Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De opificio hominis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
25.1
Πῶς ἄν τις καὶ τῶν ἔξωθεν προσαχθείη πιστεῦ σαι τῇ Γραφῇ περὶ τῆς ἀναστάσεως διδα σκούσῃ. Ἀλλ' ἴσως τις πρὸς τὰ διαλυθέντα σώματα βλέ πων, καὶ πρὸς τὸ μέτρον τῆς ἰδίας δυνάμεως τὸ Θεῖον κρίνων, τὸν τῆς ἀναστάσεως λόγον ἀδύνατον εἶναί φησι, καὶ στήσεσθαι τὰ νῦν κινούμενα, καὶ ἀναστήσε σθαι· τὰ νῦν μὴ κινούμενα μὴ ἐνδέχεσθαι λέγων· ἀλλ' ὁ τοιοῦτος πρῶτον μὲν καὶ μέγιστον ποιείσθω τεκμή ριον τῆς κατὰ τὴν ἀνάστασιν ἀληθείας, τὸ τοῦ κηρύ γματος αὐτῆς ἀξιόπιστον· ἡ δὲ τῶν λεγομένων πί στις ἐκ τῆς τῶν λοιπῶν τῶν προῤῥηθέντων ἐκβάσεως τὸ ἀσφαλὲς ἔχει. Ἐπειδὴ γὰρ πολλούς τε καὶ παντο δαποὺς παρέθετο λόγους ἡ θεία Γραφὴ, δυνατόν ἐστιν ὅπως ἂν ἔχῃ ψεύδους ἢ ἀληθείας τὰ λοιπὰ τῶν εἰρημέ νων θεασαμένους, δι' ἐκείνων καὶ τὸ περὶ τῆς ἀναστά σεως δόγμα κατανοῆσαι. Εἰ μὲν γὰρ ἐν τοῖς ἄλλοις ψευδεῖς οἱ λόγοι, καὶ διεσφαλμένοι τῆς ἀληθείας ἐλέγ χονται, οὐδὲ τοῦτο πάντως ἐκτὸς ψεύδους ἐστίν. Εἰ δὲ τὰ ἄλλα πάντα μαρτυροῦσαν ἔχει τῇ ἀληθείᾳ τὴν πεῖ ραν, ἀκόλουθον ἂν εἴη δι' ἐκείνων καὶ τὴν περὶ τῆς ἀναστάσεως πρόῤῥησιν ἀληθῆ νομίσαι. Οὐκοῦν ἐπι 216 μνησθῶμεν ἑνὸς ἢ δυοῖν τῶν προκατηγγελμένων, καὶ ἀντιπαραθῶμεν τοῖς προῤῥηθεῖσι τὴν ἔκβασιν, ὥστε γνῶναι δι' αὐτῶν, εἰ πρὸς τὴν ἀλήθειαν ὁ λόγος βλέ πει. Τίς οὐκ οἶδεν ὅπως ἤνθει κατὰ τὸ ἀρχαῖον ὁ Ἰσραηλίτης λαὸς, πάσαις ταῖς κατὰ τὴν οἰκουμένην δυναστείαις ἀντεγειρόμενος; οἷα ἦν τὰ βασίλεια κατὰ τὴν τῶν Ἱεροσολύμων πόλιν; οἷα τὰ τείχη; οἱ πύργοι; ἡ τοῦ ἱεροῦ μεγαλουργία; ἅπερ καὶ τοῖς μαθηταῖς τοῦ Κυρίου ἄξια θαύματος ἐνομίσθη, καὶ κατανοεῖν ἀξιοῦσι τὸν Κύριον, θαυμαστικῶς περὶ τὰ φαινόμενα διατεθέντες, ὡς ἡ τοῦ Εὐαγγελίου ἱστορία δηλοῖ, λέ γοντες πρὸς αὐτόν· «Ποταπὰ τὰ ἔργα καὶ ποταπαὶ αἱ οἰκοδομαί!» ὁ δὲ τὴν ἐσομένην περὶ τὸν τόπον ἐρήμωσιν, καὶ τὸν ἀφανισμὸν τοῦ κάλλους ἐκείνου πρὸς τοὺς τὸ παρὸν θαυμάζοντας ὑποδείκνυσι, λέγων μηδὲν τῶν φαινομένων μετ' ὀλίγον ὑπολειφθήσεσθαι. Ἀλλὰ καὶ παρὰ τὸν τοῦ πάθους καιρὸν, αἱ μὲν γυ ναῖκες ἐπηκολούθουν θρηνοῦσαι τὴν ἄδικον ἐπ' αὐτῷ ψῆφον· οὔπω γὰρ εἰς τὴν τῶν γινομένων οἰκονο μίαν ἀπέβλεπον· ὁ δὲ συμβουλεύει τὰ μὲν περὶ αὐ τὸν γινόμενα σιωπᾷν· μηδὲ γὰρ εἶναι δακρύων ἄξια· ὑπερθέσθαι δὲ τὸν ὀδυρμὸν καὶ τὸν θρῆνον εἰς τὸν ἀληθῆ τῶν δακρύων καιρὸν, ὅταν περισχεθῇ τοῖς πολιορκοῦσιν ἡ πόλις, καὶ εἰς τοσοῦτον συνοχῆς ἔλθῃ τὰ πάθη, ὡς μακαριστὸν ἡγεῖσθαι τὸν μὴ γεννώμε νον. Ἐν οἷς καὶ τὸ περὶ τὴν τεκνοφάγον προεμήνυ σεν ἄγος, εἰπὼν μακαρισθήσεσθαι κατὰ τὰς ἡμέρας ἐκείνας τὴν γαστέρα τὴν ἄγονον. Ποῦ τοίνυν ἐκεῖνα τὰ βασίλεια; ποῦ τὸ ἱερόν; ποῦ τὰ τείχη· ποῦ τῶν πύργων αἱ προβολαί; ποῦ δὲ ἡ τῶν Ἰσραηλιτῶν δυνα στεία; οὐχ οἱ μὲν κατὰ πᾶσαν μικροῦ δεῖν τὴν οἰ κουμένην ἄλλος ἀλλαχῆ διεσπάρησαν; τῇ δὲ τούτων καταστροφῇ συνηρειπώθη καὶ τὰ βασίλεια; Δοκεῖ γάρ μοι ταῦτα καὶ τὰ τοιαῦτα προμηνῦσαι ὁ Κύριος, οὐ τῶν πραγμάτων χάριν (τί γὰρ τοσοῦτον ἦν τοῖς ἀκούουσι κέρδος τῶν πάντως ἐκβησομένων ἡ πρόῤ ῥησις; ἔγνωσαν γὰρ ἂν τῇ πείρᾳ, καὶ μὴ προμαθόν τες τὸ γενησόμενον), ἀλλ' ὥστε διὰ τούτων αὐτοῖς καὶ τὴν περὶ τῶν μειζόνων πίστιν εἰς ἀκολουθίαν ἐλθεῖν. Ἡ γὰρ ἐν τούτοις διὰ τῶν ἔργων μαρτυρία, καὶ τῆς ἐν ἐκείνοις ἀληθείας ἐστὶν ἀπόδειξις. Ὥσπερ γὰρ εἴ τινος γεωργοῦ τὴν τῶν σπερμάτων ὑφηγουμένου δύναμιν, ἀπιστεῖν συμβῇ τὸν τῆς γεωρ γίας ἀπείρατον, αὐτάρκης ἂν εἰς ἀπόδειξιν τῆς ἀλη θείας ἦν τῷ γεηπόνῳ ἐν ἑνὶ σπέρματι τῶν ἐν τῷ με δίμνῳ κειμένων δείξαντι τὴν δύναμιν, καὶ περὶ τῶν λοιπῶν ἐγγυᾶσθαι. Ὁ γὰρ ἰδὼν τὸν ἕνα πυρὸν, ἢ τὴν μίαν κριθὴν, ἢ ὅ τι περ ἂν ἐν τῷ πληρώματι τοῦ με δίμνου τύχῃ, μετὰ τὸ ἐγκαταβληθῆναι τῇ βώλῳ στά χυν γενόμενον, οὐκέτι ἂν διὰ τοῦ ἑνὸς, οὐδὲ περὶ τῶν λοιπῶν ἀπιστήσειεν. Οὕτως ἱκανή μοι δοκεῖ πρὸς μαρτυρίαν εἶναι τοῦ κατὰ τὴν ἀνάστασιν μυστηρίον, ἡ τοῖς λοιποῖς τῶν εἰρημένων συνομολογουμένη ἀλήθεια. Μᾶλλον δὲ καὶ αὐτῆς τῆς ἀναστάσεως ἡ 217 πεῖρα, ἥν οὐ διὰ λόγων τοσοῦτον, ὅσον δι' αὐτῶν τῶν ἔργων ἐδιδάχθημεν. Ἐπειδὴ γὰρ μέγα καὶ ὑπὲρ πί στιν ἦν τὸ κατὰ τὴν ἀνάστασιν θαῦμα, διὰ τῶν κα τωτέρων τῆς θαυματοποιίας ἀρξάμενος, ἡρέμα πως τὴν πίστιν ἡμῶν προσεθίζει τοῖς μείζοσι. Καθάπερ γάρ τις μήτηρ καταλλήλως τιθηνουμένη τὸ νήπιον, τέως μὲν ἁπαλῷ τε καὶ ὑγρῷ τῷ στόματι τὸ γάλα διὰ τῆς θηλῆς ἐντίθησιν· ὀδοντοφυοῦντι δὲ ἤδη καὶ αὐξανομένῳ προσάγει τὸν ἄρτον, οὐ τραχύν τε καὶ ἀκατέργαστον, ὡς ἂν μὴ περιξανθείη τῷ σκληρῷ τῆς τροφῆς τὸ τῶν οὔλων ἁπαλόν τε καὶ ἀγύμναστον, ἀλλὰ τοῖς ἰδίοις ὀδοῦσι καταλεάνασα, σύμμετρόν τε καὶ κατ άλληλον τῇ δυνάμει τοῦ προσφερομένου ἐποίησεν· εἶτα κατὰ προσθήκην τῆς δυνάμεως ἐπιδιδούσης, προσεθισθὲν τοῖς ἁπαλωτέροις ἠρέμα τὸ νήπιον προσάγει τῇ στερεωτέρᾳ τροφῇ· οὕτω τὴν ἀνθρωπί νην μικροψυχίαν ὁ Κύριος, οἷόν τι νήπιον ἀτελὲς διὰ τῶν θαυμάτων τρέφων καὶ τιθηνούμενος, πρῶτον μὲν ἐν ἀπεγνωσμένῃ νόσῳ τὴν τῆς ἀναστάσεως προοι μιάζεται δύναμιν, ὃ μέγα μὲν ἦν τῷ κατορθώματι, οὐ μὴν τοιοῦτον, οἷον ἀπιστεῖσθαι λεγόμενον. Ἐπιτι μήσας γὰρ τῷ πυρετῷ σφοδρῶς τὴν πενθερὰν τοῦ Σίμωνος καταφλέγοντι, τοσαύτην ἐποίησε τοῦ κακοῦ τὴν μετάστασιν, ὡς πρὸς τὸ διακονεῖν τοῖς παροῦσιν ἐνισχύσαι τὴν ἤδη προσδοκωμένην τεθνήξεσθαι. Εἴτα μικρόν τι τῇ δυνάμει προστίθησι, καὶ τοῦ βασιλικοῦ τὸν υἱὸν ἐν ὁμολογουμένῳ κινδύνῳ κείμενον (οὕτω γάρ φησιν ἡ ἱστορία, ὅτι ἔμελλε τελευτᾷν, τοῦ πα τρὸς βοῶντος· «Κατάβηθι πρὶν ἀποθανεῖν τὸ παι δίον·») ἐνεργεῖ πάλιν τοῦ τεθνήξεσθαι πεπιστευμέ νου τὴν ἀνάστασιν, ἐν μείζονι τῇ δυνάμει τὸ θαῦμα κατεργασάμενος, τῷ μηδὲ πλησιάσαι τῷ τόπῳ, ἀλλὰ πόῤῥωθεν τῇ τοῦ προστάγματος ἰσχύϊ τὴν ζωὴν ἀπο στεῖλαι. Πάλιν δι' ἀκολουθίας τοῖς ὑψηλοτέροις ἐπαναβαίνει θαύμασι. Πρὸς γὰρ τὴν παῖδα τοῦ ἀρ χισυναγώγου ὁρμήσας, ἑκὼν ἔδωκε τῇ ὁδοιπορίᾳ σχο λὴν, τὴν ἴασιν τῆς αἱμοῤῥοΐας δημοσιεύων λαθοῦσαν, ὡς ἂν ἐν τῷ χρόνῳ τούτῳ κατακρατήσειε τῆς νοσού σης ὁ θάνατος. Ἄρτι τοίνυν τῆς ψυχῆς χωρισθείσης τοῦ σώματος, καὶ θορυβουμένων ἐν τῇ γοερᾷ κραυγῇ τῶν ἐπικωκυόντων τῷ πάθει, καθάπερ ἐξ ὕπνου τῷ προστακτικῷ λόγῳ διανίστησι πάλιν πρὸς τὴν ζωὴν τὸ κοράσιον, ὀδῷ τινι καὶ ἀκολουθίᾳ πρὸς τὸ μεῖζον ἀναλαμβάνων τὴν ἀνθρωπίνην ἀσθένειαν. Εἶτ' ἐπὶ τούτοις ὑπερβαίνει τῷ θαύματι, καὶ δι' ὑψηλοτέρας δυνάμεως ὁδοποιεῖ τοῖς ἀνθρώποις τὴν περὶ τῆς ἀναστάσεως πίστιν. Νάϊν τινὰ πόλιν κατὰ τὴν Ἰου δαίαν ἱστορεῖ ἡ Γραφή. Παῖς ἦν ἐν ταύτῃ μονογενὴς χήρᾳ τινὶ, οὐκέτι τοιοῦτος παῖς, οἷος ἐν μειρακίοις εἶναι, ἀλλ' ἤδη ἐκ παίδων εἰς ἄνδρας τελῶν. Νεανίαν αὐτὸν ὀνομάζει ὁ λόγος· πολλὰ δι' ὀλίγων διηγεῖται ἡ ἱστορία· θρῆνος ἄντικρύς ἐστι τὸ διήγημα. Χήρα, φησὶν, ἦν τοῦ τεθνηκότος ἡ μήτηρ. Ὁρᾷς τὸ βάρος τῆς συμφορᾶς, πῶς ἐν ὀλίγῳ τὸ πάθος ὁ λόγος ἐξετραγ 220 ῴδησε; Τί γάρ ἐστι τὸ λεγόμενον, ὅτι οὐκ ἦν αὐτῇ παιδοποιίας ἐλπὶς, τὴν ἐπὶ τῷ ἐκλείποντι συμφορὰν θεραπεύουσα· χήρα γὰρ ἡ γυνή. Οὐκ εἶχε πρὸς ἕτε ρον ἀντὶ τοῦ κατοιχομένου βλέπειν· μονογενὴς γὰρ ὁ τόκος. Ὅσον δὲ τὸ ἐπὶ τούτῳ κακὸν, παντὶ ῥᾴδιον συνιδεῖν τῷ μὴ ἀπεξενωμένῳ τῆς φύσεως. Μόνον ἐν ὠδῖσιν ἐκεῖνον ἐγνώρισε, μόνον ταῖς θηλαῖς ἐτιθηνή σατο· μόνος αὐτῇ φαιδρὰν ἐποίει τὴν τράπεζαν· μόνος ἦν τῆς κατὰ τὸν οἶκον φαιδρότητος ἡ ὑπόθεσις· παίζων, σπουδάζων, ἀσκούμενος, φαιδρυνόμενος, ἐν προόδοις, ἐν παλαίστραις, ἐν συλλόγοις νεότητος· πᾶν ὅ τι μητρὸς ὀφθαλμοῖν γλυκύ τε καὶ τίμιον, μόνος ἐκεῖνος ἦν. Ἤδη τοῦ γάμου τὴν ὥραν ἄγων, ὁ τοῦ γένους ὅρπηξ, ὁ τῆς διαδοχῆς κλάδος, ἡ βακτη ρία τοῦ γήρους. Ἀλλὰ καὶ ἡ τῆς ἡλικίας προσθήκη, ἄλλος θρῆνος ἦν. Ὁ γὰρ νεανίαν εἰπὼν, τὸ ἄνθος εἶπε τῆς μαρανθείσης ὥρας, ἄρτι τοῖς ἰούλοις ὑπο χλοάζοντα, οὔπω τοῦ πώγωνος διὰ βάθους ὑποπιμ πλάμενον, ἔτι τῷ κάλλει τῶν παρειῶν ὑποστίλβοντα. Τί τοίνυν πάσχειν εἰκὸς ἦν ἐπ' αὐτῷ τὴν μητέρα; οἱονεὶ πυρὶ τοῖς σπλάγχνοις ἐγκαταφλέγεσθαι, ὡς πικρῶς ἐπ' αὐτῷ παρατείνειν τὸν θρῆνον, περιπλε κομένην προκειμένῳ τῷ πτώματι, ὡς μὴ ἂν ἐπι σπεῦσαι τῷ νεκρῷ τὴν κηδείαν, ἀλλ' ἐμφορεῖσθαι τοῦ πάθους, ἐπιπλεῖστον αὐτῷ τοὺς ὀδυρμοὺς παρα τείνουσαν· οὐδὲ τοῦτο παρῆκεν ὁ λόγος·» Ἰδὼν γὰρ αὐτὴν ὁ Ἰησοῦς,» φησὶν, «ἐσπλαγχνίσθη. καὶ προσ ελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάσαντες ἔστησαν. Καὶ λέγει τῷ νεκρῷ· Νεανία, σοὶ λέγω, ἐγέρθητι· καὶ παρέδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ ζῶντα.» Ἤδη τοίνυν οὐκ ἐν ὀλίγῳ διαστήματι τοῦ νεκροῦ γεγενη μένου, καὶ ὅσον οὐδέπω ἐναποτεθέντος τῷ τάφῳ, γίνεται παρ' αὐτοῦ Κυρίου τὸ μὲν θαῦμα μεῖζον, τὸ δὲ πρόσταγμα ἶσον. Ἔτι πρὸς τὸ ὑψηλότερον ἡ θαυματοποιία προέρχεται, ὡς ἂν μᾶλλον προσεγ γίσειε τὰ φαινόμενα τῷ ἀπιστουμένῳ περὶ τὴν ἀνάστασιν θαύματι. Ἠσθένει τις τῶν συνήθων τῷ Κυρίῳ καὶ φίλων· Λάζαρος ὄνομα τῷ ἀσθενοῦντι. Καὶ παραιτεῖται ὁ Κύ ριος τὴν τοῦ φίλου ἐπίσκεψιν, πόῤῥω τοῦ νοσοῦντος γενόμενος, ὡς ἂν εὕροι χώραν καὶ δύναμιν ἐν τῇ τῆς ζωῆς ἀπουσίᾳ τὸ ἴδιον ἐργάζεσθαι διὰ τῆς νόσου ὁ θά νατος. Μηνύει τοῖς μαθηταῖς ὁ Κύριος κατὰ τὴν Γαλι λαίαν τὸ περὶ τὸν Λάζαρον πάθος· ἀλλὰ καὶ τὴν πρὸς αὐτὸν ὁρμὴν, ἐφ' ᾧ τε διαναστῆσαι τὸν κείμενον. Περι δεεῖς δὲ ἦσαν ἐκεῖνοι διὰ τὴν τῶν Ἰουδαίων ὠμότητα, χαλεπὸν καὶ κινδυνῶδες ποιούμενοι τὸ πάλιν ἐπὶ τῆς Ἰουδαίας ἐν μέσῳ τῶν φονώντων γενέσθαι. Καὶ διὰ τοῦτο μέλλοντες καὶ ἀναβαλλόμενοι, χρόνῳ ποιοῦνται τὴν ἀπὸ τῆς Γαλιλαίας ἐπάνοδον. Κατεκράθη γὰρ ἡ ἐξ ουσία, καὶ ἤγοντο παρὰ τοῦ Κυρίου οἱ μαθηταὶ, οἱονεὶ τὰ προτέλεια τῆς καθολικῆς ἀναστάσεως ἐν Βηθανίᾳ μυηθησόμενοι. Τέσσαρες ἦσαν ἤδη μετὰ τὸ πάθος αἱ 221 ἡμέραν πάντα ἐπεπλήρωτο τῷ κατοιχομένῳ τὰ νομι ζόμενα, τάφῳ κατεκρύβη τὸ σῶμα. Ἐξῳδήκει κατὰ τὸ εἰκὸς ἤδη, καὶ πρὸς διαφθορὰν διελύετο, μυδῶντος ἐν τῷ εὐρῶτι τῆς γῆς, καὶ διαπίπτοντος ὑπ' ἀνάγκης τοῦ σώματος. Φευκτὸν ἦν τὸ πρᾶγμα, βιαζομένης τῆς φύσεως τὸ διαλυθὲν εἰς δυσωδίαν ἀποδιδόναι πάλιν τῷ ζῇν. Τότε τὸ ἀπιστούμενον τῆς καθολικῆς ἀνα στάσεως ἔργον δι' ἐναργεστέρου τοῦ θαύματος εἰς ἀπόδειξιν ἄγεται. Οὐδὲ γὰρ ἐκ νόσου τις ἀνίσταται χαλεπῆς, οὐδὲ πρὸς ταῖς τελευταίαις ὢν ἀναπνοαῖς εἰς τὴν ζωὴν ἐπανάγεται, οὐδὲ παιδίον ἀρτιθανὲς ζωοποιεῖται, οὐδὲ μέλλων τῷ τάφῳ προσάγεσθαι νεα νίας πάλιν ἐκ τῆς σοροῦ ἀναλύεται· ἀλλ' ἀνὴρ τῶν ἐξώρων, νεκρὸς, ἕωλος, ἐξῳδηκὼς ἤδη, καὶ λελυμέ νος, ὡς μηδὲ τοῖς ἐπιτηδείοις ἀνεκτὸν εἶναι προσεγ γίσαι τῷ τάφῳ τὸν Κύριον, διὰ τὴν ἐγκειμένην ἀηδίαν τοῦ διαπεπτωκότος σώματος, μιᾷ κλήσει ζωοποιηθεὶς πιστοῦται τὸ κήρυγμα τῆς ἀναστάσεως, τοῦτ' ἐστι, τὸ ἐπὶ τοῦ κοινοῦ προσδοκώμενον, ὃ ἐπὶ μέρους τῇ πείρᾳ ἐμάθομεν. Καθάπερ γὰρ ἐν τῇ τοῦ παντὸς ἀναστοιχειώσει, φησὶν ὁ Ἀπόστολος, αὐτὸν καταβήσεσθαι τὸν Κύριον ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ διὰ σάλπιγγος εἰς ἀφθαρσίαν τοὺς νεκροὺς διαναστήσειν· οὕτω καὶ νῦν οἷόν τινα ὕπνον τὸν θάνατον, τῇ φωνῇ τοῦ προστάγματος ὁ ἐν τῷ τάφῳ ἀποσεισάμενος, καὶ ἀποτινάξας ἑαυτοῦ τὴν ἐπιγινομένην διαφθορὰν τῇ νεκρότητι, ἄρτιος καὶ σῶος τοῦ τάφου ἐξάλλεται, μηδὲ τῷ δεσμῷ τῶν περὶ τοὺς πόδας καὶ τὰς χεῖρας κειριῶν κωλυθεὶς πρὸς τὴν ἔξοδον. Ἆρα μικρὰ ταῦτα πρὸς πίστιν τῆς τῶν νεκρῶν ἀναστάσεως; Εἰ ζητεῖς καὶ δι' ἑτέρων βεβαιωθῆ ναί σοι τὴν περὶ τούτου κρίσιν; ἀλλά μοι δοκεῖ μὴ μάτην τοῖς κατὰ Καφαρναοὺμ εἰρηκέναι, ὡς ἐκ προσώπου τῶν ἀνθρώπων ὁ Κύριος τοῦτο πρὸς ἑαυτὸν λέγων· «Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· Ἰατρὲ, θεράπευσον σεαυτόν.» Ἔδει γὰρ ἐν ἑτέροις σώμασι προσεθίσαντα τοὺς ἀνθρώπους τῷ κατὰ τὴν ἀνάστασιν θαύματι, ἐν τῷ καθ' ἑαυτὸν ἀν θρώπῳ βεβαιῶσαι τὸν λόγον. Εἶδες ἐν ἑτέροις ἐνερ γὸν τὸ κήρυγμα. Τοὺς τεθνήξεσθαι μέλλοντας, τὸ παιδίον τὸ τοῦ ζῇν ἄρτι παυσάμενον, τὸν πρὸς τῷ τάφῳ νεανίαν, τὸν διεφθορότα νεκρὸν, πάντας κατὰ τὸ ἶσον ἐνὶ προστάγματι πρὸς τὴν ζωὴν ἀναλύοντας. Ζητεῖς καὶ τοὺς διὰ τραυμάτων καὶ αἵματος ἐν τῷ θανάτῳ γεγονότας, μή τις ἐπὶ τούτων ἀτονία τῆς ζωοποιοῦ δυνάμεως λύῃ τὴν χάριν; Εἶδε τὸν ἐν ἥλοις διαπερονηθέντα τὰς χεῖρας. Εἶδε τὸν τὴν πλευρὰν λόγχῃ διαπαρέντα. Διένεγκε τοὺς δακτύλους σου διὰ τῶν τύπων τῶν ἥλων. Ἔμβαλε τὴν χεῖρά σου τῷ ἐκ τῆς λόγχης τραύματι. Στοχάζῃ πάντως ἐπὶ πόσων εἰκὸς ἦν εἰς τὸ ἐντὸς τὴν αἰχμὴν διαδῦναι, διὰ τοῦ πλάτους τῆς ὠτειλῆς, τὴν ἐπὶ τὸ ἔσω πάροδον λογι ζόμενος. Ἡ γὰρ εἴσοδον χειρὸς ἀνθρωπίνης χωρή σασα πληγὴ, πόσον ἐντὸς τοῦ βάθους γεγενῆσθαι τὸν σίδηρον ὑποδείκνυσιν; Εἰ οὖν οὗτος ἐγήγερται, εὔ 224 κολον ἂν εἴη τὸ ἀποστολικὸν ἐπιφθέγξασθαι· «Πῶς λέγουσί τινες, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;» Ἐπειδὴ τοίνυν πᾶσα μὲν πρόῤῥησις τοῦ Κυρίου διὰ τῆς τῶν γεγονότων μαρτυρίας ἀληθὴς ἐπιδείκνυται, τοῦτο δὲ οὐ λόγῳ μεμαθήκαμεν μόνον, ἀλλὰ καὶ ἐξ αὐ τῶν τῶν ἐπὶ τὴν ζωὴν ἐξ ἀναστάσεως ἐπανελθόντων, ἔργῳ τὴν ἀπόδειξιν τῆς ἐπαγγελίας ἐλάβομεν· τίς ὑπολείπεται τοῖς μὴ πιστεύουσιν ἀφορμή; Οὐκ, Ἔῤ ῥωσθε, φράσαντες τοῖς διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης παρακρουομένοις τὴν ἀκατάσκευον πίστιν, ψιλῆς ἑξόμεθα τῆς ὁμολογίας; μαθόντες ἐν ὀλίγῳ διὰ τοῦ Προφήτου τὸν τρόπον τῆς χάριτος, δι' ὧν φησιν· «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλεί ψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξ αποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Ὅτε καὶ εὐφραίνεσθαι τὸν Κύριον ἐπὶ τοῖς ἔργοις αὐτοῦ λέ γει, ἐκλειπόντων τῶν ἁμαρτωλῶν ἀπὸ τῆς γῆς. Πῶς γάρ τις ἐξ ἁμαρτίας ὀνομασθήσεται, τῆς ἁμαρ τίας οὐκ οὔσης;

Intertext edge

Open linked passage

Note