De opificio hominis
Gregory of Nyssa (gregory-of-nyssa)On Opificioh 21 · textus-receptusMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Textus receptus
21.1
ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ. Ὅτι ἡ ἀνάστασις οὐ τοσοῦτον ἐκ τοῦ κηρύγματος τοῦ Γραφικοῦ, ὅσον ἐξ αὐτῆς τῆς ἀνάγκης τῶν πραγμάτων ἀκολούθως ἐλπίζεται. Ἀλλ' οὐχ οὕτως ἐστὶν ἰσχυρὸν ἡ κακία, ὡς τῆς ἀγαθῆς ὑπερισχύσαι δυνάμεως: οὐδὲ κρείττων καὶ μονιμωτέρα τῆς, Θεοῦ σοφίας ἡ τῆς φύσεως ἡμῶν ἀβουλία. Οὐδὲ γάρ ἐστι δυνατὸν τὸ τρεπόμενόν τε καὶ ἀλλοιούμενον, τοῦ ἀεὶ ὡσαύτως ἔχοντος, καὶ ἐν τῷ ἀγαθῷ πεπηγότος, ἐπικρατέστερόν τε καὶ μονιμώτερον εἶναι: ἀλλ' ἡ μὲν θεία βουλὴ πάντη τε καὶ πάντως τὸ ἀμετάθετον ἔχει, τὸ δὲ τρεπτὸν τῆς φύσεως ἡμῶν οὐδὲ ἐν τῷ κακῷ πάγιον μένει. Τὸ γὰρ ἀεὶ πάντως κινούμενον, εἰ μὲν πρὸς τὸ καλὸν ἔχοι τὴν πρόοδον, διὰ τὸ ἀόριστον τοῦ διεξοδευομένου πράγματος οὐδέποτε λήξει τῆς ἐπὶ τὰ πρόσω φορᾶς. Οὐδὲ γὰρ εὑρήσει ζητουμένου πέρας οὐδὲν, οὗ δραξάμενον στήσεταί ποτε τῆς κινήσεως. Εἰ δὲ πρὸς τὸ ἐναντίον τὴν ῥοπὴν σχοίη. ἐπειδὰν διανύσῃ τῆς κακίας τὸν δρόμον, καὶ ἐπὶ τὸ ἀκρότατον τοῦ κακοῦ μέτρον ἀφίκηται: τότε τὸ τῆς ὁρμῆς ἀεικίνητον οὐδεμίαν ἐκ φύσεως στάσιν εὑρίσκον, ἐπειδὰν διαδράμῃ τὸ ἐν κακίᾳ διάστημα, κατ' ἀνάγκην ἐπὶ τὸ ἀγαθὸν τρέπει τὴν κίνησιν. Μὴ γὰρ προϊούσης κακίας ἐπὶ τὸ ἀόριστον, ἀλλ' ἀναγκαίοις πέρασι κατειλημμένης, ἀκολούθως ἡ τοῦ ἀγαθοῦ διαδοχὴ τὸ πέρας τῆς κακίας ἐκδέχεται. Καὶ οὕτω, καθὼς εἴρηται, τὸ ἀεικίνητον ἡμῶν τῆς φύσεως πάλιν ὕστατον ἐπὶ τὴν ἀγαθὴν ἀνατρέχει πορείαν, τῇ μνήμῃ τῶν προδεδυστυχημένων πρὸς τὸ μὴ πάλιν ἐναλῶναι τοῖς ἴσοις σωφρονιζόμενον. Οὐκοῦν ἔσται πάλιν ἐν καλοῖς ὁ δρόμος ἡμῖν, διὰ τὸ πέρασιν ἀναγκαίοις περιωρίσθαι τῆς κακίας τὴν φύσιν. Καθάπερ γὰρ οἱ δεινοὶ τὰ μετέωρα, τοῦ μὲν φωτὸς πάντα λέγουσι τὸν κόσμον εἶναι κατάπλεων, τὸ δὲ σκότος τῇ ἀντιφράξει τοῦ κατὰ τὴν γῆν σώματος ἀποσκιαζόμενον γίνεσθαι( ἀλλὰ τοῦτο μὲν κατὰ τὸ σχῆμα τοῦ σφαιροειδοῦς σώματος, κατὰ νώτου τῆς ἡλιακῆς ἀκτῖνος κωνοειδῶς κατακλείεσθαι, τὸν δὲ ἥλιον πολλαπλασίονι τῷ μεγέθει τὴν γῆν ὑπερβάλλοντα, πανταχόθεν αὐτὴν ταῖς ἀκτῖσιν ἐν κύκλῳ περιπτυσσόμενον, συνάπτειν κατὰ τὸ πέρας τοῦ κώνου τὰς τοῦ φωτὸς συμβολὰς, ὥστε καθ' ὑπόθεσιν, εἰ γένοιτό τινι δύναμις διαβῆναι τὸ μέτρον, εἰς ὅσον ἐκτείνεται ἡ σκιὰ, πάντως ἂν ἐν φωτὶ γενέσθαι μὴ διακοπτομένῳ ὑπὸ τοῦ σκότους): οὕτως οἶμαι δεῖν καὶ περὶ ἡμῶν διανοεῖσθαι, ὅτι διεξελθόντες τὸν τῆς κακίας ὅρον, ἐπειδὰν ἐν τῷ ἄκρῳ γενώμεθα τῆς κατὰ τὴν ἁμαρτίαν σκιᾶς, πάλιν ἐν φωτὶ βιοτεύσομεν, ὡς κατὰ τὸ ἀπειροπλάσιον πρὸς τὸ τῆς κακίας μέτρον τῆς τῶν ἀγαθῶν φύσεως περιττευούσης. Πάλιν οὖν ὁ παράδεισος, πάλιν τὸ ξύλον ἐκεῖνο, ὁ δὴ καὶ ζωῆς ἐστι ξύλον, πάλιν τῆς εἰκόνος ἡ χάρις, καὶ ἡ τῆς ἀρχῆς ἀξία. Οὔ μοι δοκεῖ τούτων οὐδὲν, ὅσα νῦν πρὸς τὴν τοῦ βίου χρείαν παρὰ τοῦ Θεοῦ τοῖς ἀνθρώποις ὑπέζευκται: ἀλλ' ἑτέρας τινὸς βασιλείας ἐστὶν ἡ ἐλπὶς, ἧς ὁ λόγος ἐν ἀποῤῥήτοις μένει.