De opificio hominis
Gregory of Nyssa (gregory-of-nyssa)On Opificioh 22 · textus-receptusMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Textus receptus
22.1
ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ. Πρὸς τοὺς λέγοντας, εἰ καλόν τι καὶ ἀγαθὸν ἡ ἀνάστασις, τί οὐχὶ ἤδη γέγονεν, ἀλλὰ χρόνων τισὶ περιόδοις ἐλπίζεται. Ἀλλὰ τῆς ἀκολουθίας τῶν ἐξητασμένων ἐχώμεθα. Ἴσως γάρ τις πρὸς τὸ γλυκὺ τῆς ἐλπίδος πτερωθεὶς τὴν διάνοιαν, ἄχθος ἡγεῖται καὶ ζημίαν τὸ μὴ θᾶττον ἐν τοῖς ἀγαθοῖς ἐκείνοις γενέσθαι, ἂ ὑπὲρ αἴσθησίν τε καὶ γνῶσιν ἀνθρωπίνην ἐστὶ, καὶ δεινὴν ποιεῖται τὴν διὰ μέσου πρὸς τὸ ποθούμενον τοῦ χρόνου παράτασιν. Ἀλλὰ μὴ στενοχωρείσθω, καθάπερ τις τῶν νηπίων, τὴν πρὸς ὀλίγον ἀναβολὴν τῶν καθ' ἡδονὴν δυσχεραίνων. Ἐπειδὴ γὰρ ὑπὸ λόγου καὶ σοφίας τὰ πάντα οἰκονομεῖται, ἀνάγκη πᾶσα μηδὲν ἄμοιρον ἡγεῖσθαι τῶν γινομένων αὐτοῦ τε τοῦ λόγου, καὶ τῆς ἐν αὐτῷ σοφίας. Ἐρεῖς οὖν: Τίς οὗτος ὁ λόγος ἐστὶ, καθ' ὃν οὐκ εὐθὺς ἐπὶ τὸ ποθούμενον ἡ τοῦ λυπηροῦ βίου μετάστασις γίνεται, ἀλλ' εἰς χρόνους τινὰς ὡρισμένους ἡ βαρεῖα καὶ σωματώδης αὕτη παραταθεῖσα ζωὴ, ἀναμένει τὸ πέρας τῆς τοῦ παντὸς συμπληρώσεως, ἵνα τὸ τηνικαῦτα καθάπερ χαλινοῦ τινος ἐλευθερωθεῖσα ἡ ἀνθρωπίνη ζωὴ, πάλιν ἄνετός τε καὶ ἐλευθέρα πρὸς τὸν μακάριον καὶ ἀπαθῆ βίον ἐπαναδράμοι: Ἀλλ' εἰ μὲν ἐγγίζει τῇ ἀληθείᾳ τῶν ζητουμένων ὁ λόγος, αὐτὴ ἂν εἰδείη σαφῶς ἡ Ἀλήθεια, Ὃ δ' οὖν ἐπὶ τὴν ἡμετέραν ἦλθε διάνοιαν, τοιοῦτον ἐστί, Λέγω δὴ τὸν πρῶτον πάλιν ἐπαναλαβὼν λόγον:« Ποιήσωμεν,» φησὶν ὁ Θεὸς,« ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον: κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν.» Ἡ μὲν οὖν εἰκὼν τοῦ Θεοῦ, ἡ ἐν πάσῃ τῇ ἀνθρωπίνῃ φύσει θεωρουμένη, τὸ τέλος ἔσχεν. Ὁ δὲ Ἀδὰμ οὔπω ἐγένετο: τὸ γὰρ γήϊνον πλάσμα κατά τινα ἐτυμολογικὴν ὀνομασίαν λέγεται Ἀδὰμ, καθώς φασιν οἱ τῆς Ἑβραίων φωνῆς ἐπιίστορες. Διὸ καὶ ὁ Ἀπόστολος διαφερόντως τὴν πάτριον τῶν Ἰσραηλιτῶν πεπαιδευμένος φωνήν, τὸν ἐκ γῆς ἄνθρωπον χοϊκὸν ὀνομάζει, οἱονεὶ μεταβαλὼν τὴν τοῦ Ἀδὰμ κλῆσιν εἰς τὴν Ἐλλάδα φωνήν. Γέγονεν οὖν κατ' εἰκόνα ὁ ἄνθρωπος, ἡ καθόλου φύσις, τὸ θεοείκελον χρῆμα. Γέγονε δὲ τῇ παντοδυνάμῳ σοφίᾳ οὐχὶ μέρος τοῦ ὄλου, ἀλλ' ἄπαν ἀθρόως τὸ τῆς φύσεως πλήρωμα. Εἶδεν ὁ πάντων τῶν περάτων περιδεδραγμένος, καθώς φησιν ἡ Γραφὴ, ἡ λέγουσα,« Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς:» εἶδεν ὁ εἰδὼς τὰ πάντα καὶ πρὶν γενέσεως αὑτῶν, ἐμπεριλαθὼν τῇ γνώσει ὅσον κατ' ἀριθμὸν ἐν τοῖς καθ' ἕκαστον ἔσται τὸ ἀνθρώπινον. Ἐπεὶ δὲ κατενόησεν ἐν τῷ πλάσματι ἡμῶν τὴν πρὸς τὸ χεῖρον ῥοπὴν, καὶ ὅτι τῆς πρὸς τοὺς ἀγγέλους ὁμοτιμίας ἑκουσίως ἀποῤῥυὲν, τὴν πρὸς τὸ ταπεινὸν κοινωνίαν προσοικειώσεται: διὰ ταῦτα κατέμιξέ τι καὶ τοῦ ἀλόγου τῇ ἰδίᾳ εἰκόνι. Οὐ γάρ ἐστιν ἐν τῇ θείᾳ τε καὶ μακαρίᾳ φύσει ἡ κατὰ τὸ ἄῤῥεν καὶ θῆλυ διαφορά: ἀλλὰ τῆς ἀλόγου κατασκευῆς ἐπὶ τὸν ἄνθρωπον μετενεγκὼν τὸ ἰδίωμα, οὐ κατὰ τὸ ὑψηλὸν τῆς κτίσεως ἡμῶν τὸν πλεονασμὸν τῷ γένει χαρίζεται. Οὐ γὰρ ὅτε τὸ κατ' εἰκόνα ἐποίησε, τότε τὴν τοῦ αὐξάνεσθαι καὶ πληθύνεσθαι δύναμιν τῷ ἀνθρώπῳ προσέθηκεν, ἀλλ' ὅτε διέκρινε τῇ κατὰ τὸ ἄῤῥεν καὶ θῆλυ διαφορᾷ, τότε φησίν:« Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν.» Τὸ γὰρ τοιοῦτον οὐ τῆς θείας φύσεως ἴδιον, ἀλλὰ τῆς ἀλόγου ἐστὶ, καθὼς ἡ ἱστορία παρασημαίνεται πρότερον ἐπὶ τῶν ἀλόγων εἰρῆσθαι ταῦτα παρὰ τοῦ Θεοῦ διηγησαμένη, ὡς εἴ γε πρὸ τοῦ ἐπιβαλεῖν τῇ φύσει τὴν κατὰ τὸ ἄῤῥεν καὶ θῆλυ διαφορὰν, τὴν διὰ τῆς φωνῆς ταύτης δύναμιν εἰς τὸ αὐξάνεσθαι τῷ ἀνθρώπῳ προσέθηκεν, οὐκ ἂν τοῦ τοιούτου τῆς γεννήσεως εἴδους προσεδεήθημεν, δι' οὗ γεννᾶται τὰ ἄλογα. Τούτου τοίνυν προκατανοηθέντος διὰ τῆς προγνωστικῆς ἐνεργείας πληρώματος τῶν ἀνθρώπων, διὰ τῆς ζωωδεστέρας γενέσεως ἐπὶ τὴν ζωὴν μέλλοντος παριέναι, ὁ τάξει τινὶ καὶ εἱρμῷ διακυβερνῶν τὰ πάντα Θεὸς, ἐπειδὴ ὅλως τὸ τοιοῦτον τῇ ἀνθρωπότητι τῆς γεννήσεως εἶδος ἀναγκαῖον ἐποίησεν ἡ πρὸς τὸ ταπεινὸν τῆς φύσεως ἡμῶν ἐπίκλισις, ἣν εἶδε πρὶν γενέσθαι ὁ ἐπίσης τῷ ἐνεστῶτι τὸ μέλλον βλέπων, διὰ τοῦτο καὶ τὸν σύμμετρον τῇ κατασκευῇ τῶν ἀνθρώπων χρόνον προκατενόησεν: ὥστε τῇ παρόδῳ τῶν περιορισθεισῶν ψυχῶν συναπαρτισθῆναι τὴν τοῦ χρόνου παράτασιν, καὶ τότε στῆναι τὴν ῥοώδη τοῦ χρόνου κίνησιν, ὅταν μηκέτι φύηται δι' αὐτοῦ τὸ ἀνθρώπινον: τελεσθείσης δὲ τῆς τῶν ἀνθρώπων γενέσεως, τῷ τέλει ταύτης συγκαταλῆξαι τὸν χρόνον, καὶ οὕτω τὴν τοῦ παντὸς ἀναστοιχείωσιν γενέσθαι, καὶ τῇ μεταβολῇ τοῦ ὄλου συναμειφθῆναι καὶ τὸ ἀνθρώπινον, ἀπὸ τοῦ φθαρτοῦ καὶ γεώδους ἐπὶ τὸ ἀπαθὲς καὶ ἀΐδιον. Ὅ μοι δοκεῖ καὶ ὁ θεῖος Ἀπόστολος κατανοήσας, προειπεῖν διὰ τῆς πρὸς Κορινθίους ἐπιστολῆς τὴν αἰφνίδιον τοῦ χρόνου στάσιν, καὶ τὴν εἰς τὸ ἔμπαλιν τῶν κινουμένων ἀνάλυσιν, ἐν οἷς φησιν:« Ἰδοὺ μυστήριον ὑμῖν λέγω; Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι.» Τοῦ γὰρ πληρώματος, ὡς οἶμαι, τῆς ἀνθρωπίνης φύσεως κατὰ τὸ προγνωσθὲν μέτρον εἰς πέρας ἐλθόντος, διὰ τὸ μηκέτι λείπειν τῷ τῶν ψυχῶν ἀριθμῷ μηδὲν εἰς ἐπαύξησιν, ἐν ἀκαρεῖ τοῦ χρόνου γενήσεσθαι τὴν ἐναλλαγὴν τῶν ὄντων ἐδίδαξεν, ἄτομον ὀνομάσας καὶ ῥιπὴν ὀφθαλμοῦ τὸ ἀμερὲς ἐκεῖνο τοῦ χρόνου καὶ ἀδιάστατον πέρας ὡς μηκέτι δυνατὸν εἶναι τῷ κατὰ τὸ ἔσχατόν τε καὶ ἀκρότατον τῆς ἀκμῆς ἐπιβάντι τοῦ χρόνου, διὰ τὸ μηδὲν ὑπολείπεσθαι τῇ ἀκρότητι μέρος, τὴν περιοδικὴν ταύτην διὰ θανάτου μεταβολὴν κτήσασθαι, ἀλλ' εἰ μόνον ἠχήσειεν ἡ τῆς ἀναστάσεως σάλπιγξ, ἡ τὸ τεθνηκὸς ἀφυπνίζουσα, καὶ τοὺς ἐν τῇ ζωῇ καταλειφθέντας καθ' ὁμοιότητα τῶν ἐξ ἀναστάσεως ἀλλοιουμένων πρὸς ἀφθαρσίαν ἀθρόως μεταβάλλουσα, ὡς μηκέτι τὸ βάρος τῆς σαρκὸς ἐπὶ τὸ κάτω βρίθειν, καὶ τῇ γῇ παρακατέχειν τὸν ὄγκον: ἀλλὰ μετάρσιον δι' ἀέρος φοιτᾷν.« Ἁρπαγησόμεθα γὰρ, φησὶν, ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.» Οὐκοῦν ἀναμεινάτω τὸν χρόνον τὸν ἀναγκαίως τῇ ἀνθρωπίνῃ αὐξήσει συμπαρατείνοντα. Καὶ γὰρ οἱ περὶ τὸν Ἀβραὰμ πατριάρχαι, τοῦ μὲν ἰδεῖν τὰ ἀγαθὰ τὴν ἐπιθυμίαν ἔσχον, καὶ οὐκ ἀνῆκαν ἐπιζητοῦντες τὴν ἐπουράνιον πατρίδα, καθώς φησιν ὁ Ἀπόστολος: ἀλλ' ὅμως ἐν τῷ ἐλπίζειν ἔτι τὴν χάριν εἰσὶ, τοῦ Θεοῦ κρεῖττόν τι περὶ ἡμῶν προβλεψαμένου, κατὰ τὴν τοῦ Παύλου φωνήν:« Ἵνα μὴ,» φησὶ,« χωρὶς ἡμῶν τελειωθῶσιν.» Εἰ οὖν ἐκεῖνοι φέρουσι τὴν ἀναβολὴν οἱ πόῤῥωθεν, διὰ μόνης πίστεως καὶ τῆς ἐλπίδος ἰδόντες τὰ ἀγαθὰ, καὶ ἀσπασάμενοι, καθὼς μαρτυρεῖ ὁ Ἀπόστολος, τὸ ἀσφαλὲς τῆς τῶν ἐλπισθέντων ἀπολαύσεως ἐν τῷ πιστὸν ἡγήσασθαι τὸν ἐπαγγειλάμενον θέμενοι: τί χρὴ πράττειν τοὺς πολλοὺς ἡμᾶς, οἷς τυχὸν οὐδὲ ἡ πρὸς τὸ κρεῖττον ἐλπὶς ἐκ τῶν βεβιωμένων ἐστίν; Ἐξέλιπε δι' ἐπιθυμίας καὶ ἡ τοῦ Προφήτου ψυχὴ, καὶ ὁμολογεῖ διὰ τῆς ψαλμῳδίας τὸ ἐρωτικὸν τοῦτο πάθος, ἐπιποθεῖν λέγων καὶ ἐκλείπειν αὐτοῦ τὴν ψυχὴν, ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου γενέσθαι, κἂν ἐν τοῖς ἐσχάτοις δέῃ παραῤῥιπτεῖσθαι, ὡς μεῖζον ὃν καὶ προτιμότερον τὸ ἐν ἐκείνοις ἔσχατον εἶναι. τοῦ πρωτεύειν ἐν τοῖς ἁμαρτωλοῖς τοῦ βίου σκηνώμασιν. Ἀλλ' ὅμως ἠνείχετο τῆς ἀναβολῆς, μακαρίζων μὲν τὴν ἐκεῖ διαγωγὴν, καὶ τὴν ἐν βραχεῖ μετουσίαν χιλιάδων χρόνου προτιμοτέραν ποιούμενος:« Κρεῖσσον,» φησὶν,« ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας:» ἀλλ' οὐκ ἐδυσχέραινε τῇ ἀναγκαίᾳ περὶ τῶν ὄντων οἰκονομίᾳ, ἱκανόν τε εἰς μακαρισμὸν ᾤετο τοῖς ἀνθρώποις καὶ τὸ δι' ἐλπίδος ἔχειν τὰ ἀγαθά. Διό φησιν ἐπὶ τέλει τῆς ψαλμῳδίας:« Κύριε ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.» Οὐ τοίνυν οὐδὲ ἡμᾶς στενοχωρεῖσθαι χρὴ περὶ τῆς ἐν βραχεῖ τῶν ἐλπιζομένων ἀναβολῆς, ἀλλ' ὅπως ἂν μὴ ἀπόβλητοι τῶν ἐλπιζομένων γενοίμεθα, τὴν σπουδὴν ἔχειν. Ὥσπερ γὰρ εἴ τις προείποι τινὶ τῶν ἀπειροτέρων, ὅτι κατὰ τὸν καιρὸν τοῦ θέρους ἡ τῶν καρπῶν γενήσεται συλλογὴ, καὶ πλήρεις μὲν αἱ ἀποθῆκαι, μεστὴ δὲ τῶν ἐδωδίμων ἡ τράπεζα τῷ τῆς εὐθηνίας ἔσται καιρῷ: μάταιος ἂν εἴη ὁ ἐπισπεύδων τοῦ καιροῦ τὴν παρουσίαν, δέον σπέρματα καταβάλλειν καὶ δι' ἐπιμελείας ἑαυτῷ τοὺς καρποὺς ἑτοιμάζεσθαι. Ὁ μὲν γὰρ καιρὸς καὶ βουλομένου, καὶ μὴ, πάντως κατὰ τὸν τεταγμένον ἐπιστήσεται χρόνον. Οὐχ ὁμοίως δὲ αὐτὸν ὄψονται, ὅ τε προετοιμάσας ἑαυτῷ τὴν τῶν καρπῶν ἀφθονίαν, καὶ ὁ πάσης παρασκευῆς ἔρημος καταλειφθεὶς ὑπὸ τῆς ὥρας. Οὕτως οἶμαι δεῖν, προδήλου πᾶσι διὰ τοῦ θείου κηρύγματος ὄντος, ὅτι ἐνστήσεται τῆς ἐναλλαγῆς ὁ καιρὸς, μὴ χρόνους πολυπραγμονεῖν( οὐδὲ γὰρ ἡμῶν εἶπεν εἶναι τὸ καιροὺς γνῶναι καὶ χρόνους), μηδὲ λογισμούς τινας ἀναζητεῖν, δι' ὧν σαθρώσει τις τὴν ψυχὴν περὶ τὴν ἐλπίδα τῆς ἀναστάσεως; ἀλλὰ τῇ πίστει τῶν προσδοκωμένων ἐπερειδόμενον, διὰ τῆς ἀγαθῆς πολιτείας τὴν μέλλουσαν χάριν προεμπορεύεσθαι.