Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De opificio hominis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Διὰ τί ὄρθιον τοῦ ἀνθρώπου τὸ σχῆμα, καὶ ὅτι διὰ τὸν λόγον αἱ χεῖρες· ἐν ᾧ τις καὶ περὶ δια φορᾶς ψυχῶν φιλοσοφία. Ὄρθιον δὲ τῷ ἀνθρώπῳ τὸ σχῆμα, καὶ πρὸς τὸν οὐρανὸν ἀνατείνεται, καὶ ἄνω βλέπει. Ἀρχικὰ καὶ ταῦτα, καὶ τὴν βασιλικὴν ἀξίαν ἐπισημαίνονται. Τὸ γὰρ μόνον ἐν τοῖς οὖσι τοιοῦτον εἶναι τὸν ἄνθρωπον, τοῖς δὲ ἄλλοις ἅπασι πρὸς τὸ κάτω νενευκέναι τὰ σώματα, σαφῶς δείκνυσι τὴν τῆς ἀξίας διαφορὰν, τῶν τε ὑποκυπτόντων τῇ δυναστείᾳ, καὶ τῆς ὑπερανεστώ σης αὐτῶν ἐξουσίας. Τοῖς μὲν γὰρ ἄλλοις ἅπασι τὰ ἔμπροσθεν κῶλα τοῦ σώματος πόδες εἰσὶ, διότι τὸ κε κυφὸς ἐδεῖτο πάντως τοῦ ὑπερείδοντος· ἐπὶ δὲ τῆς τοῦ ἀνθρώπου κατασκευῆς χεῖρες τὰ κῶλα ἐγένοντο. Τοῦ γὰρ ὀρθίου σχήματος αὐτάρκης ἦν πρὸς τὴν χρείαν μία βάσις, διπλοῖς ποσὶν ἐν ἀσφαλείᾳ τὴν στάσιν ἐρείδουσα. Ἄλλως δὲ καὶ τῇ τοῦ λόγου χρείᾳ συνεργός ἐστιν ἡ τῶν χειρῶν ὑπουργία. Καί τις ἴδιον τῆς λογικῆς φύσεως τὴν τῶν χειρῶν ὑπηρεσίαν εἰ πὼν, οὐ τοῦ παντὸς ἁμαρτήσεται, οὐ μόνον πρὸς τὸ κοινὸν τοῦτο καὶ πρόχειρον ἀποτρέχων τῇ διανοίᾳ, ὅτι γράμμασι τὸν λόγον διὰ τῆς τῶν χειρῶν εὐφυΐας ἐν σημαινόμεθα (ἔστι μὲν γὰρ οὐδὲ τοῦτο λογικῆς χάρι τος ἄμοιρον, τὸ φθέγγεσθαι διὰ γραμμάτων ἡμᾶς, καὶ τρόπον τινὰ διὰ χειρὸς διαλέγεσθαι, τοῖς τῶν στοιχείων χαρακτῆρσι τὰς φωνὰς διασώζοντας)· ἀλλ' ἐγὼ πρὸς ἕτερον βλέπων, συνεργεῖν φημι τὰς χεῖρας τῇ ἐκφωνήσει τοῦ λόγου· μᾶλλον δὲ πρὶν περὶ τού των διεξετάσαι, τὸν παρεθέντα λόγον κατανοήσωμεν. Μικροῦ γὰρ ἡμᾶς τὸ κατὰ τὴν τάξιν τῶν γεγονότων διέλαθεν· τίνος χάριν προηγεῖται μὲν ἡ βλάστη τῶν ἐκ τῆς γῆς φυομένων, ἐπιγίνεται δὲ τὰ ἄλογα τῶν ζώων, καὶ οὕτω μετὰ τὴν κατασκευὴν τούτων ὁ ἄν θρωπος. Τάχα γὰρ οὐ μόνον τὸ ἐκ τοῦ προχείρου νοούμενον διὰ τούτου μανθάνομεν. ὅτι τῶν ζώων ἕνε κεν ἡ πόα χρήσιμος ἐφάνη τῷ κτίσαντι, διὰ δὲ τὸν ἄνθρωπον τὰ βοτά· οὗ χάριν πρὸ μὲν τῶν βοσκημά των, ἐκείνων τροφὴ, πρὸ δὲ τοῦ ἀνθρώπου τὸ ὑπ ηρετεῖν μέλλον τῇ ἀνθρωπίνῃ ζωῇ. Ἀλλ' ἐμοὶ δοκεῖ δόγμα τι τῶν κεκρυμμένων παραδηλοῦν διὰ τούτων ὁ Μωϋσῆς, καὶ τὴν περὶ ψυχῆς φιλοσοφίαν δι' ἀποῤ ῥήτων παραδιδόναι, ἣν ἐφαντάσθη μὲν καὶ ἡ ἔξωθεν παίδευσις, οὐ μὴν τηλαυγῶς κατενόησε. Διδάσκει γὰρ ἡμᾶς διὰ τούτων ὁ λόγος, ἐν τρισὶ διαφοραῖς τὴν ζωτικὴν καὶ ψυχικὴν δύναμιν θεωρεῖσθαι. Ἡ μὲν γάρ τίς ἐστιν αὐξητική τε μόνον καὶ θρεπτικὴ, τὸ κατάλ ληλον εἰς προσθήκην τῶν τρεφομένων προσάγουσα, ἢ φυσικὴ λέγεται, καὶ περὶ τὰ φυτὰ θεωρεῖται. Ἔστι γὰρ καὶ ἐν τοῖς φυομένοις ζωτικήν τινα δύναμιν αἰ 145 σθήσεως ἄμοιρον κατανοῆσαι. Ἕτερον δὲ παρὰ τοῦτο ζωῆς εἶδός ἐστιν, ὃ καὶ τοῦτο ἔχει, καὶ τὸ κατ' αἴ σθησιν οἰκονομῆσαι προσείληφεν, ὅπερ ἐν τῇ φύσει τῶν ἀλόγων ἐστίν. Οὐ γὰρ μόνον τρέφεται καὶ αὔξε, ἀλλὰ καὶ τὴν αἰσθητικὴν ἐνέργειάν τε καὶ ἀντί ληψιν ἔχει. Ἡ δὲ τελεία ἐν σώματι ζωὴ ἐν τῇ λο γικῇ, τῇ ἀνθρωπίνῃ λέγω, καθορᾶται φύσει, τρεφο μένη τε καὶ αἰσθανομένη, καὶ λόγου μετέχουσα, καὶ νῷ διοικουμένη. Γένοιτο δ' ἂν ἡμῖν τοιαύτη τις ἡ τοῦ λόγου διαίρεσις· Τῶν ὄντων τὸ μέν τι νοητὸν, τὸ δὲ σωματικὸν πάντως ἐστίν. Ἀλλὰ τοῦ μὲν νοητοῦ παρείσθω νῦν ἡ πρὸς τὰ οἰκεῖα τομή· οὐ γὰρ τού των ὁ λόγος. Τοῦ δὲ σωματικοῦ τὸ μὲν ἄμοιρον καθόλου ζωῆς, τὸ δὲ μετέχει ζωτικῆς ἐνεργείας. Πάλιν τοῦ ζωτικοῦ σώματος τὸ μὲν αἰσθήσει συζῇ, τὸ δὲ ἀμοιρεῖ τῆς αἰσθήσεως. Εἶτα τὸ αἰσθητικὸν τέμνεται πάλιν εἰς λογικόν τε καὶ ἄλογον. Διὰ τοῦτο πρῶτον μετὰ τὴν ἄψυχον ὕλην οἷον ὑποβάθραν τινὰ τῆς τῶν ἐμψύχων ἰδέας τὴν φυσικὴν ταύτην ζωὴν συστῆναι λέγει ὁ νομο θέτης, ἐν τῇ τῶν φυτῶν βλάστῃ προϋποστᾶσαν· εἶθ' οὕτως ἐπάγει τῶν κατ' αἴσθησιν διοικουμένων τὴν γένεσιν. Καὶ ἐπειδὴ κατὰ τὴν αὐτὴν ἀκολουθίαν τῶν διὰ σαρκὸς τὴν ζωὴν εἰληχότων τὰ μὲν αἰσθητικὰ, καὶ δίχα τῆς νοερᾶς φύσεως ἐφ' ἑαυτῶν εἶναι δύ ναται, τὸ δὲ λογικὸν οὐκ ἂν ἑτέρως γένοιτο ἐν σώ ματι, εἰ μὴ τῷ αἰσθητῷ συγκραθείη· διὰ τοῦτο τελευ ταῖος μετὰ τὰ βλαστήματα καὶ τὰ βοτὰ κατεσκευά σθη ὁ ἄνθρωπος, ὁδῷ τινι πρὸς τὸ τέλειον ἀκολούθως προϊούσης τῆς φύσεως. Διὰ πάσης γὰρ ἰδέας τῶν ψυχῶν κατακιρνᾶται τὸ λογικὸν τοῦτο ζῶον ὁ ἄνθρω πος. Τρέφεται μὲν γὰρ κατὰ τὸ φυσικὸν τῆς ψυχῆς εἶδος· τῇ δὲ αὐξητικῇ δυνάμει ἡ αἰσθητικὴ προσ εφύη, μέσως ἔχουσα κατὰ τὴν ἰδίαν φύσιν τῆς τε νοερᾶς καὶ τῆς ὑλωδεστέρας οὐσίας· τοσούτῳ παχυ μερεστέρα ταύτης, ὅσῳ καθαρωτέρα ἐκείνης. Εἶτά τις γίνεται πρὸς τὸ λεπτὸν καὶ φωτοειδὲς τῆς αἰσθη τικῆς φύσεως ἡ τῆς νοερᾶς οὐσίας οἰκείωσίς τε καὶ ἀνάκρασις, ὡς ἐν τρισὶ τούτοις τὸν ἄνθρωπον τὴν σύστασιν ἔχειν· καθὼς καὶ παρὰ τοῦ Ἀποστόλου τὸ τοιοῦτον ἐμάθομεν, ἐν οἷς πρὸς τοὺς Ἐφεσίους ἔφη, προσευχόμενος αὐτοῖς τὴν ὁλοτελῆ χάριν τοῦ σώμα τος, καὶ τῆς ψυχῆς, καὶ τοῦ πνεύματος ἐν τῇ παρ ουσίᾳ τοῦ Κυρίου φυλαχθῆναι, ἀντὶ τοῦ θρεπτικοῦ μέρους τὸ σῶμα λέγων, τὸ δὲ αἰσθητικὸν τῇ ψυχῇ διασημαίνων, τὸ νοερὸν δὲ τῷ πνεύματι. Ὡσαύτως καὶ τὸν γραμματέα διὰ τοῦ Εὐαγγελίου παιδεύει ὁ Κύριος, πάσης ἐντολῆς προτιθέναι τὴν εἰς Θεὸν ἀγά πην, τὴν ἐξ ὅλης καρδίας καὶ ψυχῆς καὶ διανοίας ἐν εργουμένην. Καὶ γὰρ ἐνταῦθα τὴν αὐτὴν δοκεῖ μοι διαφορὰν ἑρμηνεύειν ὁ λόγος, τὴν μὲν σωματι κωτέραν κατάστασιν καρδίαν εἰπὼν, ψυχὴν δὲ τὴν μέσην, διάνοιαν δὲ τὴν ὑψηλοτέραν φύσιν, τὴν 148 νοεράν τε καὶ ποιητικὴν δύναμιν, Ὅθεν καὶ τρεῖς διαφορὰς προαιρέσεως ὁ Ἀπόστολος οἶδε, τὴν μὲν σαρκικὴν κατονομάζων, ἣ περὶ γαστέρα καὶ τὰς περὶ ταύτην ἡδυπαθείας ἠσχόληται· τὴν δὲ ψυχικὴν, ἢ μέσως πρὸς ἀρετὴν καὶ κακίαν ἔχει, τῆς μὲν ὑπερανεστῶσα, τῆς δὲ καθαρῶς οὐ μετέχουσα· τὴν δὲ πνευματικὴν, ἣ τὸ τέλειον ἐνθεωρεῖ τῆς κατὰ Θεὸν πολιτείας. Διό φησι πρὸς Κορινθίους, τὸ ἀπο λαυστικὸν αὐτῶν καὶ ἐμπαθὲς ὀνειδίζων, ὅτι Σάρκι νοί ἐστε, καὶ τῶν τελειοτέρων δογμάτων ἀχώρητοι· ἑτέρωθι δὲ σύγκρισίν τινα τοῦ μέσου πρὸς τὸ τέλειον ποιούμενος, λέγει· «Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν· ὁ δὲ πνευ ματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται.» Ὡς οὖν ἀναβέβηκεν ὁ ψυχικὸς τὸν σαρκικὸν, κατὰ τὴν αὐτὴν ἀναλογίαν καὶ ὁ πνευματικὸς τούτου ὑπερανέστηκεν. Εἰ οὖν τελευταῖον μετὰ πᾶν ἔμψυχον ἡ Γραφὴ γεγενῆσθαι λέγει τὸν ἄνθρωπον, οὐδὲν ἕτερον ἢ φιλοσοφεῖ τὰ περὶ ψυχῆς ἡμῖν ὁ νομο θέτης, ἐπ' ἀναγκαίᾳ τινὶ τῇ τάξεως ἀκολουθίᾳ τὸ τέ λειον ἐν τελευταίοις βλέπων. Ἐν μὲν γὰρ τῷ λογικῷ καὶ τὰ λοιπὰ περιείληπται· ἐν δὲ τῷ αἰσθητικῷ καὶ τὸ φυσικὸν εἶδος πάντως ἐστίν. Ἐκεῖνο δὲ περὶ τὸ ὑλικὸν θεωρεῖται μόνον. Οὐκοῦν εἰκότως, καθάπερ διὰ βαθμῶν ἡ φύσις, τῶν τῆς ζωῆς λέγω ἰδιωμάτων, ἀπὸ τῶν μικροτέ ρων ἐπὶ τὸ τέλειον ποιεῖται τὴν ἄνοδον. Ἐπειδὴ τοίνυν λογικόν τι ζῶόν ἐστιν ὁ ἄνθρωπος, κατάλληλον ἔδει τῇ χρείᾳ τοῦ λόγου κατασκευασθῆναι τὸ τοῦ σώματος ὄργανον. Καθάπερ τοὺς μουσικοὺς ἔστιν ἰδεῖν πρὸς τὸ τῶν ὀργάνων εἶδος τὴν μουσικὴν ἑκπονοῦντας, καὶ οὔτε διὰ βαρβίτων αὐλοῦντας, οὔτε ἐν αὐλοῖς κιθαρίζοντας· κατὰ τὸν αὐτὸν τρόπον ἔδει τῷ λόγῳ κατάλληλον εἶναι τὴν τῶν ὀργάνων κατα σκευὴν, ὡς ἂν προσφυῶς ἐνηχοίη πρὸς τὴν τῶν ῥη μάτων χρείαν ὑπὸ τῶν φωνητικῶν μορίων τυπούμενος. Διὰ τοῦτο συνηρτήθησαν αἱ χεῖρες τῷ σώματι. Εἰ γὰρ καὶ μυρίας ἔστιν ἀπαριθμήσασθαι τὰς κατὰ τὸν βίον χρείας, πρὸς ἃς τὰ εὐμήχανα ταῦτα καὶ πολυαρκῆ τῶν χειρῶν ὄργανα χρησίμως ἔχει πρὸς πᾶσαν τέχνην καὶ πᾶσαν ἐνέργειαν, τὸν κατὰ πόλεμόν τε καὶ εἰρή νην εὐαφῶς μετιόντα· ἀλλὰ καὶ πρὸ τῶν ἄλλων δια φερόντως τοῦ λόγου χάριν προσέθηκεν αὐτὰς ἡ φύσις τῷ σώματι. Εἰ γὰρ ἄμοιρος τῶν χειρῶν ὁ ἄνθρωπος ἦν, πάντως ἂν αὐτῷ καθ' ὁμοιότητα τῶν τετραπόδων καταλλήλως τῇ τῆς τροφῆς χρείᾳ διεσκεύαστο τοῦ προσώπου τὰ μόρια, ὥστε προμήκη τε τὴν μορφὴν εἶναι, καὶ ἐπὶ μυκτῆρας ἀπολεπτύνεσθαι, καὶ προ βεβλῆσθαι τὰ χείλη τοῦ στόματος τυλώδη καὶ στα θερὰ, καὶ παχέα, πρὸς τὴν ἀναίρεσιν τῆς πόας ἐπι τηδείως ἔχοντα, ἐγκεῖσθαι δὲ τοῖς ὀδοῦσι τὴν γλῶσσαν ἄλλην· τινὰ τοιαύτην, πολύσαρκον, καὶ ἀντιτυπῆ καὶ τραχεῖαν, καὶ συγκατεργαζομένην τοῖς ὀδοῦσι τὸ ὑπὸ τὸν ὀδόντα γινόμενον· ἢ ὑγράν τε καὶ δια 149 κεχυμένην κατὰ τὰ πλάγια, οἵα ἡ τῶν κυνῶν τε καὶ τῶν λοιπῶν τῶν ὠμοβόρων ἐστὶ, τῷ καρχάρῳ τῶν ὀδόντων μεταξὺ τῶν διαστημάτων ἐνδιαῤῥέουσα. Εἰ οὖν μὴ παρῆσαν αἱ χεῖρες τῷ σώματι, πῶς ἂν ἔναρ θρος τούτῳ ἐνετυπώθη φωνὴ, τῆς κατασκευῆς τῶν κατὰ τὸ στόμα μορίων οὐ συνδιασχηματιζομένης πρὸς τὴν χρείαν τοῦ φθόγγου; ὡς ἐπάναγκες εἶναι ἢ βλη χᾶσθαι πάντως, ἢ μηκάζειν, ἢ ὑλακτεῖν, ἢ χρεμετί ζειν τὸν ἄνθρωπον, ἢ βουσὶν, ἢ ὄνοις βοᾷν παραπλή σιον, ἤ τινα θηριώδη μυκηθμὸν ἀφιέναι. Νυνὶ δὲ τῆς χειρὸς ἐντεθείσης τῷ σώματι, εὔσχολόν ἐστι τὸ στόμα τῇ ὑπηρεσίᾳ τοῦ λόγου. Οὐκοῦν ἴδιον τῆς λογικῆς φύσεως αἱ χεῖρες ἀναπεφήνασιν, οὕτω τοῦ πλάστου διὰ τούτων ἐπινοήσαντος τῷ λόγῳ τὴν εὐκολίαν.

Intertext edge

Open linked passage

Note