Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De opificio hominis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Textus receptus
25.1
ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ. Πῶς ἄν τις καὶ τῶν ἔξωθεν προσαχθείη πιστεῦσαι τῇ Γραφῇ περὶ τῆς ἀναστάσεως διδασκούσῃ. Ἀλλ' ἴσως τις πρὸς τὰ διαλυθέντα σώματα βλέπων, καὶ πρὸς τὸ μέτρον τῆς ἰδίας δυνάμεως τὸ Θεῖον κρίνων, τὸν τῆς ἀναστάσεως λόγον ἀδύνατον εἶναί φησι, καὶ στήσεσθαι τὰ νῦν κινούμενα, καὶ ἀναστήσεσθαι: τὰ νῦν μὴ κινούμενα μὴ ἐνδέχεσθαι λέγων: ἀλλ' ὁ τοιοῦτος πρῶτον μὲν καὶ μέγιστον ποιείσθω τεκμήριον τῆς κατὰ τὴν ἀνάστασιν ἀληθείας, τὸ τοῦ κηρύγματος αὐτῆς ἀξιόπιστον: ἡ δὲ τῶν λεγομένων πίστις ἐκ τῆς τῶν λοιπῶν τῶν προῤῥηθέντων ἐκβάσεως τὸ ἀσφαλὲς ἔχει. Ἐπειδὴ γὰρ πολλούς τε καὶ παντοδαποὺς παρέθετο λόγους ἡ θεία Γραφὴ, δυνατόν ἐστιν ὅπως ἂν ἔχῃ ψεύδους ἢ ἀληθείας τὰ λοιπὰ τῶν εἰρημένων θεασαμένους, δι' ἐκείνων καὶ τὸ περὶ τῆς ἀναστάσεως δόγμα κατανοῆσαι. Εἰ μὲν γὰρ ἐν τοῖς ἄλλοις ψευδεῖς οἱ λόγοι, καὶ διεσφαλμένοι τῆς ἀληθείας ἐλέγχονται, οὐδὲ τοῦτο πάντως ἐκτὸς ψεύδους ἐστίν. Εἰ δὲ τὰ ἄλλα πάντα μαρτυροῦσαν ἔχει τῇ ἀληθείᾳ τὴν πεῖραν, ἀκόλουθον ἂν εἴη δι' ἐκείνων καὶ τὴν περὶ τῆς ἀναστάσεως πρόῤῥησιν ἀληθῆ νομίσαι. Οὐκοῦν ἐπιμνησθῶμεν ἑνὸς ἢ δυοῖν τῶν προκατηγγελμένων, καὶ ἀντιπαραθῶμεν τοῖς προῤῥηθεῖσι τὴν ἔκβασιν, ὥστε γνῶναι δι' αὐτῶν, εἰ πρὸς τὴν ἀλήθειαν ὁ λόγος βλέπει. Τίς οὐκ οἶδεν ὅπως ἤνθει κατὰ τὸ ἀρχαῖον ὁ Ἰσραηλίτης λαὸς, πάσαις ταῖς κατὰ τὴν οἰκουμένην δυναστείαις ἀντεγειρόμενος; οἷα ἦν τὰ βασίλεια κατὰ τὴν τῶν Ἱεροσολύμων πόλιν; οἷα τὰ τείχη; οἱ πύργοι; ἡ τοῦ ἱεροῦ μεγαλουργία; ἅπερ καὶ τοῖς μαθηταῖς τοῦ Κυρίου ἄξια θαύματος ἐνομίσθη, καὶ κατανοεῖν ἀξιοῦσι τὸν Κύριον, θαυμαστικῶς περὶ τὰ φαινόμενα διατεθέντες, ὡς ἡ τοῦ Εὐαγγελίου ἱστορία δηλοῖ, λέγοντες πρὸς αὐτόν:« Ποταπὰ τὰ ἔργα καὶ ποταπαὶ αἱ οἰκοδομαί!» ὁ δὲ τὴν ἐσομένην περὶ τὸν τόπον ἐρήμωσιν, καὶ τὸν ἀφανισμὸν τοῦ κάλλους ἐκείνου πρὸς τοὺς τὸ παρὸν θαυμάζοντας ὑποδείκνυσι, λέγων μηδὲν τῶν φαινομένων μετ' ὀλίγον ὑπολειφθήσεσθαι. Ἀλλὰ καὶ παρὰ τὸν τοῦ πάθους καιρὸν, αἱ μὲν γυναῖκες ἐπηκολούθουν θρηνοῦσαι τὴν ἄδικον ἐπ' αὐτῷ ψῆφον: οὔπω γὰρ εἰς τὴν τῶν γινομένων οἰκονομίαν ἀπέβλεπον: ὁ δὲ συμβουλεύει τὰ μὲν περὶ αὐτὸν γινόμενα σιωπᾷν: μηδὲ γὰρ εἶναι δακρύων ἄξια: ὑπερθέσθαι δὲ τὸν ὀδυρμὸν καὶ τὸν θρῆνον εἰς τὸν ἀληθῆ τῶν δακρύων καιρὸν, ὅταν περισχεθῇ τοῖς πολιορκοῦσιν ἡ πόλις, καὶ εἰς τοσοῦτον συνοχῆς ἔλθῃ τὰ πάθη, ὡς μακαριστὸν ἡγεῖσθαι τὸν μὴ γεννώμενον. Ἐν οἷς καὶ τὸ περὶ τὴν τεκνοφάγον προεμήνυσεν ἄγος, εἰπὼν μακαρισθήσεσθαι κατὰ τὰς ἡμέρας ἐκείνας τὴν γαστέρα τὴν ἄγονον. Ποῦ τοίνυν ἐκεῖνα τὰ βασίλεια; ποῦ τὸ ἱερόν; ποῦ τὰ τείχη: ποῦ τῶν πύργων αἱ προβολαί; ποῦ δὲ ἡ τῶν Ἰσραηλιτῶν δυναστεία; οὐχ οἱ μὲν κατὰ πᾶσαν μικροῦ δεῖν τὴν οἰκουμένην ἄλλος ἀλλαχῆ διεσπάρησαν; τῇ δὲ τούτων καταστροφῇ συνηρειπώθη καὶ τὰ βασίλεια; Δοκεῖ γάρ μοι ταῦτα καὶ τὰ τοιαῦτα προμηνῦσαι ὁ Κύριος, οὐ τῶν πραγμάτων χάριν( τί γὰρ τοσοῦτον ἦν τοῖς ἀκούουσι κέρδος τῶν πάντως ἐκβησομένων ἡ πρόῤῥησις; ἔγνωσαν γὰρ ἂν τῇ πείρᾳ, καὶ μὴ προμαθόντες τὸ γενησόμενον), ἀλλ' ὥστε διὰ τούτων αὐτοῖς καὶ τὴν περὶ τῶν μειζόνων πίστιν εἰς ἀκολουθίαν ἐλθεῖν. Ἡ γὰρ ἐν τούτοις διὰ τῶν ἔργων μαρτυρία, καὶ τῆς ἐν ἐκείνοις ἀληθείας ἐστὶν ἀπόδειξις. Ὥσπερ γὰρ εἴ τινος γεωργοῦ τὴν τῶν σπερμάτων ὑφηγουμένου δύναμιν, ἀπιστεῖν συμβῇ τὸν τῆς γεωργίας ἀπείρατον, αὐτάρκης ἂν εἰς ἀπόδειξιν τῆς ἀληθείας ἦν τῷ γεηπόνῳ ἐν ἑνὶ σπέρματι τῶν ἐν τῷ μεδίμνῳ κειμένων δείξαντι τὴν δύναμιν, καὶ περὶ τῶν λοιπῶν ἐγγυᾶσθαι. Ὁ γὰρ ἰδὼν τὸν ἕνα πυρὸν, ἢ τὴν μίαν κριθὴν, ἢ ὅ τι περ ἂν ἐν τῷ πληρώματι τοῦ μεδίμνου τύχῃ, μετὰ τὸ ἐγκαταβληθῆναι τῇ βώλῳ στάχυν γενόμενον, οὐκέτι ἂν διὰ τοῦ ἑνὸς, οὐδὲ περὶ τῶν λοιπῶν ἀπιστήσειεν. Οὕτως ἱκανή μοι δοκεῖ πρὸς μαρτυρίαν εἶναι τοῦ κατὰ τὴν ἀνάστασιν μυστηρίον, ἡ τοῖς λοιποῖς τῶν εἰρημένων συνομολογουμένη ἀλήθεια. Μᾶλλον δὲ καὶ αὐτῆς τῆς ἀναστάσεως ἡ πεῖρα, ἥν οὐ διὰ λόγων τοσοῦτον, ὅσον δι' αὐτῶν τῶν ἔργων ἐδιδάχθημεν. Ἐπειδὴ γὰρ μέγα καὶ ὑπὲρ πίστιν ἦν τὸ κατὰ τὴν ἀνάστασιν θαῦμα, διὰ τῶν κατωτέρων τῆς θαυματοποιίας ἀρξάμενος, ἡρέμα πως τὴν πίστιν ἡμῶν προσεθίζει τοῖς μείζοσι. Καθάπερ γάρ τις μήτηρ καταλλήλως τιθηνουμένη τὸ νήπιον, τέως μὲν ἁπαλῷ τε καὶ ὑγρῷ τῷ στόματι τὸ γάλα διὰ τῆς θηλῆς ἐντίθησιν: ὀδοντοφυοῦντι δὲ ἤδη καὶ αὐξανομένῳ προσάγει τὸν ἄρτον, οὐ τραχύν τε καὶ ἀκατέργαστον, ὡς ἂν μὴ περιξανθείη τῷ σκληρῷ τῆς τροφῆς τὸ τῶν οὔλων ἁπαλόν τε καὶ ἀγύμναστον, ἀλλὰ τοῖς ἰδίοις ὀδοῦσι καταλεάνασα, σύμμετρόν τε καὶ κατάλληλον τῇ δυνάμει τοῦ προσφερομένου ἐποίησεν: εἶτα κατὰ προσθήκην τῆς δυνάμεως ἐπιδιδούσης, προσεθισθὲν τοῖς ἁπαλωτέροις ἠρέμα τὸ νήπιον προσάγει τῇ στερεωτέρᾳ τροφῇ: οὕτω τὴν ἀνθρωπίνην μικροψυχίαν ὁ Κύριος, οἷόν τι νήπιον ἀτελὲς διὰ τῶν θαυμάτων τρέφων καὶ τιθηνούμενος, πρῶτον μὲν ἐν ἀπεγνωσμένῃ νόσῳ τὴν τῆς ἀναστάσεως προοιμιάζεται δύναμιν, ὃ μέγα μὲν ἦν τῷ κατορθώματι, οὐ μὴν τοιοῦτον, οἷον ἀπιστεῖσθαι λεγόμενον. Ἐπιτιμήσας γὰρ τῷ πυρετῷ σφοδρῶς τὴν πενθερὰν τοῦ Σίμωνος καταφλέγοντι, τοσαύτην ἐποίησε τοῦ κακοῦ τὴν μετάστασιν, ὡς πρὸς τὸ διακονεῖν τοῖς παροῦσιν ἐνισχύσαι τὴν ἤδη προσδοκωμένην τεθνήξεσθαι. Εἴτα μικρόν τι τῇ δυνάμει προστίθησι, καὶ τοῦ βασιλικοῦ τὸν υἱὸν ἐν ὁμολογουμένῳ κινδύνῳ κείμενον( οὕτω γάρ φησιν ἡ ἱστορία, ὅτι ἔμελλε τελευτᾷν, τοῦ πατρὸς βοῶντος:« Κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον:») ἐνεργεῖ πάλιν τοῦ τεθνήξεσθαι πεπιστευμένου τὴν ἀνάστασιν, ἐν μείζονι τῇ δυνάμει τὸ θαῦμα κατεργασάμενος, τῷ μηδὲ πλησιάσαι τῷ τόπῳ, ἀλλὰ πόῤῥωθεν τῇ τοῦ προστάγματος ἰσχύϊ τὴν ζωὴν ἀποστεῖλαι. Πάλιν δι' ἀκολουθίας τοῖς ὑψηλοτέροις ἐπαναβαίνει θαύμασι. Πρὸς γὰρ τὴν παῖδα τοῦ ἀρχισυναγώγου ὁρμήσας, ἑκὼν ἔδωκε τῇ ὁδοιπορίᾳ σχολὴν, τὴν ἴασιν τῆς αἱμοῤῥοΐας δημοσιεύων λαθοῦσαν, ὡς ἂν ἐν τῷ χρόνῳ τούτῳ κατακρατήσειε τῆς νοσούσης ὁ θάνατος. Ἄρτι τοίνυν τῆς ψυχῆς χωρισθείσης τοῦ σώματος, καὶ θορυβουμένων ἐν τῇ γοερᾷ κραυγῇ τῶν ἐπικωκυόντων τῷ πάθει, καθάπερ ἐξ ὕπνου τῷ προστακτικῷ λόγῳ διανίστησι πάλιν πρὸς τὴν ζωὴν τὸ κοράσιον, ὀδῷ τινι καὶ ἀκολουθίᾳ πρὸς τὸ μεῖζον ἀναλαμβάνων τὴν ἀνθρωπίνην ἀσθένειαν. Εἶτ' ἐπὶ τούτοις ὑπερβαίνει τῷ θαύματι, καὶ δι' ὑψηλοτέρας δυνάμεως ὁδοποιεῖ τοῖς ἀνθρώποις τὴν περὶ τῆς ἀναστάσεως πίστιν. Νάϊν τινὰ πόλιν κατὰ τὴν Ἰουδαίαν ἱστορεῖ ἡ Γραφή. Παῖς ἦν ἐν ταύτῃ μονογενὴς χήρᾳ τινὶ, οὐκέτι τοιοῦτος παῖς, οἷος ἐν μειρακίοις εἶναι, ἀλλ' ἤδη ἐκ παίδων εἰς ἄνδρας τελῶν. Νεανίαν αὐτὸν ὀνομάζει ὁ λόγος: πολλὰ δι' ὀλίγων διηγεῖται ἡ ἱστορία: θρῆνος ἄντικρύς ἐστι τὸ διήγημα. Χήρα, φησὶν, ἦν τοῦ τεθνηκότος ἡ μήτηρ. Ὁρᾷς τὸ βάρος τῆς συμφορᾶς, πῶς ἐν ὀλίγῳ τὸ πάθος ὁ λόγος ἐξετραγῴδησε; Τί γάρ ἐστι τὸ λεγόμενον, ὅτι οὐκ ἦν αὐτῇ παιδοποιίας ἐλπὶς, τὴν ἐπὶ τῷ ἐκλείποντι συμφορὰν θεραπεύουσα: χήρα γὰρ ἡ γυνή. Οὐκ εἶχε πρὸς ἕτερον ἀντὶ τοῦ κατοιχομένου βλέπειν: μονογενὴς γὰρ ὁ τόκος. Ὅσον δὲ τὸ ἐπὶ τούτῳ κακὸν, παντὶ ῥᾴδιον συνιδεῖν τῷ μὴ ἀπεξενωμένῳ τῆς φύσεως. Μόνον ἐν ὠδῖσιν ἐκεῖνον ἐγνώρισε, μόνον ταῖς θηλαῖς ἐτιθηνήσατο: μόνος αὐτῇ φαιδρὰν ἐποίει τὴν τράπεζαν: μόνος ἦν τῆς κατὰ τὸν οἶκον φαιδρότητος ἡ ὑπόθεσις: παίζων, σπουδάζων, ἀσκούμενος, φαιδρυνόμενος, ἐν προόδοις, ἐν παλαίστραις, ἐν συλλόγοις νεότητος: πᾶν ὅ τι μητρὸς ὀφθαλμοῖν γλυκύ τε καὶ τίμιον, μόνος ἐκεῖνος ἦν. Ἤδη τοῦ γάμου τὴν ὥραν ἄγων, ὁ τοῦ γένους ὅρπηξ, ὁ τῆς διαδοχῆς κλάδος, ἡ βακτηρία τοῦ γήρους. Ἀλλὰ καὶ ἡ τῆς ἡλικίας προσθήκη, ἄλλος θρῆνος ἦν. Ὁ γὰρ νεανίαν εἰπὼν, τὸ ἄνθος εἶπε τῆς μαρανθείσης ὥρας, ἄρτι τοῖς ἰούλοις ὑποχλοάζοντα, οὔπω τοῦ πώγωνος διὰ βάθους ὑποπιμπλάμενον, ἔτι τῷ κάλλει τῶν παρειῶν ὑποστίλβοντα. Τί τοίνυν πάσχειν εἰκὸς ἦν ἐπ' αὐτῷ τὴν μητέρα; οἱονεὶ πυρὶ τοῖς σπλάγχνοις ἐγκαταφλέγεσθαι, ὡς πικρῶς ἐπ' αὐτῷ παρατείνειν τὸν θρῆνον, περιπλεκομένην προκειμένῳ τῷ πτώματι, ὡς μὴ ἂν ἐπισπεῦσαι τῷ νεκρῷ τὴν κηδείαν, ἀλλ' ἐμφορεῖσθαι τοῦ πάθους, ἐπιπλεῖστον αὐτῷ τοὺς ὀδυρμοὺς παρατείνουσαν: οὐδὲ τοῦτο παρῆκεν ὁ λόγος:« Ἰδὼν γὰρ αὐτὴν ὁ Ἰησοῦς,» φησὶν,« ἐσπλαγχνίσθη. καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάσαντες ἔστησαν. Καὶ λέγει τῷ νεκρῷ: Νεανία, σοὶ λέγω, ἐγέρθητι: καὶ παρέδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ ζῶντα.» Ἤδη τοίνυν οὐκ ἐν ὀλίγῳ διαστήματι τοῦ νεκροῦ γεγενημένου, καὶ ὅσον οὐδέπω ἐναποτεθέντος τῷ τάφῳ, γίνεται παρ' αὐτοῦ Κυρίου τὸ μὲν θαῦμα μεῖζον, τὸ δὲ πρόσταγμα ἶσον. Ἔτι πρὸς τὸ ὑψηλότερον ἡ θαυματοποιία προέρχεται, ὡς ἂν μᾶλλον προσεγγίσειε τὰ φαινόμενα τῷ ἀπιστουμένῳ περὶ τὴν ἀνάστασιν θαύματι. Ἠσθένει τις τῶν συνήθων τῷ Κυρίῳ καὶ φίλων: Λάζαρος ὄνομα τῷ ἀσθενοῦντι. Καὶ παραιτεῖται ὁ Κύριος τὴν τοῦ φίλου ἐπίσκεψιν, πόῤῥω τοῦ νοσοῦντος γενόμενος, ὡς ἂν εὕροι χώραν καὶ δύναμιν ἐν τῇ τῆς ζωῆς ἀπουσίᾳ τὸ ἴδιον ἐργάζεσθαι διὰ τῆς νόσου ὁ θάνατος. Μηνύει τοῖς μαθηταῖς ὁ Κύριος κατὰ τὴν Γαλιλαίαν τὸ περὶ τὸν Λάζαρον πάθος: ἀλλὰ καὶ τὴν πρὸς αὐτὸν ὁρμὴν, ἐφ' ᾧ τε διαναστῆσαι τὸν κείμενον. Περιδεεῖς δὲ ἦσαν ἐκεῖνοι διὰ τὴν τῶν Ἰουδαίων ὠμότητα, χαλεπὸν καὶ κινδυνῶδες ποιούμενοι τὸ πάλιν ἐπὶ τῆς Ἰουδαίας ἐν μέσῳ τῶν φονώντων γενέσθαι. Καὶ διὰ τοῦτο μέλλοντες καὶ ἀναβαλλόμενοι, χρόνῳ ποιοῦνται τὴν ἀπὸ τῆς Γαλιλαίας ἐπάνοδον. Κατεκράθη γὰρ ἡ ἐξουσία, καὶ ἤγοντο παρὰ τοῦ Κυρίου οἱ μαθηταὶ, οἱονεὶ τὰ προτέλεια τῆς καθολικῆς ἀναστάσεως ἐν Βηθανίᾳ μυηθησόμενοι. Τέσσαρες ἦσαν ἤδη μετὰ τὸ πάθος αἱ ἡμέραν πάντα ἐπεπλήρωτο τῷ κατοιχομένῳ τὰ νομιζόμενα, τάφῳ κατεκρύβη τὸ σῶμα. Ἐξῳδήκει κατὰ τὸ εἰκὸς ἤδη, καὶ πρὸς διαφθορὰν διελύετο, μυδῶντος ἐν τῷ εὐρῶτι τῆς γῆς, καὶ διαπίπτοντος ὑπ' ἀνάγκης τοῦ σώματος. Φευκτὸν ἦν τὸ πρᾶγμα, βιαζομένης τῆς φύσεως τὸ διαλυθὲν εἰς δυσωδίαν ἀποδιδόναι πάλιν τῷ ζῇν. Τότε τὸ ἀπιστούμενον τῆς καθολικῆς ἀναστάσεως ἔργον δι' ἐναργεστέρου τοῦ θαύματος εἰς ἀπόδειξιν ἄγεται. Οὐδὲ γὰρ ἐκ νόσου τις ἀνίσταται χαλεπῆς, οὐδὲ πρὸς ταῖς τελευταίαις ὢν ἀναπνοαῖς εἰς τὴν ζωὴν ἐπανάγεται, οὐδὲ παιδίον ἀρτιθανὲς ζωοποιεῖται, οὐδὲ μέλλων τῷ τάφῳ προσάγεσθαι νεανίας πάλιν ἐκ τῆς σοροῦ ἀναλύεται: ἀλλ' ἀνὴρ τῶν ἐξώρων, νεκρὸς, ἕωλος, ἐξῳδηκὼς ἤδη, καὶ λελυμένος, ὡς μηδὲ τοῖς ἐπιτηδείοις ἀνεκτὸν εἶναι προσεγγίσαι τῷ τάφῳ τὸν Κύριον, διὰ τὴν ἐγκειμένην ἀηδίαν τοῦ διαπεπτωκότος σώματος, μιᾷ κλήσει ζωοποιηθεὶς πιστοῦται τὸ κήρυγμα τῆς ἀναστάσεως, τοῦτ' ἐστι, τὸ ἐπὶ τοῦ κοινοῦ προσδοκώμενον, ὃ ἐπὶ μέρους τῇ πείρᾳ ἐμάθομεν. Καθάπερ γὰρ ἐν τῇ τοῦ παντὸς ἀναστοιχειώσει, φησὶν ὁ Ἀπόστολος, αὐτὸν καταβήσεσθαι τὸν Κύριον ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ διὰ σάλπιγγος εἰς ἀφθαρσίαν τοὺς νεκροὺς διαναστήσειν: οὕτω καὶ νῦν οἷόν τινα ὕπνον τὸν θάνατον, τῇ φωνῇ τοῦ προστάγματος ὁ ἐν τῷ τάφῳ ἀποσεισάμενος, καὶ ἀποτινάξας ἑαυτοῦ τὴν ἐπιγινομένην διαφθορὰν τῇ νεκρότητι, ἄρτιος καὶ σῶος τοῦ τάφου ἐξάλλεται, μηδὲ τῷ δεσμῷ τῶν περὶ τοὺς πόδας καὶ τὰς χεῖρας κειριῶν κωλυθεὶς πρὸς τὴν ἔξοδον. Ἆρα μικρὰ ταῦτα πρὸς πίστιν τῆς τῶν νεκρῶν ἀναστάσεως; Εἰ ζητεῖς καὶ δι' ἑτέρων βεβαιωθῆναί σοι τὴν περὶ τούτου κρίσιν; ἀλλά μοι δοκεῖ μὴ μάτην τοῖς κατὰ Καφαρναοὺμ εἰρηκέναι, ὡς ἐκ προσώπου τῶν ἀνθρώπων ὁ Κύριος τοῦτο πρὸς ἑαυτὸν λέγων:« Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην: Ἰατρὲ, θεράπευσον σεαυτόν.» Ἔδει γὰρ ἐν ἑτέροις σώμασι προσεθίσαντα τοὺς ἀνθρώπους τῷ κατὰ τὴν ἀνάστασιν θαύματι, ἐν τῷ καθ' ἑαυτὸν ἀνθρώπῳ βεβαιῶσαι τὸν λόγον. Εἶδες ἐν ἑτέροις ἐνεργὸν τὸ κήρυγμα. Τοὺς τεθνήξεσθαι μέλλοντας, τὸ παιδίον τὸ τοῦ ζῇν ἄρτι παυσάμενον, τὸν πρὸς τῷ τάφῳ νεανίαν, τὸν διεφθορότα νεκρὸν, πάντας κατὰ τὸ ἶσον ἐνὶ προστάγματι πρὸς τὴν ζωὴν ἀναλύοντας. Ζητεῖς καὶ τοὺς διὰ τραυμάτων καὶ αἵματος ἐν τῷ θανάτῳ γεγονότας, μή τις ἐπὶ τούτων ἀτονία τῆς ζωοποιοῦ δυνάμεως λύῃ τὴν χάριν; Εἶδε τὸν ἐν ἥλοις διαπερονηθέντα τὰς χεῖρας. Εἶδε τὸν τὴν πλευρὰν λόγχῃ διαπαρέντα. Διένεγκε τοὺς δακτύλους σου διὰ τῶν τύπων τῶν ἥλων. Ἔμβαλε τὴν χεῖρά σου τῷ ἐκ τῆς λόγχης τραύματι. Στοχάζῃ πάντως ἐπὶ πόσων εἰκὸς ἦν εἰς τὸ ἐντὸς τὴν αἰχμὴν διαδῦναι, διὰ τοῦ πλάτους τῆς ὠτειλῆς, τὴν ἐπὶ τὸ ἔσω πάροδον λογιζόμενος. Ἡ γὰρ εἴσοδον χειρὸς ἀνθρωπίνης χωρήσασα πληγὴ, πόσον ἐντὸς τοῦ βάθους γεγενῆσθαι τὸν σίδηρον ὑποδείκνυσιν; Εἰ οὖν οὗτος ἐγήγερται, εὔκολον ἂν εἴη τὸ ἀποστολικὸν ἐπιφθέγξασθαι:« Πῶς λέγουσί τινες, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;» Ἐπειδὴ τοίνυν πᾶσα μὲν πρόῤῥησις τοῦ Κυρίου διὰ τῆς τῶν γεγονότων μαρτυρίας ἀληθὴς ἐπιδείκνυται, τοῦτο δὲ οὐ λόγῳ μεμαθήκαμεν μόνον, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν ἐπὶ τὴν ζωὴν ἐξ ἀναστάσεως ἐπανελθόντων, ἔργῳ τὴν ἀπόδειξιν τῆς ἐπαγγελίας ἐλάβομεν: τίς ὑπολείπεται τοῖς μὴ πιστεύουσιν ἀφορμή; Οὐκ, Ἔῤῥωσθε, φράσαντες τοῖς διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης παρακρουομένοις τὴν ἀκατάσκευον πίστιν, ψιλῆς ἑξόμεθα τῆς ὁμολογίας; μαθόντες ἐν ὀλίγῳ διὰ τοῦ Προφήτου τὸν τρόπον τῆς χάριτος, δι' ὧν φησιν:« Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Ὅτε καὶ εὐφραίνεσθαι τὸν Κύριον ἐπὶ τοῖς ἔργοις αὐτοῦ λέγει, ἐκλειπόντων τῶν ἁμαρτωλῶν ἀπὸ τῆς γῆς. Πῶς γάρ τις ἐξ ἁμαρτίας ὀνομασθήσεται, τῆς ἁμαρτίας οὐκ οὔσης;

Intertext edge

Open linked passage

Note