέστρωσεν. Καὶ μυρία πρὸς τούτοις ἔστιν εὑρεῖν ἐκ τῶν ἤδη γεγενημένων τὰ ὑποδείγματα δι' ὧν φανερὸν γίνεται τὸ μηδὲν τῆς προςευχῆς εἶναι τῶν κατὰ τὴν ζωὴν τιμίων ἀνώτερον. Ἀλλὰ καιρὸς ἂν εἴη πρὸς αὐτὴν ἤδη τὴν προς ευχὴν ἀσχοληθῆναι· μᾶλλον δὲ μικρὸν ἔτι προσθωμεν τῷ 210 λόγῳ, ὅτι πολλῶν καὶ παντοδαπῶν ἀγαθῶν παρὰ τῆς θείας χάριτος ἡμῖν ὑπαρξάντων ἓν τοῦτο πρὸς ἀντίδοσιν ὧν εἰλήφαμεν ἔχομεν, τὸ διὰ προςευχῆς τε καὶ εὐχαριστίας τὸν εὐεργέτην ἀμείβεσθαι. Λογίζομαι τοίνυν ὅτι, κἂν πάσῃ τῇ ζωῇ τὴν πρὸς τὸν θεὸν ὁμιλίαν συμπαρατείνωμεν εὐχα ριστοῦντες καὶ προςευχόμενοι, τοσοῦτον τῆς κατὰ τὴν ἀντί δοσιν ἀξίας ἀπολειπόμεθα ὅσον εἰ μηδὲ τὴν ἀρχὴν ἀντιδοῦ ναι τῷ εὐεργέτῃ προεθυμήθημεν. Ἐν τρισὶ τμήμασι τὸ χρο νικὸν μετρεῖται διάστημα, τῷ παρῳχηκότι, τῷ ἐνεστῶτι καὶ τῷ μέλλοντι. Ἐν τοῖς τρισὶ τούτοις ἡ εὐεργεσία τοῦ κυ ρίου καταλαμβάνεται. Ἐὰν τὸ ἐνεστὼς λογίσῃ, ἐν αὐτῷ ζῇς· ἐὰν τὸ μέλλον, ἐκεῖνός σοι ἡ τῶν προςδοκωμένων ἐστὶν ἐλπίς· ἐὰν τὸ παρελθὸν, οὐκ ἂν ἦς πρὶν ἂν παρ' ἐκείνου γενέσθαι. Εὐηργετήθης αὐτὸ τὸ γενέσθαι παρ' ἐκείνου λαβὼν, καὶ γενόμενος εὐηργέτησαι ἐν αὐτῷ ζῶν καὶ κινούμενος, καθώς φησιν ὁ ἀπόστολος. Αἱ τῶν μελλόντων ἐλπίδες τῆς αὐτῆς εὐεργεσίας ἤρτηνται. Σὺ δὲ μόνου τοῦ ἐνεστῶτος εἶ κύριος. Ὥστε, κἂν διὰ παντὸς εὐ χαριστῶν τῷ θεῷ μὴ διαλίπῃς, μόγις τοῦ ἐνεστῶτος ἀπο πληρώσεις τὴν χάριν, οὔτε τοῦ μέλλοντος, οὔτε τοῦ παρῳχηκότος ἐπίνοιαν ἐξευρίσκων τινὰ πρὸς τὴν τῶν χρεωστουμένων ἀντίδοσιν. Ἡμεῖς δὲ, τοσοῦτον τῆς κατὰ δύναμιν εὐχαριστίας ἀπολειπόμενοι, οὐδὲ περὶ τὸ δυνατὸν εὐ γνωμονοῦμεν, οὐ λέγω πᾶσαν ἡμέραν, ἀλλ' οὐδὲ πολλοστὸν τῆς ἡμέρας τῇ κατὰ θεὸν ἀποκληροῦντες σχολῇ. Τίς μοι τὴν γῆν ὑπεστόρεσεν; τίς βάσιμον δι' ἐπινοίας τὴν ὑγρὰν φύσιν ἐποίησεν; τίς ἔπηξέν μοι τὸν οὐρανὸν ὡς καμάραν; τίς δᾳδουχεῖ μοι τὴν τοῦ ἡλίου λαμπάδα; τίς ἀποστέλλει πηγὰς ἐν φάραγξιν; τίς ἡτοίμασεν τοῖς ποταμοῖς τὰς διόδους; τίς μοι τὴν τῶν ἀλόγων ζώων ὑπηρεσίαν ὑπέζευξεν; τίς με κόνιν ἄψυχον ὄντα ζωῆς τε καὶ διανοίας 212 μετέχειν ἐποίησεν; τίς τὸν πηλὸν τοῦτον κατ' εἰκόνα τοῦ θείου χαρακτῆρος ἐμόρφωσεν; τίς συγχεθεῖσαν ἐν ἐμοὶ διὰ τῆς ἁμαρτίας τὴν θείαν εἰκόνα πάλιν εἰς τὴν ἀρχαί αν ἐπανήγαγε χάριν; τίς ἐξοικισθέντα με τοῦ παραδείσου, καὶ τοῦ ξύλου τῆς ζωῆς ἔξω γενόμενον, καὶ τῷ βαράθρῳ τῆς ὑλικῆς ζωῆς συγκαλυφθέντα ἐπὶ τὴν πρώτην ἕλκει μακαριότητα; Οὐκ ἔστιν ὁ συνιὼν, φησὶν ἡ γραφή. Ἦ γὰρ ἂν πρὸς ταῦτα ὁρῶντες ἄληκτον ἂν καὶ ἀκατάπαυστον ἐν παντὶ τῷ τῆς ζωῆς διαστήματι τὴν εὐχαριστίαν ἀπεπλη ροῦμεν. Νυνὶ δὲ πρὸς μόνον τὸ ὑλικὸν πᾶσα σχεδὸν ἐγρήγορεν ἡ ἀνθρωπίνη φύσις, πρὸς τοῦτο ἡ σπουδὴ, ἐν τούτῳ ἡ προθυμία περὶ ταῦτα καὶ ἡ μνήμη καὶ ἡ ἐλπὶς καταγίνεται· ἄϋπνός ἐστι καὶ ἀκοίμητος πρὸς τὴν τοῦ πλεί ονος ἐπιθυμίαν ἡ ἀνθρωπίνη φύσις ἐν παντὶ πράγματι ἐν ᾧ δυνατόν ἐστιν ἐξευρεθῆναι τὸ πλέον, εἴτε κατὰ τιμήν τε καὶ δόξαν, εἴτε κατὰ τὴν τῶν χρημάτων περιουσίαν, εἴτε κατὰ τὴν τοῦ θυμοῦ νόσον, πανταχοῦ πρὸς τὸ πλέον ἐν τού τοις ἡ φύσις βλέπει. Τῶν δὲ ἀληθινῶν τοῦ θεοῦ ἀγαθῶν λόγος οὐδεὶς, οὔτε τῶν φαινομένων, οὔτε τῶν ἐπηγγελμένων. Ἀλλὰ καιρὸς ἂν εἴη καὶ τῶν τῆς προςευχῆς ῥημάτων κατιδεῖν, ὡς ἔστι δυνατὸν, τὴν διάνοιαν· δῆλον γὰρ ὅτι τὸ τυχεῖν ὧν βουλόμεθα διὰ τοῦ μαθεῖν ὅπως προςήκει ποι εῖσθαι τὴν αἴτησιν περιγίνεται. Τίς οὖν ἡ διδαχή; Προςευχόμενοι, φησὶν, μὴ βαττολογεῖτε, ὥςπερ οἱ ἐθνικοί· δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὑτῶν εἰς ακουσθήσονται. Τάχα μὲν οὖν αὐτόθεν ἔχει τὸ σαφὲς ἡ τῆς διδασκαλίας διάνοια, γυμνότερον ἡμῖν ἐκτεθεῖ σα, καὶ οὐδὲν δεομένη τῆς λεπτοτέρας κατανοήσεως· πλὴν ἄξιον ἐξετάσαι τί σημαίνει τῆς βαττολογίας τὸ ῥῆμα, ὡς ἂν μαθόντες τὴν διάνοιαν ἔξω τοῦ ἀπηγορευ μένου γενοίμεθα. Δοκεῖ τοίνυν μοι σωφρονίζειν τε καὶ συστέλλειν τὴν χαυνότητα τῆς διανοίας τῶν ταῖς ματαίαις ἐπιθυμίαις ἐμβαθυνόντων, καὶ διὰ τοῦτο τὴν ξένην ταύ