Topographia Christiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cosmas-indicopleustis" aria-label="More works by Cosmas Indicopleustis">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Πρὸς Ἀναστάσιον ὅτι ἀκατάλυτοί εἰσιν οἱ οὐρανοί. Λόγος ηʹ Εἰς τὴν ᾠδὴν Ἐζεκίου, καὶ εἰς τὸν ἀναποδισμὸν τοῦ ἡλίου.
7.2
Ἐλισάβετ ἡ προφῆτις· (7α)" Καὶ πόθεν μοι τοῦτο ὅτι ἡ μήτηρ τοῦ κυρίου μου ἦλθε πρός με;" Οὗτος ὁ μείζων πάντων ἀνθρώπων Ἰωάννης ὁ Βαπτιστής, ὁ ἔτι ἐν κοιλίᾳ Πνεύματος ἁγίου πλησθεὶς καὶ σκιρτῶν καὶ ἐπειγόμενος προδραμεῖν τοῦ Κυρίου αὐτοῦ, ὁ μέγας ἐνώπιον τοῦ Θεοῦ, ὁ πρόδρομος τοῦ Κυρίου, ὁ ἑτοιμάζων αὐτῷ λαὸν κατεσκευασμένον, ὁ τῶν προφητῶν ἀνώτερος καὶ τῶν ἀποστόλων προγενέστερος, ὁ μέσος τῆς Παλαιᾶς καὶ Καινῆς Διαθήκης, ὁ τελευταῖος ἐν νόμῳ καὶ τῆς Νέας ὑποδέκτης, ὁ παρόντα τὸν Δεσπότην Χριστὸν πᾶσιν ὑποδεικνύς, ὁ τῇ σκληραγωγίᾳ πάντας ἀνθρώπους ὑπεραίρων καὶ τῇ διακονίᾳ πάντας ἀνθρώπους ὑπερβάς, ὁ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου προελθὼν καὶ τὸν Ἠλίαν ὑπερβαίνων τῷ βαπτίζειν τὸν Κύριον, ὁ λύχνος ὁ καιόμενος πρὸ τοῦ ἡλίου τῆς δικαιοσύνης. Οὗτος παρόντα τὸν Κύριον ὑποδείκνυσι λέγων·" Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου"," ἀμνὸν" ὡς θυόμενον καλέσας, καὶ" τὴν ἁμαρτίαν τοῦ κόσμου" αἴροντα, ὡς ἀπαλλάττοντα τὸν κόσμον τῆς ἁμαρτίας, διὰ τῆς ἀναστάσεως ἀφθάρτους καὶ ἀθανάτους καὶ ἀτρέπτους ἀποτε λῶν. Τοιαύτης διακονίας καὶ τοιούτων πραγμάτων μηνυτὴς ἠξιώθη ὁ μέγας Ἰωάννης εἶναι. Παραγραφή Οὗτος ὁ μείζων πάντων ἀνθρώπων Ἰωάννης, ὁ πατέρα καὶ μητέρα συμπροφήτας κεκτημένος, ὃς οὐ μόνον τὸν τῆς δευτέρας καταστάσεως ἀρχηγὸν παρόντα τὸν Δεσπότην Χριστὸν ὑποδείκνυσιν, ἀλλὰ καὶ κριτὴν αὐτὸν τοῦ παντὸς ὑποφαίνει λέγων·" Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν μὲν σῖτον εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ." Οὗτος πάλιν βασιλείαν οὐρανῶν προκηρύττει καὶ ὁδοποιεῖ τῷ μετ' αὐτὸν ἐρχομένῳ καὶ ἐν ἑαυτῷ ἔργῳ δεικνύοντι τὴν βασιλείαν τῶν οὐρανῶν, ἥτις ἐστὶ δευτέρα καὶ καινὴ κατάστασις. Δόξα τῷ τὰ πάντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντι Θεῷ καὶ πάλιν ἐν Χριστῷ ἀνακτίζοντι. Ἀμήν./* Πρόλογος περὶ τῶν ἀποστόλων*/ Καθάπερ οὖν ἐπηγγειλάμεθα τοὺς ἀρχαίους ἀνθρώπους δεῖξαι καὶ τοὺς προφήτας πάντας περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου προειρηκότας, καὶ ὅτι πάντες ἀπὸ τοῦ πρωτοπλάστου Ἀδὰμ μέχρι Ἰωάννου τοῦ Βαπτιστοῦ εἰς τὴν μέλλουσαν κατάστασιν ἀφορῶσι, τοῦτο πεποιήκαμεν, ὅπερ καὶ ὁ Δεσπότης Χριστὸς καὶ οἱ τούτου μαθηταὶ καὶ ἀπόστολοι διαρρήδην λοιπὸν ἐκήρυξαν, ὡς ἔστι τις μέλλουσα κατάστασις κρείττων τῆς ἐνταῦθα πολύ, ἣν ἐν ἑαυτῷ πρῶτος ἡμῖν ἔδειξεν ὁ Δεσπότης Χριστὸς ἀναστὰς ἐκ τῶν νεκρῶν καὶ εἰς οὐρανὸν ἀνεληλυθώς, ἣν καὶ οἱ πρῶτοι σκότῳ τινὶ ἐμήνυσαν καὶ οἱ μετὰ ταῦτα σαφῶς διαγγέλλουσι, καὶ ὅτι οὐδεὶς αὐτῶν ποτε οὔτε τῶν νεωτέρων, οὔτε τῶν ἀρχαίων, ἑτέραν ποτὲ κατάστασιν, ἢ πρεσβυτέραν ἢ μεταγενεστέραν τούτων τῶν δύο, ἐκήρυξαν ἢ ἐφαντάσθησαν, ἀλλ' ὅτι ἀρξάμενος ὁ Θεὸς ποιῆσαι τὴν κτίσιν πᾶσαν τὰς δύο ταύτας μόνον καταστάσεις ἐποίησε, ταύτην πρῶτον ὁρίσας πολιτεύεσθαι, εἶθ' οὕτως τὴν μέλλουσαν, εἰς ἣν ἀφορᾷ πᾶς ὁ σκοπὸς τοῦ Θεοῦ καὶ τῶν προφητῶν αὐτοῦ. Αἰσχυνέσθωσαν τοίνυν Ἕλληνες οἱ συναΐδιον τῷ Θεῷ τὸν κόσμον ὑποτιθέμενοι καὶ προβιοτὴν καταγγέλλοντες καὶ ἀνάστασιν σωμάτων ἀθετοῦντες. Αἰσχυνέσθωσαν καὶ οἱ τούτων ἐπακόλουθοι, οἱ χριστιανίζειν μὲν δοκοῦντες, τῷ δὲ ἔργῳ τὰ τῶν Ἑλλήνων φρονοῦντες, οἱ λέγοντες σφαιροειδῆ εἶναι τὸν οὐρανόν. Οὐδὲν γὰρ ἕτερον καὶ αὐτοὶ λέγουσιν, ὧν οἱ Ἕλληνες καταγγέλλουσιν, ἀεὶ τὸν κόσμον οὕτως ἐν φθορᾷ τῶν σωμάτων εἶναι καὶ ἀνάστασιν σωμάτων μηδέποτε γίνεσθαι, μήτε ἑτέραν κατάστασιν. Αἰσχυνέσθωσαν μανιχαῖοι καὶ μαρκιωνισταὶ τὰς σάρκας ἀποβαλλόμενοι καὶ πονηρᾶς ἀρχῆς αὐτὰς ποιήματα καταγγέλλοντες. Αἰσχυνέσθωσαν πάντες ὅσοι ἀθετοῦσι τὴν ἡμετέραν σάρκα καὶ ὅσοι ἀθετοῦσι τὰς ἡμετέρας ψυχὰς σὺν τῷ νοῒ αὐτῶν, τουτέστιν Εὐτυχής, Ἄρειος, Ἀπολλινάριος, καὶ πάντες οἱ κατ' αὐτούς. Αἰσχυνέσθωσαν πάντες οἱ αἱρετικοὶ οἱ μὴ ὁμολογοῦντες ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσι γνωριζόμενόν τε καὶ προσκυνούμενον, ποιητὴν οὐρανοῦ καὶ γῆς ὑπάρχοντα, καὶ τῆς ἡμετέρας σαρκὸς τὴν ἀνάστασιν. Αἰσχυνέσθωσαν Σαμαρεῖται μήτε τῆς ἡμετέρας σαρκὸς ἀνάστασιν ὁμολογοῦντες, μήτε ἄγγελον, μήτε πνεῦμα. Αἰσχυνέσθωσαν τῶν Ἰουδαίων οἱ ἄπιστοι οἱ τὸν προσδοκώμενον μὴ δεξάμενοι, μήτε χριστιανικὴν ἀνάστασιν ὁμολογοῦντες, ἀλλὰ τοιαύτην οἵαν νῦν πολιτευόμεθα" γαμοῦντες καὶ γαμιζόμενοι". Εὖγε δὲ εὖγε, χαρά τε καὶ ἀγαλλίασις τοῖς ὄντως χριστιανοῖς, τοῖς πειθομένοις πάσῃ τῇ θείᾳ Γραφῇ, Παλαιᾷ τε καὶ Καινῇ Διαθήκῃ, τοῖς ποδηγηθεῖσιν ἐκ τοῦ νόμου καὶ πιστεύσασι Χριστῷ καὶ πᾶσιν οἷς ἐκήρυξε καὶ ἔτι λέγοντι·" Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου προεκήρυξαν", καί·" Ἀπὸ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν", ἵνα εἴπῃ ὅτι· Ὅσοι ἑαυτοὺς βιάζονται καὶ πολιτεύονται δικαίως καὶ μὴ ταῖς ἰδίαις ἐννοίαις ἐξακολουθοῦσιν, ἀλλὰ τῷ Θεῷ πιστεύουσιν, ἐκεῖνοι ταύτης τυγχάνουσιν. Ἀμέλει καὶ ἡ μήτηρ Ἰωάννου καὶ Ἰακώβου αἰτησαμένη τὸν Κύριον ἕνα ἐκ δεξιῶν αὐτοῦ εἶναι καὶ ἕνα ἐξ εὐωνύμων ἐν τῇ βασιλείᾳ, ἀπεκρίνατο αὐτῇ ὅτι·" Οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ' οἷς, φησίν, ἡτοίμασται παρὰ τοῦ Πατρός μου", ὡσανεί· Τὸ μὲν δῶρον τοῦ Θεοῦ πᾶσιν ἐφήπλωται, τὸ ἀναστῆναι ἐκ τῶν νεκρῶν καὶ γενέσθαι ἀφθάρτους καὶ ἀθανάτους καὶ ἀτρέπτους, τὸ δὲ προτιμᾶσθαι ἑτέρων, οὐ δῶρον τοῦτο, ἀλλ' ἑτοιμασία τοῦ Θεοῦ τοῖς καλῶς πιστεύουσι καὶ βιοῦσι. Πάλιν γὰρ λέγει ὁ Κύριος·" Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν", καὶ πότε ἡτοιμάσθη φησὶν" ἀπὸ καταβολῆς κόσμου" προσειπών. Ὁ κοσμογράφος τοίνυν Μωϋσῆς καὶ οἱ λοιποὶ πάντες προφῆται καὶ ἀρχαῖοι ἄνθρωποι περὶ τῶν δύο τούτων καταστάσεων καὶ μόνον εἰπόντες καὶ ἑτέρας μὴ μνημονεύσαντες, ἀλλὰ ταύτας μόνας προκηρύξαντες καὶ συγγραψάμενοι, οὐ μόνον δέ, ἀλλὰ καὶ ὁ Κύριος παραγεγονὼς καὶ οἱ τούτου μαθηταί, εὐαγγελισταὶ καὶ ἀπόστολοι, οὐδὲν ἕτερον ἐκήρυξαν ἢ τὰς δύο ταύτας καὶ μόνας καταστάσεις. Τίς ἔτι λείπεται πίστεως, ὡς ὅτι ταῦτα οὐκ εἰσὶν ἀληθῆ; Τίς οὐκ ἐντραπήσεται τὸν ὄχλον τῶν προρρήσεων, τὰς ἐκβάσεις τῶν προφητειῶν, τὸν ὄχλον τῶν σημείων καὶ τῶν παραδόξων καὶ τῶν θαυμάτων, αὐτὴν τὴν πολιτείαν πάντων τῶν ἁγίων καὶ τοῦ Δεσπότου Χριστοῦ καὶ τῶν αὐτοῦ ἀποστόλων, τὴν συμφωνίαν τῆς Παλαιᾶς καὶ Καινῆς Διαθήκης; Τίς ἐξ αὐτῶν διεφώνησε πρὸς τοὺς ἄλλους σφαιροειδῆ τὸν οὐρανὸν ἐξηγησάμενος, ἢ προΰπαρξιν τούτου τοῦ κόσμου ἐκήρυξεν, ἢ ἀΐδιον εἶναι τὸν κόσμον ἀπεφήνατο, ἢ ἠθέτησε τὴν τῶν σωμάτων ἡμῶν ἀνάστασιν, ἢ τὴν διὰ τοῦ Χριστοῦ γενομένην οἰκονομίαν τοῦ ἀνέρχεσθαι τοὺς δικαίους ἀνθρώπους εἰς τὸν οὐρανόν; Ἀλλὰ πάντες, ὡς ἐξ ἑνὸς θείου Πνεύματος ποδηγούμενοι, ταὐτὰ καὶ διὰ λόγων καὶ δι' ἔργων ἢ τύπων προεμήνυσαν καὶ πάντες εἰς τὴν μέλλουσαν κατάστασιν ἀφορῶσιν. Καὶ αὐτὸς δὲ ὁ Δεσπότης Χριστὸς ἐν Εὐαγγελίοις δηλοῖ, ἐν οἷς μέλλουσιν ἀναστρέφεσθαι οἱ τέλειοι δίκαιοι καὶ οἱ μέσοι καὶ οἱ ἀσεβεῖς· καὶ περὶ μὲν τῶν τελείων δικαίων, ὡς ὅταν προσκαλῆται αὐτοὺς πρὸς ἑαυτὸν λέγων·" Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου," περὶ δὲ τῶν ἀσεβῶν, ὡς ὅταν τοῖς ἐξ εὐωνύμων λέγῃ·" Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ", ἵνα εἴπῃ· Τοῖς μὲν δικαίοις ἄνω ἐν τῷ οὐρανῷ ἐσώτερον τούτου τοῦ ὁρωμένου στερεώματος, τοῖς δὲ ἀσεβέσι, κάτω περὶ τὴν γῆν, ἔνθα καὶ ὁ διάβολος κατερρίφη. Λοιπὸν τῶν μέσων ἀνάγκη ζητῆσαι τὸν τόπον. Λέγει τοίνυν ἐν τῇ παραβολῇ τῶν δέκα παρθένων ὡς αἱ πέντε αἱ φρόνιμοι εἰσῆλθον μετὰ τοῦ νυμφίου εἰς τὸν νυμφῶνα, τουτέστιν εἰς τὸν οὐρανόν, ἐπειδήπερ καὶ τὴν παρθενίαν καὶ τὴν ἐλεημοσύνην ἐπελέξαντο· αἱ δὲ μωραί, φησί, τὸ ἓν ἐπιλεξάμεναι, τοῦ δὲ ἑτέρου καταφρονήσασαι, ἔμειναν ἔξω τοῦ νυμφῶνος, κεκλεισμένην εὑροῦσαι τῆν θύραν καὶ ἀκούσασαι·" Ἀπέλθατε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς", οὔτε εἰσελθεῖν συγχωρηθεῖσαι, οὔτε μετὰ τῶν ἀσεβῶν κατακριθεῖσαι, ἀλλὰ μείνασαι ἔξωθεν τοῦ νυμφῶνος. Οὕτως οὖν ἕκαστος ἔχων πίστιν ὀρθὴν ἀνυπόκριτον καὶ βίον καλὸν μετὰ παρρησίας εἰσέρχεται εἰς τὴν βασιλείαν· οἱ δὲ ἐναντίοι οἱ μηδὲ ἓν τούτων ἔχοντες, μήτε πίστιν ὀρθήν, μήτε βίον εὐθῆ, μετὰ τοῦ διαβόλου περὶ τὴν γῆν κατακρίνονται· οἱ δὲ ἕνα μὲν ἔχοντες, ἕνα δὲ μὴ ἔχοντες, μέσοι τινές εἰσιν, ἔξωθεν μένειν τοῦ νυμφῶνος κατακρινόμενοι, τουτέστι τοῦ στερεώματος. Τὸ δὲ εἶδος τῶν ἀγαθῶν ἢ τῶν τιμωριῶν ἀδύνατον εἰδέναι ἡμᾶς, εἰ μὴ ἐντὸς αὐτῶν τῶν πραγμάτων γενώμεθα· ὡς ἐν ὑποδείγματι δὲ μόνον τῶν ἐνταῦθα τιμωριῶν καὶ τῶν ἐνταῦθα ἀγαθῶν ἐσήμανε τὰ μέλλοντα· οὐδὲ γὰρ ἐνῆν ἡμᾶς ἄλλως ἀκοῦσαι, μήπω πεῖραν εἰληφότας καινῶν τινων πραγμάτων, ἀλλ' ὅσον ἐνῆν αἰνιγματωδῶς εἰπεῖν, εἶπεν ὅτι·" Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε τῷ υἱῷ αὐτοῦ γάμους", τὰ πάντων ἀνώτερα τῶν τοῦ βίου τούτου ἀγαθῶν ἐκλεξάμενος καὶ ὁμοιώσας τοῖς ἐκεῖσε ἀγαθοῖς· ὁμοίως καὶ τὰ χείριστα, πῦρ, σκώληκα, τάρταρον καὶ βρυγμὸν ὀδόντων, καὶ σκότος καὶ ὅσα τούτοις παραπλήσια, ἐπειδὴ ταῦτα τῶν ἐνταῦθα τιμωρητικῶν δεινότερα τυγχάνουσι, τούτοις αὐτὰ ἐξωμοίωσεν· οὔτε δὲ τὰ ἀγαθὰ τῶν ἐκεῖ δυνατὸν ἀναλογίσασθαι, οὔτε τὰ δεινά, οὔτε τὰ μέσα τούτων. Ἀλλ' ἑτέρα τις κατάστασίς ἐστι κρείττων πολὺ καὶ λίαν πολὺ καθόλου ὑπάρχουσα τῶν ἐνταῦθα, ὥσπερ κρείττων ὑπάρχει ὁ βίος οὗτος οὗ ὅτε ἦμεν ἐν τῇ κοιλίᾳ τῆς μητρὸς ἡμῶν. Ἀναλογίσασθαι γὰρ δεῖ πῶς ἦμεν ἔσωθεν τῆς κοιλίας διάγοντες, ἐν σκότῳ, ἐν αἵματι, ἐν φλέγματι, ἐν χολῇ, ἐν βορβόρῳ, ἐν κόπρῳ, καὶ πάσῃ ἀκαθαρσίᾳ καὶ δυσωδίᾳ συμφυρόμενοι καὶ ἐν πάσῃ ἀγνωσίᾳ ὑπάρχοντες, παρακύψαντες δὲ ἐν τῷ βίῳ τούτῳ ἕτερά τινα θεωροῦμεν, ὧν τὴν πεῖραν οὔπω παρειλήφαμεν, ἀνέσεως ἔκτασιν, ἀέρος ἀναπνοήν, ἀπόλαυσιν φωτὸς καλλίστου, κατασκευὴν κόσμου τεχνίτου καὶ πανσόφου δημιούργημα, καὶ γνώσεως Θεοῦ ἐμπιπλάμενοι, ἅπερ πάντα οὔτε εἰδέναι ἡμᾶς ἦν δυνατὸν οὔτε ἐνθυμηθῆναι οὔτε ἀκοῦσαι οὔτε ἀπολαῦσαι ἑνὸς τούτων, ἔτι ὄντας ἐν τῇ κοιλίᾳ. Οὕτως καὶ τὴν μέλλουσαν κατάστασιν καθόλου κρείττονα τυγχάνουσαν τῶν ἐνταῦθα οὐ δυνατὸν ἡμᾶς ἀναλογίσασθαι, ἔτι ὄντας ἐν τούτῳ τῷ βίῳ, ἢ ἐνθυμεῖσθαι ἢ φαντασθῆναι, εἰ μὴ ἐντὸς αὐτῶν τῶν πραγμάτων γενώμεθα." Ἃ γὰρ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, φησί, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν." Ὥσπερ τοίνυν ἐνταῦθα κοινὸν δῶρον ἅπασι κεχάρισται ὁ Θεὸς τὸν ἥλιον αὐτοῦ ἀνατέλλων ἐπὶ δικαίους καὶ ἀδίκους καὶ βρέχων ἐπ' ἀγαθοὺς καὶ πονηρούς, οὕτως καὶ ἐν τῇ μελλούσῃ καταστάσει κοινὸν δῶρον πᾶσι χαρίζεται, ἀθανασίαν καὶ ἀφθαρσίαν καὶ ζωὴν καὶ ἀτρεπτότητα· κατὰ δὲ τὰς προτέρας πράξεις ἕκαστος ἑαυτῷ ἐφέλκεται εἴτε τὴν βασιλείαν, εἴτε τὴν τιμωρίαν, εἴτε ἄνοδον ἐν οὐρανῷ, εἴτε μονὴν περὶ τὴν γῆν, εἴτε περὶ τὴν μέσην τάξιν. Πάντα δὲ αἰώνια καὶ ἀπέραντα τυγχάνει, καὶ τὰ ἀγαθὰ καὶ τὰ τούτων χείριστα. Καθόλου δὲ ἐκείνη ἡ κατάστασις τῆς ἐνταῦθα πολὺ καὶ πάνυ πολὺ διενήνοχε. Πρὸς δὲ τὰ ἀγαθὰ τὰ ἡτοιμασμένα τοῖς δικαίοις ἀντιδιαστελλόμενα τὰ τῶν ἀσεβῶν, ἐσχάτη τιμωρία καὶ κρίσις ἀνελεὴς τυγχάνει· ἀναλογεῖ γὰρ τῇ καταστάσει ἐκείνῃ καὶ ἡ ταύτης κρίσις καὶ τιμωρία. Ἔλθωμεν λοιπὸν καὶ ἐπὶ τοὺς εὐαγγελιστὰς καὶ ἀποστόλους καὶ δείξωμεν καὶ αὐτοὺς συμφώνως τοῖς παλαιοῖς λέγοντας ταύτας καὶ μόνας τὰς δύο καταστάσεις παρὰ Θεοῦ γεγενῆσθαι, ταύτην πρώτην, ἐν ᾗ καὶ διάγομεν νῦν, καὶ τὴν μέλλουσαν, εἰς ἣν πάντες οἱ χριστιανοὶ ἀφορῶμεν. Διαγράψωμεν οὖν τὸν πρῶτον τῶν εὐαγγελιστῶν Ματθαῖον λέγοντα περὶ τῶν τοιούτων. Οὗτος ὁ πρῶτος τῶν εὐαγγελιστῶν συγγραψάμενος Εὐαγγέλιον· εὐαγγέλιον δὲ λέγεται ἀγαθῶν πραγμάτων ἀγγελία. Οὗτος διωγμοῦ γενομένου ἐν Ἱεροσολύμοις, ὅτε τὸν Στέφανον ἐλιθοβόλησαν, μέλλων καὶ αὐτὸς τὰ Ἱεροσόλυμα καταλιπεῖν, αἰτησάντων αὐτόν τινων τῶν πιστῶν ἔγγραφον αὐτοῖς διδασκαλίαν καταλιπεῖν, δοκιμάσας τὴν ἐν σαρκὶ μᾶλλον ἐπὶ γῆς διατριβὴν τοῦ Κυρίου ἀνεγράψατο, εἰκόνα πολιτείας ἐναρέτου καὶ διαγωγῆς οὐρανίου καὶ ἐνθέου ἀναστροφῆς αὐτοὺς διδάξαι προθέμενος. Τοῦτον οὖν τὸν σκοπὸν ἀποσῴζων ἄρχεται τῆς ἑαυτοῦ συγγραφῆς λέγων οὕτως·" Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυΐδ, υἱοῦ Ἀβραάμ", τοῦτο λέγων· Πρὸς ὑμᾶς, ὦ πιστότατοι, τὸν λόγον ποιούμενος παραδόξου γενέσεως καὶ ἀρίστης πολιτείας καὶ διαγωγῆς οὐρανίου καὶ καινοπρεποῦς καταστάσεως, ὑμῖν ἐκτίθεμαι βίβλον. Ἐπειδήπερ πρὸς τὸν Δαυῒδ καὶ τὸν Ἀβραὰμ ὁ Θεὸς ἐπαγγελίας ἐποιήσατο ἐνευλογεῖσθαι διὰ τοῦ σπέρματος αὐτῶν πάντα τὰ ἔθνη, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα βασιλεύειν, αὐτοῦ ἐκείνου τοῦ ἐξ αὐτῶν σπέρματος, δι' οὗ ὁ Θεὸς τὸν κόσμον εὐλογεῖ καὶ ἀνακτίζει καὶ βασι λείαν αἰώνιον χαρίζεται, τὴν γένεσιν διηγοῦμαι, ὅπως ἀρχηγός ἐστι δευτέρας καταστάσεως καινοπρεπῶς συλληφθεὶς καὶ τεχθεὶς καὶ ἐν πάσῃ δικαιοσύνῃ καὶ ἁγιότητι ἀναμαρτήτως πολιτευσάμενος. Ὥσπερ γὰρ ὁ πρωτόπλαστος ἄνθρωπος Ἀδὰμ ἐκ γῆς μήπω σπαρείσης, μηδὲ γεωργηθείσης παρὰ ἀνθρώπου, δυνάμει θείᾳ παρήχθη, οὕτως καὶ ὁ τῆς δευτέρας καταστάσεως ἀρχηγὸς ἐκ τῶν ἀνθρώπων, ὡς ἄν τις εἴποι, ἐκ παρθένου γῆς ἀσπόρως, ἄνευ ἀνδρός, δυνάμει τοῦ ἁγίου Πνεύματος παρήχθη· καὶ ὥσπερ πάλιν τότε τὸ θῆλυ ἐκ τοῦ ἄρρενος παρῆκται, οὕτως καὶ ἐνταῦθα τὸ ἄρρεν ἐκ τοῦ θήλεος παρῆκται· καὶ ὥσπερ ἐκεῖνος ἡττηθεὶς ἐκ τοῦ διαβόλου τὸν θάνατον τῷ γένει παρεισήγαγεν, οὕτω καὶ οὗτος νικήσας τὸν θάνατον ἐκ τοῦ γένους κατήργησε καὶ τὴν ἀθανασίαν καὶ ζωὴν ἀτελεύτητον τῷ γένει προσεκτήσατο. Ταῦτα καὶ τὰ τοιαῦτα σκοπὸν ἔχων εἰπεῖν ὁ μακαρίτης Ματθαῖος ἐξέθετο τὴν ἑαυτοῦ γραφήν, ὅπως τε ἐγένετο συλληφθεὶς ἀσπόρως ἐκ Πνεύματος ἁγίου, καὶ ὅτι προβὰς ἐν ἡλικίᾳ ἀναμαρτήτως ἐπολιτεύσατο, τήν τε κατὰ νόμον πολιτείαν καὶ τὴν εὐαγγελικὴν καὶ πᾶσαν δικαιοσύνην ἐπλήρωσε. Παραδοθεὶς δὲ καὶ τῷ πειράζοντι νικητὴς ἀπεφάνθη, ἀήττητος διαμείνας καὶ ἔξω τοῦ σκάμματος ὑπερακοντίσας τὸν ἀντίπαλον τῆς ἀνθρωπίνης φύσεως· εἶτα καὶ ὑπὸ τῶν Ἰουδαίων ἐπιβουλευθεὶς καὶ παραδοθεὶς ἀδίκως εἰς θάνατον δέχεται καὶ τοῦτον ὑπὲρ τοῦ γένους ἑκοντί, ἵν' εὐλόγως τὸ παλαιὸν χειρόγραφον σχίσας τῷ σταυρῷ προσηλώσῃ καὶ τὸν ὑπὲρ ἁπάντων ὀφειλόμενον θάνατον ὡς θυσία λογικὴ ἀποτίσῃ, ἑαυτὸν ἄμωμον προσενέγκας τῷ Θεῷ· τότε λοιπὸν τριήμερος ἀναστὰς ἐκ τῶν νεκρῶν πᾶσιν ἔδειξε τοῦ θανάτου τὴν κατάλυσιν καὶ χαίρειν πᾶσι παρεγγυᾷ, τοῦ θανάτου λοιπὸν τὸ κράτος καθελών. Μέμνηται δὲ καὶ αὐτὸς Ματθαῖος τῆς ἀνόδου τῆς εἰς τὸν οὐρανόν, εἰ καὶ μὴ ἐν τῷ τέλει, ἀλλ' οὖν γε ἐν αὐτῇ τῇ συγγραφῇ, ἡνίκα λέγει περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ οὕτως·" Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, λέγων· Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν", ἵνα εἴπῃ· Τὸ οἰκητήριον τὸ ἐν τοῖς οὐρανοῖς λοιπὸν ἕτοιμόν ἐστι, τοῦ Χριστοῦ παραγινομένου, ἀναδείκνυσθαι· ἀλλὰ καὶ ἐν τοῖς Μακαρισμοῖς καὶ ἐν πάσῃ τῇ συγγραφῇ μέμνηται βασιλείας οὐρανῶν, ἐξαιρέτως δέ, ὅτε πρὸς τοὺς φαρισαίους καὶ σαδδουκαίους διαλεγόμενος περὶ ἀναστάσεως ὁ Κύριός φησιν οὕτως·" Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίζονται, ἀλλ' ὡς ἄγγελοι Θεοῦ εἰσιν ἐν τῷ οὐρανῷ." Οὗτος ὁ σκοπὸς τῆς συγγραφῆς τοῦ εὐαγγελιστοῦ τοῦ μακαρίου Ματθαίου. Παραγραφή Καὶ οὗτος οὐ τῆς Παλαιᾶς ἀλλὰ τῆς Νέας Διαθήκης κῆρυξ, ὃς συνέγραψεν ἡμῖν πῶς τε καὶ πότε ἐτέχθη καὶ ἐκ τίνος ὁ τῆς δευτέρας καταστάσεως ἀρχηγός, τουτέστιν ὁ Δεσπότης Χριστός, καὶ ὅπως ἐπολιτεύθη καὶ ἀπεκτάνθη καὶ ἀνέστη καὶ εἰς οὐρανοὺς ἀνελήλυθεν, ἔνθα ἐστὶ τῆς δευτέρας καταστάσεως ἡ πολιτεία. Δόξα τῷ ἐξ ἀρχῆς ἑτοιμάσαντι καὶ προκαταγγείλαντι περὶ τούτων Θεῷ καὶ νῦν πληρώσαντι καὶ πληροῦντι. Ἀμήν. Οὗτος ὁ δεύτερος ὁ ἐν Ῥώμῃ, Πέτρου ἐντειλαμένου αὐτῷ, Μάρκος συγγραψάμενος Εὐαγγέλιον, ὃς ἀρχὴν τοῦ Εὐαγγελίου, ἤτοι τῆς εὐαγγελικῆς πολιτείας, τὸ βάπτισμα ὁρισάμενος, ὃ τύπος ἦν τῆς ἐκ νεκρῶν ἀναστάσεως, δι' ἧς εἰς ἀθάνατον καὶ ἄτρεπτον ζωὴν ἀναγεννώμεθα, εἶτα καὶ αὐτὸς τοὺς πειρασμοὺς εἰρηκὼς καὶ τὴν νίκην, ὁμοίως καὶ τὴν ἐπιβουλὴν καὶ τὸν θάνατον καὶ τὴν ἀνάστασιν, ἐτέλεσε τὴν ἑαυτοῦ συγγραφήν. Μέμνηται δὲ καὶ αὐτὸς Ἰωάννου τοῦ Βαπτιστοῦ κηρύττοντος ἠγγικέναι τὴν βασιλείαν τῶν οὐρανῶν, ἅπερ πάντα καὶ αὐτὸς σύμφωνα τῷ μακαρίῳ Ματθαίῳ ἐφθέγξατο. Εἷς γὰρ σκοπός ἐστι πάσης τῆς θείας Γραφῆς. Παραγραφή Καὶ οὗτος τῆς Νέας Διαθήκης κῆρυξ ὑπάρχων τὰ αὐτὰ τῷ πρὸ αὐτοῦ ἡμῖν συνέγραψεν, ἐκ τῆς κατὰ τὸ βάπτισμα ἱστορίας ἀρξάμενος, ἥτις καὶ τύπος ἐστὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, λέγω δὴ τῆς καινῆς καὶ οὐρανίου πολιτείας, ὅπως τε ἐβαπτίσθη καὶ ἐπολιτεύθη καὶ ἀπεκτάνθη καὶ ἀνέστη καὶ εἰς οὐρανοὺς ἀνελήλυθεν, ἔνθα ἐστὶ τῆς δευτέρας καταστάσεως ὁ τόπος καὶ ἡ πολιτεία. Δόξα τῷ ἐξ ἀρχῆς ἑτοιμάσαντι καὶ προμηνύσαντι περὶ τούτων Θεῷ καὶ νῦν πληρώσαντι καὶ πληροῦντι. Ἀμήν. Οὗτος Λουκᾶς ὁ τρίτος τῶν εὐαγγελιστῶν, ὃς θεωρήσας πολλοὺς ἐπικεχειρηκότας ἀναγράψασθαι Εὐαγγέλια καὶ ἐκ καρδίας πολλὰ πλαττομένους, αὐτὸς τάχιστα πρὸς τὸν ἴδιον μαθητὴν Θεόφιλον συγγράφει λόγον ἀσφαλιζόμενος μὴ παρασυρῆναι τοῖς ἐκείνων πλάσμασι, μηδὲ παρατραπῆναι ὧν πρώην μεμάθηκεν·" Ἵνα γνῷς, φησίν, ἀκριβῶς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν." Διηγεῖται τοίνυν αὐτῷ ὅσαπερ καὶ παραδεδώκει αὐτῷ, ἀρξάμενος ἀπὸ τῆς γενέσεως Ἰωάννου, τοῦτο διδάσκων ὅτι καὶ τοῦ Προδρόμου ἡ γένεσις παράδοξος ἦν, εἶτα τὴν αὐτοῦ τοῦ Δεσπότου Χριστοῦ κατὰ σάρκα καὶ αὐτὴν παραδόξως διηγησάμενος γεγενῆσθαι, κατὰ τὸν τοῦ προλαβόντος Ματθαίου σκοπὸν εἰρηκὼς κατὰ ἀναποδισμὸν τοὺς αὐτοῦ προγόνους, ὡς ἐκ τοῦ Δαυῒδ καὶ τοῦ Ἀβραάμ, ἔτι τε παρατείνας, ὡς καὶ ἐκ τοῦ Ἀδὰμ ὑπάρχει, μὴ εὑρηκὼς ὕστερόν τινα ἐπὶ τὸν Θεὸν λοιπὸν ἀνέδραμε, λέγων" τοῦ Θεοῦ", τουτέστι τοῦ ἀρξαμένου τῆς κτίσεως κατὰ τὸν ἱεροφάντην Μωϋσέα καὶ ποιήσαντος τὸν πρωτόπλαστον Ἀδάμ. Εἶτα πάλιν καὶ αὐτὸς ὅμοια τοῖς ἄλλοις εἰρηκὼς περὶ τοῦ βαπτίσματος καὶ τῶν πειρασμῶν, ἔτι τε καὶ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως, μετὰ ταῦτα καὶ ἐν αὐτῷ τῷ Εὐαγγελίῳ καὶ ἐν ταῖς Πράξεσι τὴν ἄνοδον αὐτοῦ τὴν εἰς τὸν οὐρανὸν ἀπαγγέλλει, καὶ ὅτι οὕτως πάλιν ἐλεύσεται, καὶ τελειοῖ καὶ αὐτὸς τὴν ἑαυτοῦ γραφὴν εἰς ἕνα σκοπὸν ἀφορῶν, ὃν πάντες προσδοκῶσι, τοῦτο διδάσκων καὶ τὸν ἑαυτοῦ μαθητὴν τὸν θεοφιλῆ Θεόφιλον. Παραγραφή Καὶ οὗτος κῆρυξ τῆς αὐτῆς Νέας Διαθήκης ὢν τὰ αὐτὰ τοῖς ἄλλοις ἐξεῖπεν, ἀρξάμενος ἀπὸ τῆς γενέσεως τοῦ Προδρόμου, ἐλθὼν καὶ ἐπὶ τὴν αὐτοῦ γένεσιν, εἰπὼν δὲ καὶ τὴν κατὰ νόμον πολιτείαν, ὁμοίως καὶ τὴν εὐαγγελικήν, λέγω δὴ βάπτισμα, θάνατον καὶ ἀνάστασιν· ἐς ὕστερον καὶ αὐτὸς τὴν ἄνοδον τὴν εἰς τὸν οὐρανὸν κατήγγειλεν, ἔνθα ἐστὶ τὸ τῆς δευτέρας ἡμῶν καταστάσεως κατοικητήριον. Δόξα τῷ ἐξ ἀρχῆς ἑτοιμάσαντι καὶ προμηνύσαντι περὶ τούτων Θεῷ καὶ νῦν πληρώσαντι καὶ πληροῦντι. Ἀμήν. Οὗτος πάλιν συνέγραψε τοῦ πλήθους τῆς στρατιᾶς τῶν ἀγγέλων τὴν δοξολογίαν ἐπὶ τῇ γενέσει τοῦ Δεσπότου Χριστοῦ κατὰ σάρκα χαιρόντων καὶ ἀγαλλιώντων καὶ λεγόντων·" Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία", τὴν πάλαι κατήφειαν ἑαυτῶν, τὴν διὰ τὸν πρωτόπλαστον ἄνθρωπον, νῦν ἀποθέμενοι καὶ χαίροντες ἐπὶ τῇ τοῦ δευτέρου Ἀδὰμ γενέσει. Οὗτος Ἰωάννης, ὁ τέταρτος τῶν εὐαγγελιστῶν, ὁ πλείω πάντων ἀγαπώμενος ὑπὸ τοῦ Χριστοῦ, ὁ ἐπὶ τὸ στῆθος τοῦ Κυρίου ἀνακεκλιμένος, ὁ ἐκεῖθεν ὡς ἐξ ἀενάου πηγῆς τὰ μυστήρια ἀρυσάμενος, ᾧ ἐν Ἐφέσῳ διάγοντι ἐπεδόθησαν τῶν ἑτέρων τριῶν εὐαγγελιστῶν ὑπὸ τῶν πιστῶν αἱ συγγραφαί, καὶ δεξάμενος εὖ ἔχειν μὲν αὐτὰς ἀπεφήνατο, τινὰ δὲ ἐν αὐτοῖς παραλελεῖφθαι ἔφη, ἅτινα καὶ ἀναγκαῖον ἦν διηγήσασθαι· καὶ παρακληθεὶς ὑπὸ τῶν πιστῶν ἐξέθετο καὶ αὐτὸς τὴν ἑαυτοῦ συγγραφήν, τρόπον τινὰ τῶν παραλελειμμένων ἀναπλήρωσιν, οἷον περὶ τοῦ ἐν Κανᾶ γάμου, περὶ Νικοδήμου, περὶ τῆς Σαμαρείτιδος, περὶ τοῦ βασιλικοῦ, περὶ τοῦ ἐκ γενετῆς τυφλοῦ, περὶ Λαζάρου, περὶ τοῦ τὸν Ἰούδαν ἀγανακτεῖν διὰ τὴν ἀλείψασαν τὸν Κύριον μύρῳ, περὶ τῶν προσελθόντων Ἑλλήνων, περὶ τοῦ νιπτῆρος, καὶ περὶ ἑτέρων διδασκαλιῶν ἐν μέσῳ εἰρημένων, περὶ τοῦ Παρακλήτου, ἐξαιρέτως δὲ καὶ περὶ τῆς θεότητος τοῦ Χριστοῦ φανερῶς κηρύξας καὶ θεμέλιον τῆς ἑαυτοῦ συγγραφῆς αὐτὸ προτάξας, ἅπερ πάντα παραλελειμμένα τοῖς ἄλλοις ἦν. Ἀρξάμενος τοίνυν ἀπὸ τῆς θεότητος μετελήλυθεν εὐθέως καὶ ἐπὶ τὴν ἀνθρωπότητα αὐτοῦ, εἰπὼν καὶ αὐτὸς ὅσα τοῖς ἄλλοις προείρητο, βάπτισμα, πειρασμούς, θάνατον καὶ ἀνάστασιν. Εἶτα προστίθησιν ὅσα μετὰ τὴν ἀνάστασιν πεποίηκεν, ὡς τῶν θυρῶν κεκλεισμένων εἰσῆλθεν, ὡς ἔδειξε τὰς χεῖρας καὶ τοὺς πόδας καὶ τὴν πλευράν, ὡς συνέφαγε καὶ συνέπιεν αὐτοῖς, ὡς συνωδοιπόρησεν, ὡς ἐκράτει τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ ὁρᾶν αὐτόν, ὡς, ὅτε ἠβούλετο, ἀθρόον παρεγίνετο καὶ ἀθρόον πάλιν ἀπελιμπάνετο, ὡς διδασκαλικῶς τῇ Μαρίᾳ ἔλεγε·" Μή μου ἅπτου", διδάσκων διὰ τούτου ὡς τῶν ἀθανάτων ἡ διαγωγὴ μετὰ θνητῶν οὐχ ἁρμόζει, ἀλλὰ μᾶλλον ἐν οὐρανῷ ἐστιν ἡ διαγωγὴ αὐτῶν. Οὕτως γὰρ καὶ ἐπιφέρει·" Οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου", ἔνθα μέλλω ἀνιέναι, ἐν ᾧ ἐστι καὶ τῶν ἀθανάτων ἡ διαγωγή. Διὰ τοῦτο καὶ ἔλεγεν αὐτῇ ἀπελθεῖν καὶ εἰπεῖν τοῖς μαθηταῖς ὅτι· Ἀναβαίνω εἰς τὸν οὐρανόν, ἔνθα καὶ ὑμεῖς μέλλετε ἀνιέναι. Ταῦτα πάντα συγγραψάμενος καὶ αὐτὸς ἐτέλεσε τὴν ἑαυτοῦ γραφήν, ἕνα σκοπὸν ἔχων σὺν τοῖς ἄλλοις εὐαγγελισταῖς τοῦ διδάξαι ὅτι ἐκ ταύτης τῆς καταστάσεως ἐπὶ τὴν μέλλουσαν δεῖ ἀφορᾶν, πρὸς ἣν ἀφορᾷ πᾶσα ἡ θεόπνευστος Γραφή, Παλαιά τε καὶ Καινὴ Διαθήκη. Παραγραφή Καὶ οὗτος τῆς Νέας Διαθήκης κῆρυξ ἀναφανείς, τὰ παραλελειμμένα τοῖς ἄλλοις εὐαγγελισταῖς συγγραψάμενος καὶ ἀναπληρώσας τὰ λοιπὰ τοῖς ἄλλοις ὁμοίως ἐξεῖπε, βάπτισμα, πολιτείαν, θάνατον καὶ ἀνάστασιν καὶ ἄνοδον τὴν εἰς τὸν οὐρανόν, ἔνθα ἐστὶ τῶν ἀθανάτων καὶ δικαίων ἀνθρώπων καὶ ἀγγέλων τὸ κατοικητήριον, τουτέστι τῆς δευτέρας καταστάσεως ὁ τόπος. Δόξα τῷ ταῦτα ἑτοιμάσαντι καὶ προμηνύσαντι καὶ ἔτι πληροῦντι. Ἀμήν. Οὗτος Πέτρος, ὁ κορυφαῖος τῶν ἀποστόλων, ὁ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν πιστευθείς20, ὁ ἐν ἑαυτῷ τεθεμελιωμένην ἔχων τὴν Ἐκκλησίαν, ὁ τρίτον ἀρνησάμενος καὶ τρίτον ὁμολογήσας, ὁ γενναίως τὸν σταυρὸν κατωκάρα παρακαλῶν ὑπομεῖναι, καὶ οὗτος τὸν αὐτὸν τοῖς εὐαγγελισταῖς ἀποσῴζων σκοπὸν οὕτως ἐν ταῖς Πράξεσιν ἔφη·" Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησε δι' αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε, τοῦτον τῇ προωρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε, ὃν ὁ Θεὸς ἀνέστησε λύσας τὰς ὠδῖνας τοῦ θανάτου", εἶτα παρακατιών·" Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ Πνεύματος τοῦ ἁγίου λαβὼν παρὰ τοῦ Πατρὸς ἐξέχεε τοῦτο, ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε. Οὐ γὰρ Δαυῒδ ἀνέβη εἰς τὸν οὐρανόν· λέγει δὲ αὐτός· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι Κύριον καὶ Χριστὸν ὁ Θεὸς αὐτὸν ἐποίησε, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε." Σκοπητέον ἐνταῦθα, πῶς πᾶσαν τὴν ὑπόθεσιν τῶν εὐαγγελιστῶν εἰς ὀλίγους πάνυ στίχους περιέγραψεν, εἰπὼν περὶ αὐτοῦ καὶ τὴν θρεψαμένην ὡς ἀπὸ Ναζαρέτ, καὶ ὅτι ἀπὸ Θεοῦ ἀνὴρ τυγχάνει, ὡς δεύτερος Ἀδάμ, καὶ ὅτι δι' αὐτοῦ τὰ θαύματα εἰργάζετο ὁ Θεός, καὶ ὅτι συγχωρήσει θείᾳ ἀπεκτάνθη ὑπὸ τῶν ἀνόμων, καὶ ὅτι ὁ Θεὸς αὐτὸν ἀνέστησεν ἀθάνατον καὶ ἄτρεπτοντοῦτο γὰρ ἔφη" λύσας τὰς ὠδῖνας τοῦ θανάτου", καὶ ὅτι τῇ θείᾳ δυνάμει ὑπερυψωθεὶς εἰς οὐρανὸν ἀνελήλυθε κἀκεῖθεν κατέπεμψε τὸ Πνεῦμα τὸ ἅγιον· οὐ γὰρ ἕτερος ἀνῆλθεν εἰς τὸν οὐρανόν, ἢ Δαυΐδ, ἀλλ' αὐτὸς ὁ Κύριος, περὶ οὗ καὶ Δαυῒδ εἶπεν·" Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου", καί·" Ἀσφαλῶς Κύριον καὶ Χριστὸν ὁ Θεὸς αὐτὸν ἐποίησεν." Ἔτι δὲ πάλιν λέγει πρὸς Κορνήλιον οὕτως·" Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει, ὡς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ' αὐτοῦ· καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ· ὃν καὶ ἀνεῖλαν κρεμάσαντες ἐπὶ ξύλου. Τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· καὶ παρήγγειλεν ἡμῖν κηρῦξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν." Ὁμοίως πάλιν, ὅτε τὸν χωλὸν ἰάσατο, οὕτω φησί·" Μετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσι καιροὶ ἀναψύξεως, καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν Ἰησοῦν Χριστόν, ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος πάντων τῶν ἁγίων ἀπ' αἰῶνος αὐτοῦ προφητῶν." Καὶ μέμνηται τῆς χρήσεως Μωϋσέως, τό·" Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεός", καὶ πάλιν ἐπιφέρει·" Καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς, ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας· ὑμεῖς ἐστε υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης, ἧς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ὑμῶν λέγων πρὸς Ἀβραάμ· Καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. Ὑμῖν πρῶτον ὁ Θεὸς ἀναστήσας τὸν παῖδα αὐτοῦ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστραφῆναι ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν." Τούτοις πᾶσι μαρτυρεῖ καὶ ὁ μακάριος Πέτρος, ὥσπερ καὶ οἱ εὐαγγελισταί, καὶ ὅτι πάντες οἱ προφῆται προκατήγγειλαν ταῦτα πάντα, ὅτι ὁ Θεὸς δευτέραν τινὰ κατάστασιν καινὴν πεποίηκε καὶ ποιεῖ, ἣν καὶ προκατήγγειλε διὰ στόματος πάντων τῶν προφητῶν, καὶ οὔτε πρὸ ταύτης τῆς καταστάσεως εἶπεν ἑτέραν εἶναι, οὔτε μετὰ τὴν μέλλουσαν ἑτέραν ἀπεφήνατο, ἀλλὰ μετὰ πάντων τῶν προφητῶν καὶ ἀποστόλων δύο μόνον ἐξεῖπε, ταύτην καὶ τὴν μέλλουσαν. Παραγραφή Ἐπὶ τῆς πυργοποιΐας θεομαχοῦντές ποτε οἱ ἄνθρωποι ἠβούλοντο εἰς τὸν οὐρανὸν ἀνελθεῖν· τούτων τὰς γλώσσας σχίσας ὁ Θεὸς ἀπράκτους πεποίηκεν. Ἐπ' ἐσχάτου τῶν καιρῶν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων παραγεγονὼς καὶ τὴν ἡμετέραν φύσιν εἰς οὐρανὸν ἀναγαγών, ἐν ἡμέρᾳ τῆς Πεντηκοστῆς προμηνύων καὶ τῶν λοιπῶν τὴν ἄνοδον, διὰ Πνεύματος ἁγίου οὐρανόθεν πάλιν τὰς γλώσσας συνάξας τοῖς ἀποστόλοις δίδωσι. Καὶ σταθεὶς ὁ τῆς Νέας ταύτης Διαθήκης μέγας κῆρυξ Πέτρος ἐν μέσῳ δημηγορῶν, καὶ ἃς ἐπιστεύθη παρὰ Χριστοῦ κλεῖδας τῶν οὐρανῶν βαστάζων, ἐβόα μετὰ παρρησίας ἃ καὶ οἱ εὐαγγελισταὶ συνεγράψαντο, βάπτισμα, πολιτείαν, θάνατον, ἀνάστασιν, ἀθανασίας χάριν καὶ ἀφθαρσίαςτοῦτο γὰρ βούλεται λέγειν" λύσας τὰς ὠδῖνας τοῦ θανάτου", καὶ ὁμοίως τὴν ἄνοδον τὴν εἰς τὸν οὐρανόν· καὶ" καιροὺς ἀναψύξεως" καλεῖ τὴν μέλλουσαν κατάστασιν, καὶ ταύτην λέγει τὴν προεπηγγελμένην εὐλογίαν τῷ Ἀβραάμ, καὶ διὰ πάντων τῶν προφητῶν αὐτὴν κηρυττομένην ἐπὶ πάντα τὰ ἔθνη, καὶ ἀρχηγὸν αὐτῆς τὸν Δεσπότην Χριστὸν εἶναι, δι' οὗ πάντα τὰ ἔθνη εὐλογοῦνται. Δόξα τῷ ταῦτα ἑτοιμάσαντι καὶ προμηνύσαντι Θεῷ καὶ νῦν πληρώσαντι καὶ ἔτι πληροῦντι. Ἀμήν. ΣΤΕΦΑΝΟΣ Οὗτος ὁ Στέφανος, ὁ τῆς Νέας Διαθήκης πρωτομάρτυς καὶ πρωτοδιάκονος, ὁ τὸν μέγαν Παῦλον ἔτι ζηλωτὴν ὑπάρχοντα τοῦ νόμου φονέα ἴδιον κεκτημένος, ὁ μόνος μετὰ πάσης συναγωγῆς ἀγωνιζόμενος, ὁ τὸν Ἀγωνοθέτην πρὸς τὴν θέαν ἐξαναστήσας, οὗτος ὁ θεωρῶν τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ· πάσης γὰρ τῆς θείας Γραφῆς καθήμενον λεγούσης, οὗτος ἑστῶτα εἶδεν· ἡ γὰρ σφοδρότης τοῦ ἀγῶνος ἐπὶ τὴν θέαν τὸν Ἀγωνοθέτην ἐξανέστησεν. Ὅθεν καὶ παρ' αὐτοῦ προτρεπόμενος ἀνιέναι εἰς ἐκείνην τὴν δόξαν ηὔχετο τοῖς αὐτὸν λιθάζουσι λέγων·" Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην", ἀλλὰ σὺ αὐτὸς" δέξαι τὸ πνεῦμά μου". Ἰδοὺ καὶ αὐτὸς τὰ αὐτὰ τοῖς ἄλλοις καὶ εἶδε καὶ κηρύττει, ὡς εἰς τὸν οὐρανόν ἐστιν ὁ Χριστός, ὁ τῆς δευτέρας καταστάσεως ἀρχηγός, ὃν παρακαλεῖ καὶ αὐτὸν αὐτόθι δέξασθαι. Παραγραφή Καὶ οὗτος τῆς Νέας Διαθήκης κῆρυξ καὶ ἀγωνιστὴς θερμὸς ὑπάρχων αὐτοῖς ὀφθαλμοῖς ἐθεάσατο πνευματικώτερον τὸν Ἰησοῦν ἔσωθεν ὄντα τοῦ στερεώματος, ὃν καὶ λιθαζόμενος παρακαλεῖ δέξασθαι αὐτοῦ τὸ πνεῦμα. Οὗτος πρὸς τοὺς Ἰουδαίους ἐξέτεινε μεγάλην δημηγορίαν, ἐν ᾗ αὐτοὺς ἤλεγξε φονέας τοῦ Ἰησοῦ γεγονότας. Διὰ τούτου καὶ αὐτὸς πιστούμενος ἡμᾶς, ἅπερ καὶ οἱ πρῶτοι εἰρήκασι, θάνατον καὶ ἀνάστασιν καὶ ἄνοδον εἰς τὸν οὐρανόν. Δόξα τῷ ταῦτα ἑτοιμάσαντι καὶ προκαταγγείλαντι καὶ νῦν πληρώσαντι καὶ ἔτι πληροῦντι. Ἀμήν. ΠΑΥΛΟΣ Οὗτος ὁ μέγας Παῦλος, ὁ ἀπόστολος, ὁ τῆς οὐρανίου φάλαγγος ταξιάρχης, ὁ ἐν ἑαυτῷ ἔχων τὸν Χριστὸν λαλοῦντα, ὁ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῷ σώματι περιφέρων, ὁ μέγας διδάσκαλος τῆς Ἐκκλησίας, ὁ μυρίους θανάτους καθ' ἑκάστην ὑπὲρ τῆς Ἐκκλησίας ὑπομένων, ὁ ἐν Κυρίῳ καυχώμενος καὶ ταῖς ἰδίαις ἀσθενείαις, ὁ τὴν χάριν τοῦ Χριστοῦ ἐν ἑαυτῷ βρύουσαν ἔχων, ὁ γλώσσαις λαλῶν πᾶσι τοῖς ἔθνεσιν, ὁ ποτὲ διώκτης, νῦν δὲ διωκόμενος, ὁ ποτὲ ἁμαρτωλός, νῦν δὲ ἠλεημένος, ὁ ἕως τρίτου οὐρανοῦ ἁρπαγεὶς καὶ πάλιν εἰς τὸν παράδεισον, ὁ τῶν ἀρρήτων ῥημάτων ἀκουστής, ὁ τῶν πνευματικῶν χαρισμάτων κεκριμένος δικαστής, ὁ μέγας κανονάρχης καὶ ὑπερβαίνων τοὺς λοιποὺς διδασκάλους τῆς Ἐκκλησίας, Παῦλος, οὗ ὁ ἀσπασμὸς ἐν πάσαις ταῖς Ἐπιστολαῖς αὐτοῦ, ὡς ἐν τάξει σημείου, ἡ" χάρις" ἐστὶ" τοῦ Κυρίου". Οὗτος καθόλου ἐν πάσαις ταῖς ἑαυτοῦ Ἐπιστολαῖς, ὡς ἤδη γενόμενος ἐν τῇ δευτέρᾳ καταστάσει, γεγηθὼς καὶ πεποιθὼς διατελεῖ·" Συνήγειρε καὶ συνεκάθισε, φάσκων, ἐν τοῖς ἐπουρανίοις", καί·" Τῇ ἐλπίδι ἐσώθημεν", καὶ ἄλλα μύρια, ἃ νῦν καταλέγειν οὐκ εὐχερές. Ἐνίων δὲ μνημονεύσωμεν, ἵνα μὴ τὸν λόγον μηκύνωμεν. Λέγει τοίνυν ἐν τῇ πρὸς Κορινθίους πρώτῃ Ἐπιστολῇ οὕτως·" Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν." Ἀλλὰ τί, ὦ Παῦλε, μετὰ τὴν ἐνταῦθα ζωήν, ποίαν ἄλλην ἐλπίζειν ὀφείλομεν; Ναί, φησίν, ἔστι τις κρείττων ζωή, ἰσχυρὰ καὶ οὐράνιος, μεθ' ὅρκου παρὰ Θεοῦ ἐπαγγελλομένη. Φησὶ γάρ·" Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος, ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα." Καὶ πάλιν·" Γινώσκοντες ἔχειν ὑμᾶς κρείττονα ὕπαρξιν καὶ μένουσαν." Καὶ πάλιν·" Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες." Καὶ πάλιν·" Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν." Καὶ πάλιν· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου." Καὶ πάλιν·" Ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίας ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης." Καὶ πάλιν·" Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ· ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν." Καὶ πάλιν·" Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ." Καὶ πάλιν·" Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρι στοῦ." Καὶ πάλιν·" Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος, τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς." Καὶ πάλιν·" Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον· ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα· ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις." Καὶ πάλιν·" Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι· καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευσαν, ἀφ' ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν." Καὶ πάλιν·" Ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός." Καὶ πάλιν·" Τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος." Ἀλλὰ καὶ ἐν ταῖς Πράξεσιν, ὅτε τῷ Φήστῳ καὶ τῷ Ἀγρίππᾳ ἐπὶ βήματος διελέγετο, ταῦτά φησι·" Περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ· τί ἄπιστον κρίνεται παρ' ὑμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;" Καὶ πάλιν·" Ἕνεκα τούτων Ἰουδαῖοι συλλαβόμενοί με ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. Ἐπικουρίας οὖν τυγχάνων τῆς ἀπὸ τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα, μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς· εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν, φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσι." Καὶ εἰ θελήσομεν πάσας τὰς τοῦ Ἀποστόλου χρήσεις ἀναλέξασθαι περὶ τούτου, σχεδὸν τὰς δεκατέσσαρας αὐτοῦ Ἐπιστολὰς δι' ὅλου εὑρήσομεν περὶ τούτου λεγούσας, ὅτι ἐκ ταύτης τῆς καταστάσεως ἐπὶ τὴν μέλλουσαν ἐπειγόμεθα δραμεῖν, ὅθεν καὶ παραγγέλλει λέγων·" Σπουδάσωμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν"," κατάπαυσιν" αὐτὴν εἰρηκώς, ὡς ἑτέρας μὴ οὔσης μετ' αὐτήν, ἀλλὰ καὶ" βασιλείαν ἀσάλευτον", ἵνα εἴπῃ διαδοχὴν μὴ ἔχουσαν. Παραγραφή Τί δεῖ λέγειν καὶ περὶ τούτου τοῦ σκεύους τῆς ἐκλογῆς, τῆς ἠχούσης μεγάλης σάλπιγγος νέας ἐν τοῖς ἔθνεσι, τῆς συναγούσης τὰ ἔθνη καὶ τὸν Ἰσραὴλ εἰς μίαν Ἐκκλησίαν; Ὅτι καὶ αὐτὴ ἡ πρώτη αὐτοῦ ἐκλογὴ ἐξ οὐρανῶν τοῦ Ἰησοῦ προσκαλεσαμένου ἐγένετο, καὶ μαθὼν οὐκ ἠπείθησε τῇ οὐρανίῳ ὀπτασίᾳ. Οὗτος πάλιν ἁρπαγείς, περιὼν ἐν τῇ νῦν καταστάσει, ἕως τρίτου οὐρανοῦ τῶν ἀγγέλων τὰς τάξεις ἐθεάσατο, τῶν ἀοράτων Δυνάμεων τὴν λειτουργίαν κατώπτευσε, τῶν Ἀρχῶν καὶ τῶν Ἐξουσιῶν καὶ Κυριοτήτων καὶ πασῶν τῶν Δυνάμεων τῶν κατωνομασμένων ἐμβατεύσας καὶ κατοπτρισθεὶς τὴν διακονίαν ἐβόα·" Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;" Οὗτος καὶ τήν ποτε τάξιν τοῦ Ἀντικειμένου, ὡς τῆς ἐξουσίας τοῦ ἀέρος ὑπῆρχεν, ἐξεῖπε καὶ τὴν ἀπὸ τοῦ τύφου ἐξ οὐρανῶν πτῶσιν ἀνήγγειλεν. Οὗτος πάλιν βοᾷ·" Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν;" Καὶ πάλιν·" Οἱ ἄγγελοι τὸν κόσμον κρίνουσιν." Οὗτός ἐστιν ὁ ἐν πάσαις ταῖς Ἐπιστολαῖς ἑαυτοῦ παραγγέλλων οὐράνια φρονεῖν καὶ οὐράνια ζητεῖν, καὶ σπεύδειν δραμεῖν ἐν οὐρανῷ καὶ ἐπείγεσθαι τῶν ἄνω τυγχάνειν. Οὗτός ἐστιν ὁ τὴν πόλιν καὶ τὸ οἰκητήριον τῶν δικαίων, ἀγγέλων καὶ ἀνθρώπων, καὶ πάσης ὁμοῦ τῆς Ἐκκλησίας τὸν οὐρανὸν ἐξειπών, κεφαλὴν ὅλου τοῦ σώματος ὡς ἀνώτερον τὸν Δεσπότην Χριστὸν προσεῖπεν· ὑπεράνω γὰρ εἶπε πάσης Ἀρχῆς καὶ Ἐξουσίας καὶ Δυνάμεως καὶ Κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καί, συντόμως εἰπεῖν, οὗτός ἐστιν ὁ τῶν οὐρανίων ταγμάτων καὶ τῆς Ἐκκλησίας διδάσκαλος μέγας καὶ ἐξηγητὴς καὶ αὐτὸς τῆς νῦν καὶ τῆς μελλούσης μόνων καταστάσεων μνημονεύων καὶ τῆς ἀθανασίας καὶ ἀφθαρσίας τῆς παρεχομένης ἡμῖν ὑπὸ τοῦ Θεοῦ ἐν τῷ μέλλοντι καὶ τῆς ἀτρεπτότητος καὶ πάντων τῶν ἀγαθῶν τῶν ὑπερκοσμίων, ὧν τὴν δύναμιν λογίσασθαι οὐ δυνάμεθα. Δόξα τῷ ταῦτα πάντα προετοιμάσαντι καὶ προμηνύσαντι καὶ νῦν πληρώσαντι καὶ πληροῦντι Θεῷ εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἔτι Ῥωμαίων μὲν εὐθὺς ἐν προοιμίοις ὁ Παῦλος τὴν πίστιν ἐπαινεῖ καταγγελλομένην ἐν ὅλῳ τῷ κόσμῳ, καὶ ὁμοπίστους ἀποκαλεῖ. Κορινθίους δέ, ὡς πρώην φιλοσόφους τοῦ κόσμου τούτου ὄντας, μέμφεται, πιστεύσαντας μὲν ἤδη περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ἀνόνητον δὲ αὐτοῖς τοῦτο ἀποφαίνεται, μὴ καὶ τῆς ἡμετέρας ἀναστάσεως πιστευομένης παρ' αὐτῶν. Δικαίως οὖν οἱ Ἀθηναῖοι σπερμολόγον αὐτὸν προσηγόρευον, ὡς ἀνορύττοντα τὰ τῆς δεισιδαιμονίας αὐτῶν ζιζάνια. Γαλάτας ἀνοήτους ἀποκαλεῖ καὶ δίκην ἀψύχων εὐχερῶς μετατιθεμένους, ὡς μετὰ τὸ βάπτισμα ἀπατηθέντας καὶ περιτμηθέντας. Ἐφεσίοις πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ ἐξαγγέλλει καὶ σχεδὸν ἐκεῖσε θηριομαχήσας παρατίθεται αὐτοῖς προφητεύων καὶ λέγων μετὰ ταῦτα τινὰς πρὸς αὐτοὺς ὡς λύκους εἰσερχομένους καὶ διασπῶντας αὐτούς, μεθ' ὧν, ἔφη, καὶ ἐξ αὐτῶν ἀνίστασθαί τινας ὁμοίως τοῖς λύκοις διασπῶντας τὴν Ἐκκλησίαν. Φιλιππησίους πάνυ θαυμάζει ἐπαινῶν ὡς μόνους πολλὴν φροντίδα καὶ ἀγάπην τιθεμένους πρὸς αὐτὸν ἔν τε τοῖς δεσμοῖς αὐτοῦ καὶ ἐν τῇ ἀπολογίᾳ, καὶ πολλάκις αὐτῷ πέμψαντας τὰ πρὸς τὴν χρείαν. Κολοσσαεῖς δὲ πάλιν καὶ αὐτοὺς ἐπαινεῖ ἐν τῇ πίστει, εἴ γε ἐπιμένουσι, καὶ ἀγάπην ἔχοντας εἰς πάντας τοὺς ἁγίους. Θεσσαλονικέας φιλαδέλφους λέγει καὶ διωκομένους καὶ πάσχοντας ὑπὲρ τῆς εὐσεβείας, ὥσπερ καὶ τοὺς Ἑβραίους πιστούς, καὶ ἐπιστηρίζει αὐτοὺς ὥσπερ καὶ τοὺς Κορινθίους περὶ ἀναστάσεως νεκρῶν, ἅμα καὶ περὶ τῆς δευτέρας τοῦ Κυρίου παρουσίας. Ἑβραίοις, ὡς Ἑβραῖος καὶ ὡς εἷς ἐξαὐτῶν κοινοποιούμενος τὰ αὐτῶν, ἁγίους ἀδελφοὺς καὶ κλητοὺς καὶ μετόχους τῶν οὐρανίων γεγονότας ὀνομάζει καὶ διωκομένους καὶ πάσχοντας ὑπὲρ τῆς εὐσεβείας, πλήν, φησίν," ἐάνπερ τὴν ἀρχὴν μέχρι τέλους βεβαίαν κατασχῶμεν", καὶ ἀσφαλίζεται μὴ τῷ φόβῳ τοῦ διωγμοῦ ἐκλυθῆναι καὶ παλινδρομῆσαι πρὸς τοὺς ἀπίστους. Τιμοθέῳ πάλιν ἐν Ἐφέσῳ παραγγέλλει γράφων ἀσφαλίζεσθαι τοὺς ἑτεροδιδασκάλους καὶ μὴ προσέχειν τοῖς αὐτῶν μύθοις, καὶ στηρίζει ἐν τοῖς δόγμασι καὶ κανόνας παραδίδωσιν ἐκκλησιαστικούς·" Ἵνα γνῷς, φησί, πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέ φεσθαι." Λέγει δὲ καί τινας αἱρέσεις ἀναδεικνυμένας ἐπ' ἐσχάτου καὶ ἀποστρεφομένας τὴν ἀλήθειαν, καὶ προλέγει ὅτι οὐ προκόψουσιν ἐπὶ τὸ κρεῖττον, ἀλλὰ φανεροὶ γενήσονται καὶ ἡ ἄνοια αὐτῶν εὔδηλος ἔσται πᾶσι. Τίτῳ πάλιν καὶ αὐτῷ ἐν τῇ Κρήτῃ κανόνας ἐκκλησιαστικοὺς παραδίδωσι καὶ στηρίζει ἐν τοῖς δόγμασι καὶ ἐπιτιμήσει κέχρηται πρὸς τοὺς Κρῆτας, ὡς ψεύστας καὶ κούφους καὶ δολίους καὶ ὑπὸ τῶν ἐκ περιτομῆς πλανωμένους. Φιλήμονι μαρτυρεῖ πολλὴν πίστιν, εὐσεβείας καὶ ἀγάπην ἔχοντι πρὸς τοὺς ἁγίους, οὗ τὸν δοῦλον Ὀνήσιμον ἄχρηστον ὄντα μετέβαλε καὶ εὐσεβῆ πεποίηκε, καὶ τὸν αὐτοῦ δεσπότην ὁ μέγας Ἀπόστολος παρακαλεῖ δέξασθαι μηκέτι ὡς δοῦλον, ἀλλ' ὡς ἀδελφόν. Ἐν πάσαις δὲ ταῖς Ἐπιστολαῖς αὐτοῦ εἰς τὸ τῶν οὐρανῶν οἰκητήριον πάντας προτρέπεται διὰ πίστεως ὀρθῆς καὶ βίου καλοῦ εἰσελθεῖν καὶ μὴ ἀποτυχεῖν τῶν ἀποκειμένων τοῖς δικαίοις ἀγαθῶν· μεθ' ὧν καὶ ἡμᾶς ἀναξίους ὄντας ἀξίωσον, ὁ τὴν εὔσπλαγχνον ἔχων ἀγαθότητα, Κύριε ὁ Θεός, τῶν ὅλων ποιητά. Ἀμήν. Ἔτι. Τοῖς Ἑβραίοις ὁ Παῦλος ἑβραϊστὶ γεγράφηκεν ὡς Ἑβραῖος· μετεφράσθη δὲ εἰς τὴν ἑλληνίδα γλῶτταν, ὥς φασιν, ὑπὸ Λουκᾶ ἢ ὑπὸ Κλήμεντος, ὁμοίως καὶ τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον. Ἐπὶ τὸ προκείμενον ἀναδράμωμεν Σκοπῆσαι λοιπὸν δεῖ, ὦ θεοφιλέστατε, τὴν συμφωνίαν τοῦ κοσμογράφου Μωϋσέως, καὶ πάντων τῶν προφητῶν καὶ τῶν εὐαγγελιστῶν καὶ ἀποστόλων, πῶς πάντες συμφώνως δύο καταστάσεις διηγοῦνται τὸν Θεὸν πεποιηκέναι τὸν σύμπαντα κόσμον. Διὰ τοῦτο ἀρξάμενος ὁ Θεὸς τὴν κτίσιν ποιῆσαι, τῇ δευτέρᾳ ἡμέρᾳ τὸ στερέωμα πεποίηκε καὶ συνέδησε τῷ πρώτῳ οὐρανῷ κατὰ τὸ μέσον τοῦ ὕψους τοῦ ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ, διελὼν τὸν ἕνα χῶρον εἰς χώρους δύο· καὶ τὸν ἕνα τὸν κατώτερον τοῦτον τὸν κόσμον ἔταξεν εἶναι, τὸν δὲ ἀνώτερον τὸν μέλλοντα κόσμον ἡτοίμασεν ἐξ ἀρχῆς κατὰ τὸν ἄνωθεν αὐτοῦ σκοπόν. Οὐ γὰρ ἐν τῇ ζωῇ ταύτῃ τῇ προσκαίρῳ ἐστὶν ἡ ἡμετέρα ἐλπίς, ἀλλ' ἐν τῇ μελλούσῃ ἀτελευτήτῳ, ἐν ᾗ υἱοθεσία καὶ ἀπολύτρωσις καὶ ἀτρεπτότης καὶ δικαιοσύνη καὶ ἁγιασμὸς καὶ μακαριότης ὑπάρχει καὶ τελεία γνῶσις καὶ πᾶν ὁτιοῦν καλὸν ἡμῖν ἀπόκειται λαμβάνειν παρὰ τοῦ Θεοῦ, πεπειραμένοι ἀπ' ἐντεῦθεν καλῶν καὶ κακῶν, ἵν' εἰδείημεν τῶν παρεχομένων ἡμῖν ἀγαθῶν τὴν δύναμιν, καθὼς ἐνδέχεται, τρόπον τινὰ υἱοὶ Θεοῦ γενόμενοι καὶ δοξαζόμενοι δόξῃ καὶ χαρᾷ ἀνεκλαλήτῳ. Διὰ τοῦτο καὶ ἐνταῦθα οἱ πιστοὶ συμβο λικῶς τῶν μυστηρίων μεταλαμβάνομεν τοῦ σώματος τοῦ Δεσπότου Χριστοῦ μετὰ τὸ βάπτισμα, ἵνα μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν προσέχοντες τῷ Δεσπότῃ Χριστῷ μεταλαμβάνωμεν τῆς αὐτοῦ δόξης, ἐφελκόμενοι δόξαν ἀπὸ τῆς αὐτοῦ δόξης. Διὰ τοῦτο καὶ μετάληψις λέγεται, καθὰ καὶ ἐν τῷ Ἀποστόλῳ γέγραπται οὕτως·" Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος", ἵνα εἴπῃ· Ἡνίκα ὁ Κύριος παραγίνεται, πάντες οἱ πιστοὶ φανερώτατα, ἄνευ καλύμματος, τὴν δόξαν Κυρίου ὡς ἐν ἐσόπτρῳ τινὶ κατοπτριζόμεθα καὶ τὴν αὐτὴν εἰκόνα, ἣν ὁ Κύριος ἔχει, μεταμορφούμεθα ἀπὸ τῆς αὐτοῦ δόξης εἰς ἡμετέραν δόξαν μεταλαμβάνοντες. Τοῦτο γὰρ σημαίνει καὶ ἡ μετάληψις τῶν μυστηρίων, τὸ μεταλαβεῖν τοῦ δεδοξασμένου αὐτοῦ σώματος, ὥσπερ ἐν ἐσόπτρῳ κατοπτριζόμενοι καὶ μεταλαμβάνοντες τῆς δόξης αὐτοῦ." Ἐκ γὰρ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες λαμβάνομεν", χορηγοῦντος αὐτοῦ καὶ μὴ μειουμένου. Τὸ δὲ" καθάπερ ἀπὸ Κυρίου Πνεύματος" τοῦτο βούλεται λέγειν ὅτι· Καθάπερ ὁ Μωϋσῆς ἔλαβε παρὰ Κυρίου, ἡμεῖς δὲ διὰ τοῦ Πνεύματος τοῦ ἁγίου λαμβάνομεν. Παραγραφή Ὥσπερ ἐνταῦθα γεννώμενοι ἐκ τοῦ γάλακτος σιτιζόμεθα τῶν ἡμετέρων γονέων, τουτέστιν ἐκ τῶν σαρκῶν αὐτῶν καὶ τῶν αἱμάτων πρὸς ζωὴν συνιστάμενοι, οὕτως προσετάχθημεν σιτίζεσθαι μυστικώτερον τοῦ σώματος καὶ αἵματος τοῦ Δεσπότου Χριστοῦ, ἐπειδήπερ καὶ πατὴρ ἡμῶν ἐστιν ἐν τῷ μέλλοντι αἰῶνι, καθὰ τῇ Γραφῇ δοκεῖ, παρ' αὐτοῦ καὶ δι' αὐτοῦ τὸ εἶναι λαμβάνοντες καὶ τὸ πῶς εἶναι ἀναγεννώμενοι εἰς ζωὴν αἰώνιον. Ἐνταῦθα, γέννησις σαρκικὴ καὶ γάλακτος τροφὴ καταλλήλως εἰς ζωὴν συνιστῶσα τὸν γεννώμενον· ἐν τοῖς μυστηρίοις, τύπος ἀναγεννήσεως δι' ὕδατος καὶ πνεύματος, καὶ μυστικὴ τροφὴ σώματος καὶ αἵματος Χριστοῦ εἰς ζωὴν αἰώνιον προτρεπομένη καὶ ἐφελκομένη τὸν πιστεύοντα καὶ μεταλαμβάνοντα· ἐν τῷ μέλλοντι, ἀνάστασις ἀπὸ νεκρῶν, ὡς ἀπὸ γαστρὸς ἐκ τῶν τάφων ἀνιστάμενοι καὶ ἀναγεννώμενοι καὶ ἀναπλαττόμενοι, καὶ κυρίως μετάληψις τοῦ δεδοξασμένου, ἀθανάτου καὶ ἀφθάρτου καὶ ἀτρέπτου σώματος καὶ ψυχῆς Χριστοῦ. Δόξα τῷ κτίστῃ καὶ ἀνακαινιστῇ τοῦ παντὸς Θεῷ εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἐπὶ τὸ προκείμενον πάλιν ἀναδράμωμεν Εἴωθε δὲ ἡ θεία Γραφὴ τὴν δημιουργίαν ὡς ἀπὸ τοῦ Πατρὸς λέγειν γεγενῆσθαι, τὴν δὲ ἐνανθρώπησιν ὡς ἀπὸ τοῦ Υἱοῦ, τὴν δὲ ἀναγέννησιν τὴν ἀπὸ τῶν νεκρῶν ὡς ἀπὸ τοῦ Πνεύματος τοῦ ἁγίου· οὐχ ὅτι ὁ Πατὴρ τόδε μόνον ποιεῖ, ἢ ὁ Υἱὸς τόδε, ἢ τὸ Πνεῦμα τὸ ἅγιον τόδε, ἀλλὰ καθόλου ἡ ἁγία Τριὰς καὶ τὴν δημιουργίαν καὶ τὴν ἐνανθρώπησιν καὶ τὴν ἀνάστασιν ἐργάζεται. Ἀλλά, καθὼς εἴρηται, εἴωθεν ἡ θεία Γραφὴ πρὸς τὸ παραστῆσαι τὸν ἕνα Θεὸν ἐν τρισὶν εἶναι ὑποστάσεσιν οὕτως διαστέλλειν, τῷ μὲν Πατρί, ὡς αἰτίῳ τοῦ εἶναι, τὸν κόσμον, τῷ δὲ Υἱῷ, ὡς γεννήματι, τὴν τῆς ἐνανθρωπήσεως αἰτίαν, ὡς ἀξίαν υἱοθεσίας ἐχούσης καὶ πηγῆς γνώσεως οὔσης, τῷ δὲ Πνεύματι τῷ ἁγίῳ, ὡς ἐκ τοῦ Πατρὸς ἐκπορευομένῳ, ζωοποιοῦ καὶ ἁγιαστικῆς αὐτοῦ δυνάμεως οὔσης, τὴν ἀναγέννησιν καὶ τὴν ἀπολύτρωσιν καὶ τὸν ἁγιασμὸν τῆς μελλούσης καταστάσεως. Ὥσπερ γὰρ ὁ ἥλιος ἔχει ἐν ἑαυτῷ φωτιστικήν τε δύναμιν καὶ θερμαντικὴν καὶ χωρὶς αὐτῶν οὐ δύναται θεωρεῖσθαι, οὕτως καὶ ὁ Πατὴρ τὰς δύο δυνάμεις ἐξ ἑαυτοῦ ἔχει, ἐκτὸς αὐτῶν μὴ δυνάμενος θεωρεῖσθαι, τόν τε Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ ὥσπερ ὁ ἥλιος σῶμα μὲν πύρινόν ἐστιν, ἑτέρα δὲ αὐτοῦ ἐνέργειά ἐστιν ἡ φωτιστικὴ καὶ ἑτέρα ἡ θερμαντική, καὶ οὔτε ἡ θερμαντικὴ φωτιστική ἐστιν, οὔτε ἡ φωτιστικὴ θερμαντική, ἐν ἀλλήλοις δέ εἰσιν ἀχωρίστως ὅ τε ἥλιος καὶ αἱ τούτου δυνάμεις, οὕτως καὶ ἐπὶ τοῦ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, εἷς ἐστι Θεὸς ὁ Πατὴρ μετὰ τῶν δύο ἑαυτοῦ δυνάμεων, ἀχωρίστως ἐν ἀλλήλοις ὄντες καὶ ἰδιοϋποστάτως θεωρούμενοι νῷ. Ἐνταῦθα γὰρ ἀσώματον κυρίως ὁ Θεός, τὸ δὲ ὑπόδειγμα ἀμυδρόν, ὡς ὑπόδειγμα. Ἔστι δὲ καὶ ἀπὸ τῆς ψυχῆς τῆς ἡμετέρας παράδειγμα λαβεῖν· ὥσπερ γὰρ ἡ ψυχὴ ἔχει ἐν ἑαυτῇ ἐνδιάθετον λόγον καὶ νοῦν, καὶ ἕτερόν ἐστι τὸ λογικὸν καὶ ἕτερον τὸ νοερόν, καὶ πρόεισιν ὁ λόγος ἐκ τῆς ψυχῆς ἀχωρίστως, μὴ τεμνόμενος ἐξ αὐτῆς, ὁμοίως καὶ ὁ νοῦς, ἀλλ' ἐν αὐτῇ καὶ ἐξ αὐτῆς καὶ σὺν αὐτῇ εἰσιν, οὕτως καὶ ἐπὶ τοῦ Θεοῦ. Ὅθεν καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς τούτῳ τῷ παραδείγματι χρησάμενος Λόγον ἐκάλεσε τὸν Υἱόν, ὡς ἐκ τοῦ Πατρὸς προϊόντα καὶ σὺν τῷ Πατρὶ ὄντα καὶ ἐκ τῆς αὐτῆς οὐσίας ὄντα· ὁ δὲ ἀπόστολος Παῦλος σωματικώτερον Ἀπαύγασμα αὐτὸν ἐκάλεσε, τῷ παραδείγματι τοῦ ἡλίου χρησάμενος. Ἡ δὲ παλαιὰ Γραφὴ" Ποιήσωμεν ἄνθρωπον, λέγει, κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν"· τὸ μὲν" ποιήσωμεν" καὶ τὸ" ἡμετέραν" πληθυντικῶς ἐξεφώνησε, τὸ δὲ" κατ' εἰκόνα καὶ ὁμοίωσιν" οὐ τὸ αὐτὸ λέγει, ἀλλ' ἕτερόν ἐστι τὸ" κατ' εἰκόνα" καὶ ἕτερον τὸ" καθ' ὁμοίωσιν". Καὶ τὸ μὲν" κατ' εἰκόνα" ταύτην ἔχει τὴν ἔννοιαν ὅτι ἄνθρωπος καὶ μόνος, ὡς πάντα ἔχων ἐν ἑαυτῷ, ὁρατά τε καὶ ἀόρατα, νοητὰ καὶ αἰσθητά, λογικὰ καὶ ἄλογα, ἀθάνατα καὶ θνητά, ἄφθαρτα καὶ φθαρτά, δεικνύει ἕνα τινὰ δημιουργὸν πάντων τῶν ὄντων εἶναι τὸν Θεόν, καὶ κατὰ τοῦτο εἰκών ἐστι τοῦ Θεοῦ, διὰ τὸ γνωρίζειν αὐτὸν ἕνα τοῦ παντὸς εἶναι δημιουργόν, καθὰ καὶ ὁ Ἀπόστολος βοᾷ·" Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων", διαρρήδην τὸν ἄνθρωπον εἰς δόξαν Θεοῦ γεγενῆσθαι φήσας, καὶ κατὰ τοῦτο εἰκόνα καλέσας ὡς μόνος ὁ ἄνθρωπος δυνάμενος γνωρίσαι ἕνα εἶναι τοῦ παντὸς τὸν Θεὸν δημιουργόν, τὸν ἐξ ἁπασῶν τῶν φύσεων ἕνα ζῷον τὸν ἄνθρωπον κατασκευάσαντα. Τὸ δὲ" καθ' ὁμοίωσιν" ταύτην ἔχει τὴν ἔννοιαν, ὅτιπερ ὁ Ἀδὰμ πατὴρ ἐγένετο καὶ οὐχ υἱός, προβάλλων ἐκ τῆς ἑαυτοῦ οὐσίας ἐκπορευτικῶς μὲν τὴν Εὔαν, μήτε υἱὸν προσαγορευομένην μήτε ἀδελφήν, καὶ γεννητικῶς τὸν ἴδιον υἱὸν Σὴθ πάλιν ἐκ τῆς ἑαυτοῦ οὐσίας, τὸν μὲν γεννητικῶς προβάλλων, τὴν δὲ ἐκπορευτικῶς, ἑτέρως καὶ ἑτέρως προβαλλόμενος ἐκ τῆς ἑαυτοῦ οὐσίας τοὺς δύο· ἀλλὰ τοῦ μὲν Ἀδὰμ ὡς ἀρχὴν ἐσχηκότος καὶ οἱ ἐξ αὐτοῦ ἀρχὴν ἔχουσι· τοῦ δὲ Θεοῦ καὶ Πατρὸς ὡς ἀνάρχου καὶ οἱ ἐξ αὐτοῦ ἀνάρχως προῆλθον, συνόντες αὐτῷ ἀϊδίως, ὥσπερ τὸ ἀπαύγασμα καὶ ἡ θέρμη τῷ ἡλίῳ, καὶ ὥσπερ ὁ λόγος καὶ ὁ νοῦς τῇ ἡμετέρᾳ ψυχῇ, κατὰ τὰ τῆς θείας Γραφῆς παραδείγματα. Ἐχρήσαντο δὲ καί τινες πατέρες παραδείγμασι σωματικωτέροις ἐπὶ τῆς ἁγίας Τριάδος, οἱ μὲν ὡς ἐπὶ ἀενάου πηγῆς καὶ ἐξ αὐτῆς δύο ποταμοὺς προχεομένης, οἱ δὲ δένδρῳ, ὡς ῥίζῃ, καὶ κλάδῳ καὶ καρπῷ. Πάντες δέ, εἴτε ἀπόστολοι εἴτε πατέρες, ὡς ἄνθρωποι πάντες, σωματικώτερον, ἐκ τοῦ Πνεύματος ἐμπνευσθέντες, ἐξεῖπον, ὡς ἐν παραδείγμασι, λειπόμενα μέντοι πάνυ τῆς θείας οὐσίας· ἐν τῇ δὲ μελλούσῃ καταστάσει ὡς πνευματικοὶ ἀνιστάμενοι πάλιν ἀκριβέστερον γνωσόμεθα περὶ Θεοῦ. Οὕτως οὖν ἐνταῦθα τὰς ὑποστάσεις παραστῆσαι βουλομένη ἡ θεία Γραφὴ κέχρηται πολλάκις τῷ ἰδιώματι τούτῳ, ὡς ἀπὸ Πατρὸς λέγουσα τὴν δημιουργίαν, καὶ τοῦ Υἱοῦ τὴν ἐνανθρώπησιν, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου τὴν ἀνάστασιν· ἀλλ' οὖν γε τὰ πάντα ἡ ἁγία Τριὰς κατεργάζεται. Καὶ ὁ μακάριος δὲ Μωϋσῆς εἰπὼν ὡς ἀπὸ τοῦ Θεοῦ τὸ" ποιήσωμεν ἄνθρωπον", καὶ πληθυντικὴ μέν ἐστιν ἡ φωνή, δυναμένη δὲ καὶ ἐπὶ δύο μόνων νοεῖσθαι. Ἐπειδὴ οὖν ἐξ ἀρχῆς ὁ Θεὸς ἐδοκίμασε μὴ παραδοῦναι ἡμῖν τὴν τῆς ἁγίας Τριάδος ὁμολογίαν, ἵνα μὴ ὡς σώματα σωματικώτερον αὐτὰ νοήσωμεν καὶ ὑποπτεύσωμεν τρεῖς εἶναι θεούς, ἐπὶ τῆς δημιουργίας τοῦ ἀνθρώπου ἐλθὼν τότε αἰνιγματωδῶς πληθυντικὴν φωνὴν ἐξεφώνησε, δυναμένην δὲ καὶ ἐπὶ δύο μόνων νοεῖσθαι. Μετὰ δὲ χρόνον πάλιν ἔτι πληθυντικωτέραν φωνὴν ἀποφαίνεται λέγων·" Δεῦτε, καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας"· τὸ δὲ" δεῦτε" οὐκ ἔτι ἐπὶ δύο μόνων δύναται νοεῖσθαι, ἀλλὰ καὶ ἐπὶ τριῶν καὶ πλειόνων. Πάλιν οὖν μετὰ πολλὰ πάνυ ἔτη, ἵνα μὴ εἰς πλῆθος ἐξενεχθῶμεν, ἔστησε τὴν φωνὴν πάλιν αἰνιγματωδῶς ἐπὶ τῆς Τριάδος διὰ Ἠσαΐου τριχῶς λέγων τὸ" ἅγιος", συνάπτων δὲ εἰς ἕνα Θεὸν καὶ λέγων·" Κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ", καὶ τῶν τριῶν ὑποστάσεων δηλώσας τὸν ἀριθμὸν καὶ τῆς θεότητος τὸ μοναδικόν. Ἐπὶ δὲ τοῦ Δεσπότου Χριστοῦ κατὰ σάρκα φανερῶς ἐδίδαξε λέγων·" Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος", ἓν ὄνομα μὲν εἰπών, εἰς τρεῖς δὲ ὑποστάσεις διελών. Καὶ ἐπειδήπερ ἤμελλε ταῦτα φανερῶς κηρύττειν διὰ τῆς τοῦ δούλου μορφῆς, προμηνύων ἐπὶ τῆς δημιουργίας τοῦ ἀνθρώπου τὴν πληθυντικὴν φωνὴν πρώτως ἐξεφώνησε τό·" Ποιήσωμεν ἄνθρωπον." Ἡνίκα τοίνυν παραγίνεται ἐξ οὐρανοῦ ὁ Κύριος τοὺς μὲν πιστοὺς καὶ δικαίους καὶ ἀξίους μεθ' ἑαυτοῦ εἰσφέρει εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀνθρώπους τε καὶ ἀγγέλους, τοὺς δὲ λοιπούς, τοὺς μὲν ἔξωθεν τοῦ στερεώματος ἐᾷ, τοὺς δὲ κάτω περὶ τὴν γῆν, καθάπερ καὶ ἐν τῷ Εὐαγγελίῳ λέγει ἐν τῇ συντελείᾳ οὕτως·" Τότε ἔσονται δύο ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται· καὶ δύο ἀλήθουσαι ἐν τῷ μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται", ἵνα εἴπῃ· Τοὺς ἐν τῷ ἀγρῷ πάντας τοὺς ὄντας ἐν τῷ κόσμῳ, εἴτε πλουσίους εἴτε καὶ μέσους, δηλονότι ἐν οἱᾳδηποτοῦν τάξει εὑρέθη τις ἄξιος, παραλαμβάνεται ἐν τῷ οὐρανῷ, ἐὰν δὲ μὴ ᾖ ἄξιος, ἀφίεται ἐν τῇ γῇ· εἶτα καὶ τοὺς ἐν τῷ μύλῳ τοὺς δούλους λέγει, ὅτι καὶ ἀπὸ τῶν δούλων, ἐὰν εὑρεθῶσιν ἄξιοι, παραλαμβάνονται ἐν τῷ οὐρανῷ, εἰ δὲ ἀνάξιοι, ἀφίενται ἐν τῇ γῇ· τὸ δὲ ἀρρενικῶς ἐπὶ τῶν πρώτων εἰπὼν καὶ τὸ θηλυκῶς ἐπὶ τῶν δευτέρων, ἐσήμανεν τὴν διαφορὰν τοῦ γένους· εἴτε ἄρρενες εὑρεθήσονται εἴτε θήλειαι, εἴς τε τοὺς δικαίους, εἴς τε τοὺς ἁμαρτωλούς. Καὶ ὁ ἀπόστολος δὲ Παῦλος σημαίνει ἐν τῇ πρὸς Θεσσαλονικεῖς δευτέρᾳ Ἐπιστολῇ λέγων οὕτως·" Ἐν τῇἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ' οὐρανοῦ μετ' ἀγγέλων δυνάμεως αὐτοῦ, ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν καὶ τοῖς μὴ ὑπακούουσι τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, οἵτινες δίκην τίσουσιν ὀλέθριον ἀπὸ προσώπου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασι", δι' ὅλων λέγων καὶ αὐτὸς ὅτι τοῖς πιστοῖς ἁγίοις μεγάλαι καὶ ἀνεκλάλητοι δόξαι ἀπόκεινται, τοῖς δὲ ἀπίστοις δίκη ὀλέθριος, τουτέστιν ἀνάλογος τιμωρία τῆς καταστάσεως ἐκείνης. Ἐν ὀλέθρῳ γὰρ καὶ ἐσχάτῃ τιμωρίᾳ καὶ μεταμελείᾳ πολλῇ εὑρίσκεται πᾶς, ὃς οὐκ ἀπολαύει τῶν ἁγίων καὶ τῶν δοξῶν καὶ τῆς μακαριότητος τῆς ἀποκειμένης τοῖς δικαίοις. Ὀφείλει τοίνυν πᾶς χριστιανὸς δουλαγωγῆσαι ἑαυτὸν καὶ ὑποτάξαι ἀπεντεῦθεν τῷ Θεῷ καὶ πιστεύειν πάσῃ τῇ θείᾳ Γραφῇ, Παλαιᾷ τε καὶ Καινῇ Διαθήκῃ, καὶ φύλαξ εἶναι δογμάτων ἀκριβὴς καὶ βίον εὐθῆ κατάλληλον τῇ πίστει κατορθοῦν, ἀπωθεῖσθαι δέ, καθὰ καὶ μέλλοντες προσιέναι τῷ βαπτίσματι ὡμολογήσαμεν, καὶ ἀποτάσσεσθαι πάσῃ σατανικῇ, αἱρετικῇ τε καὶ ἑλληνικῇ πλάνῃ καὶ ἀπιστίᾳ καὶ ματαιότητι καὶ ἐλπίδι ἀνελπίστῳ. Τὰ μέγιστα γὰρ βλαβήσονται ἐκείνοις ἐμμένοντες, ὡς μάθημα θεῖον τὰς ἐκλείψεις ψηφίζοντες καὶ προλέγοντες, περαιτέρω τούτου ἐλπίδα μὴ κεκτημένοι, ἀλλὰ πλανῶντες καὶ πλανώμενοι, εἴπου γε καί τις ἀποσυληθεὶς ἱμάτιον ἢ ἕτερόν τι, ὡς προφήταις τούτοις προσιών, ἤκουσε παρ' αὐτῶν, εἰ ἐπέτυχε ψευσαμένοις, ἀλήθειαν, εἰ δὲ μή, οὐδὲ τοῦτο. Τοιαῦται τῶν ματαιοφρόνων τῶν τὸ σφαιρικὸν σχῆμα τῷ οὐρανῷ δωρουμένων αἱ ἐλπίδες· οὐ δύνανται δὲ περαιτέρω τούτων τι ἐλπίζειν, οὔτε ἀνάστασιν, οὔτε βασιλείαν οὐρανῶν, οὔτε κρείττονα κατάστασιν, ἐπείπερ ἐξεῶσι τὴν σφαῖραν καὶ αὐτὴν ἣν ἔχουσιν ἐλπίδα ἀπόλλυσι. Γένοιτο δὲ ἡμᾶς, ὦ τιμία κεφαλή, ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εὐχαῖς πάντων τῶν ἁγίων πατριαρχῶν, προφητῶν, ἀποστόλων, μαρτύρων, ὁμολογητῶν, διδασκάλων, συναριθμίους τοῖς ἐκ δεξιῶν γενέσθαι καὶ μετ' αὐτῶν ἀκοῦσαι τὴν ἐξαίρετον καὶ μακαρίαν ἐκείνην φωνὴν τὴν λέγουσαν·" Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου." Αὐτῷ ἡ δόξα σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παραγραφὴ εἰς τὸν οὐρανόν Ὅτι ἐν τῷ κόσμῳ τούτῳ εἰσὶ καὶ οἱ ἄγγελοι σαφέστατα δηλοῖ ἡ θεία Γραφή, ὁ μὲν Ἀπόστολος οὕτως λέγων·" Θέατρον ἐγεννήθημεν τῷ κόσμῳ, ἀγγέλοις καὶ ἀνθρώποις", ὡς ἀμφοτέρων εἰς τὸν κόσμον τοῦτον διαγόντων, ὁμοίως καὶ ὁ Δαυΐδ·" Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτὸν πάντες ἄγγελοι αὐτοῦ, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, ἥλιος καὶ σελήνη, πάντα τὰ ἄστρα καὶ τὸ φῶς", δηλώσας πάντα τὰ ἀπὸ τοῦ στερεώματος ἐπὶ τὰ κάτω ἐν ὕψει ὑπὸ τὸ στερέωμα ὁμοῦ εἶναι· καὶ πρῶτον εἰπὼν τὸν οὐρανόν, εἶθ' οὕτω τοὺς ἀγγέλους, πάλιν ἐπιφέρει·" Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν", τοῦ ὕδατος μόνου μνημονεύσας συμφώνως τῷ Μωϋσεῖ ὑπεράνω ὄντος τοῦ στερεώματος, κατὰ τὸ ἰδίωμα τὸ ἑβραϊκόν, ἀντὶ τοῦ οὐρανοῦ, οὐρανῶν εἰπών. Ὁμοίως καὶ ἐν τῷ Δανιὴλ οἱ τρεῖς παῖδες ὑμνοῦντες ἔλεγον·" Εὐλογεῖτε, οὐρανοί, τὸν Κύριον, ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ", σαφῶς καὶ αὐτοὶ τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ οὐρανοῦ μνημονεύσαντες, τὰ δὲ ἄλλα πάντα ὑπὸ τὸ στερέωμα εἶναι δηλώσαντες· καὶ οὗτοι δὲ πρῶτον τὸν οὐρανὸν εἶπον, εἶθ' οὕτω τοὺς ἀγγέλους. Ὁμοίως πάλιν ὁ Δαυῒδ μέμνηται λέγων·" Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα", καὶ αὐτὸς πάλιν ἀνώτερα τὰ ὕδατα τοῦ στερεώματος ὡς ἐν ὑπερῴῳ ὄντα καὶ στέγην ὑπάρχοντα, εἶθ' οὕτω πάλιν καὶ τῶν ἀγγέλων μνημονεύσας. Ὁ δὲ Κύριος τηλαυγέστατα ἀπεφήνατο λέγων· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς." Εἰ μὴ γὰρ ἐν τῇ δευτέρᾳ καταστάσει οὔτε ἄγγελοι οὔτε ἄνθρωποι εἰσέρχονται ἐν τῷ οὐρανῷ, καθὰ δεδήλωται. Μόνος γὰρ ὁ Δεσπότης Χριστὸς ἀναστὰς ἐκ τῶν νεκρῶν, ἔτι ταύτης τῆς καταστάσεως οὔσης, εἰσῆλθε πρόδρομος ὑπὲρ ἡμῶν, πίστιν παρασχὼν πᾶσιν ὅτι ὥσπερ αὐτὸς εἰσελήλυθε καὶ οἱ τῷ κανόνι αὐτοῦ στοιχοῦντες πάντες εἰσελεύσονται. Ἀξίωσον καὶ ἡμᾶς, φιλάνθρωπε, στοιχοῦντας μὲν τῷ σῷ κανόνι καὶ πιστεύοντας, ἀναξίους δὲ ὄντας διὰ τὰ ἀσύστροφα ἡμῶν ἔργα, ὁ μόνος μεγαλόδωρος καὶ οἰκτίρμων καὶ πολυέλεος ὑπάρχων Σωτὴρ ἡμῶν σὺν Πατρὶ καὶ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. Τὸ κείμενον Ὁ σκοπὸς ὅλος τῆς συγγραφῆς καὶ τῆς διαγραφῆς πρὸς τὸ δεῖξαι ὅτι ἀπ' ἀρχῆς ἕως τέλους ὁ Θεὸς διὰ πάντων τῶν ἀρχαίων ἀνθρώπων, ἔτι τε καὶ τοῦ κοσμογράφου Μωϋσέως καὶ πάντων τῶν προφητῶν καὶ ἀποστόλων, ἐδήλωσεν ἅπερ κατεσκεύασε, δύο καταστάσεις, ταύτην καὶ τὴν μέλλουσαν, δηλώσας καὶ τὸ σχῆμα ἅπαντος τοῦ κόσμου, καὶ ὅτι οἱ χριστιανοὶ μᾶλλον ἕπονται ταῖς ἑαυτῶν ἀρχαῖς δεικνύοντες καὶ τὰ τέλη ἀκόλουθα ταῖς ἑαυτῶν ἀρχαῖς, καὶ ἐν ταὐτῷ μηνύοντες τὴν ἀγαθότητα τοῦ Θεοῦ, τὴν παρέχουσαν παῦλαν τῷ παιδευτηρίῳ τούτῳ καὶ τοῖς ἀγῶσι καὶ τῇ φθορᾷ καὶ τῷ θανάτῳ, ἀναδείξασαν δὲ ἐν τῷ Δεσπότῃ Χριστῷ ἀθανασίαν, ἀφθαρσίαν, ἀτρεπτότητα, ἁγιασμὸν καὶ δικαιοσύνην αἰώνιον πᾶσι τοῖς ἀνθρώποις, ὥσπερ ἦν ἑτοιμάσας ἀπὸ καταβολῆς κόσμου τὸν δεύτερον χῶρον, τὸν ἐν τοῖς οὐρανοῖς, τὴν δευτέραν κατάστασιν, καθάπερ καὶ διὰ τῆς σκηνῆς πάλιν ἐν τύπῳ προεδήλωσεν ἡμῖν, καὶ ὅτι ἀνέλπιστός ἐστιν ἡ τῶν Ἑλλήνων δόξα μήτε δευτέραν κατάστασιν προσδοκώντων μήτε πιστευόντων ἀνάστασιν ἔσεσθαι τῶν ἡμετέρων σωμάτων, ἀλλὰ πλανώντων καὶ πλανωμένων, μετὰ τῆς ἑαυτῶν σφαίρας ἅμα κυλιόμενοι ταῖς φρεσίν, ἀδύνατον εἶναι νομίζοντες τῷ Θεῷ ἀναστῆσαι τὰ σώματα πάντων τῶν ἀνθρώπων, ὀφείλοντες ὡς σοφοὶ γνῶναι ὅτι, εἰ κριτής ἐστιν ὁ Θεὸς ἐννοιῶν καὶ καρδιῶν πάντων ἀνθρώπων καὶ δύναται διακρῖναι τὰς ἐννοίας ἑκάστου τὰς ἀπ' αἰῶνος, πῶς οὐχὶ μᾶλλον δύναται σώματα διακρῖναι ἑκάστου ἀνθρώπου; Εἰ γὰρ τὰ τοῦ πνεύματος δύναται διακρῖναι, πολὺ μᾶλλον τὰ σώματα. Τινάσσει γὰρ πᾶσαν τὴν κτίσιν ἐκ θεμελίων, οὐρανὸν καὶ γῆν ἅμα καὶ τὰ λοιπὰ στοιχεῖα, ἐν τῇ συντελείᾳ καὶ ἕκαστον αὐτῶν ἀποδίδωσιν ὃ κατέχει σῶμα ἀνθρώπειον διακρινόμενον ὑπὸ τῆς αὐτοῦ δυνάμεως· ὥσπερ γὰρ ἐν κοσκίνῳ κοσκινεύων τις τὸ ζητούμενον μέσον εὑρήσει, οὕτω σαλευομένης πάσης τῆς κτίσεως οἱ ζητούμενοι μέσοι εὑρεθήσονται." Ἔτι γὰρ ἅπαξ ἐγὼ σείσω", φησὶ διὰ τοῦ προφήτου," οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν"· τὸ δὲ" ἔτι ἅπαξ" δηλοῖ, εἶπεν ὁ Ἀπόστολος, τὴν τῶν σαλευομένων μετάστασιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα." Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχομεν χάριν, δι' ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ μετὰ εὐλαβείας καὶ δέους." Καὶ ὁ Κύριος περὶ συντελείας λέγων οὕτως φησί·" Καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ πεσοῦνται ἐπὶ τὴν γῆν καὶ αἱ Δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως καὶ δόξης πολλῆς· καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ' ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ." Καὶ πάλιν πρὸς Θεσσαλονικεῖς ὁ Ἀπόστολος ἐν τῇ πρώτῃ φησίν·" Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ, καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον. Ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις." Ὁμοίως λέγει ἐν τῇ πρὸς Κορινθίους πρώτῃ Ἐπιστολῇ·" Ἰδοὺ μυστήριον ὑμῖν λέγω. Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι. Σαλπίσει γὰρ καὶ οἱ νεκροὶ ἀναστήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν." Ταῦτα τῶν χριστιανῶν τὰ εὐαγγέλια, αὗται τῶν πιστῶν αἱ μεγάλαι καὶ θαυμασταὶ ἐλπίδες, ἀνάστασις νεκρῶν καὶ βασιλεία οὐρανῶν ἡτοιμασμένη ἀπὸ καταβολῆς κόσμου τοῖς ἀνθρώποις, οἱ καὶ πρῶτον ἀθανασίαν καὶ ἀφθαρσίαν καὶ ἀτρεπτότητα κομιζόμενοι, μετάρσιοι ἀεροβατοῦντες σὺν Χριστῷ βασιλείαν οὐρανῶν κληρονομοῦσι, σὺν Χριστῷ βασιλεύσουσι, σὺν Χριστῷ οἰκητήριον τὸν οὐρανὸν κέκτηνται, σὺν Χριστῷ τῆς ἀχειροποιήτου σκηνῆς τὴν εἴσοδον συγχωρούμενοι πατεῖν, σὺν Χριστῷ τῆς οὐρανίου πόλεως Ἱερουσαλὴμ πολῖται σὺν ἁγίοις ἀγγέλοις ἀναγορευόμενοι, σὺν Χριστῷ χαίροντες, σὺν Χριστῷ ἀγαλλιώμενοι, σὺν Χριστῷ ὑψούμενοι, σὺν Χριστῷ στεφανηφοροῦντες, σὺν Χριστῷ δοξαζόμενοι, σὺν Χριστῷ τοῦ θρόνου τῆς χάριτος ἀπολαύοντες, σὺν Χριστῷ δικαιοσύνης καὶ ἁγιασμοῦ καὶ ἀπολυτρώσεως καὶ μακαριότητος καὶ παντὸς αἰωνίου καὶ ἀνεκλαλήτου ἀγαθοῦ ἀπολαύοντες. Ποῖον ἔθνος ἢ ποία αἵρεσις τοιαύτας ἐλπίδας πιστεύουσα κέκτηται, εἰ μὴ μόνον χριστιανοί; Ἕλληνες ἀπιστοῦσιν, ἀνέλπιστοι ὄντες, σοφίαν τοῦ κόσμου τούτου ἀγαπῶντες, ἥτις μᾶλλον οὔτε ἓν τῶν πραγμάτων ἐξισχύει καταλαβεῖν ἀφ' ἑαυτῆς, εἰ μὴ θεία τις ἔλλαμψις παρακολουθήσῃ. Ὁμοίως καὶ Ἰουδαῖοι ἀπιστήσαντες τῷ φανέντι Χριστῷ τῷ ταῦτα πάντα φανερῶς κηρύξαντι καὶ συστήσαντι, καὶ δι' ἑαυτοῦ καὶ διὰ τῶν ἀποστόλων, τούτων πάντων ἀπέτυχον. Σαμαρεῖται δὲ καὶ μοντανοὶ σκληροτράχηλοι ὑπὲρ τοὺς Ἰουδαίους ὄντες ἐκ Μωϋσέως καὶ τῶν σχημάτων τοῦ κόσμου μὴ δυνάμενοι παιδευθῆναι, ἀλλὰ καὶ τοὺς προφήτας ἀπιστοῦντες, μήτε ἄγγελον μήτε πνεῦμα μήτε ψυχὴν λογικὴν ἀθάνατον ὁμολογοῦντες, ἀλλὰ καὶ αὐτοὶ ἴσα τῶν Ἑλλήνων ἀνάστασιν σωμάτων ἀθετοῦντες, τούτων πάντων ἀποτυγχάνουσιν. Ὁμοίως μανιχαῖοι πάλιν τὰ σώματα μισοῦντες καὶ τούτων ἀνάστασιν μὴ ὁμολογοῦντες, ἀλλὰ πονηροῦ θεοῦ αὐτὰ δημιουργήματα ὑποτιθέμενοι καὶ ἀπώλειαν αὐτῶν προσδοκῶντες, πάντων τῶν ἀγαθῶν καὶ αὐτοὶ στερίσκονται, μεθ' οὗ ἐχειροτόνησαν ἑαυτοῖς θεοῦ περὶ τὴν γῆν ὡς ἀσεβεῖς κατακρινόμενοι. Ὁμοίως καὶ πάντες οἱ αἱρετικοὶ ὅσοι ἀθετοῦσι τὴν ἀνάληψιν τῆς ἡμετέρας σαρκὸς καὶ τῆς ἡμετέρας ψυχῆς ἐν τῷ καιρῷ τῆς ἐνανθρωπήσεως, καὶ ὅσοι ἀθετοῦσι κολοβοῦντες τὴν θεότητα τοῦ Υἱοῦ καὶ σμικρύνοντες τὴν θεότητα τοῦ ἁγίου Πνεύματος, τούτων πάντων τῶν ἀγαθῶν καὶ αὐτοὶ στερίσκονται. Μόνοι γὰρ οἱ ὁμολογοῦντες ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσιν, ἄναρχον, ἀΐδιον, ἀπερίγραφον, ἀόρατον, ἀναφῆ, ἄφθαρτον, ἀθάνατον, ἀπαθῆ, ἀσώματον, ἀπεριόριστον, ἀκατάληπτον, ἀσύνθετον, ἀμερῆ, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων, ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι γνωριζόμενόν τε καὶ προσκυνούμενον, καὶ ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐν τῷ καιρῷ τῆς ἐνανθρωπήσεως ἀνακτί σαι βουλόμενον ὅνπερ ἔκτισε κόσμον. Λαβὼν πάλιν ἐκ τῆς ἁγίας παρθένου Μαρίας ἐκ τοῦ ἡμετέρου φυράματος ὁ Θεὸς Λόγος, σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι, ἄνευ σπορᾶς, ἀνακτίζει τὸν μικρὸν κόσμον, τὸν σύνδεσμον πάσης τῆς κτίσεως, τουτέστι τὸν ἄνθρωπον, καὶ ἑνοῖ ἑαυτῷ ἐξ αὐτῆς τῆς ἀκαριαίας ῥοπῆς ἑνώσει ἐξαιρέτῳ καὶ ἀναφαιρέτῳ, ὡς μὴ προεπινοεῖσθαι τὴν λῆψιν τῆς ἑνώσεως, ἀλλ' ἅμα διάπλασις καὶ λῆψις καὶ ἕνωσις· συνεχώρησε παθεῖν καὶ ἀποκτανθῆναι, καὶ τελειώσας διὰ τῆς ἀναστάσεως εἰς οὐρανὸν ἀνήγαγε καὶ τῆς ἐκ δεξιῶν αὐτοῦ καθέδρας ἐτίμησε καὶ κριτὴν αὐτὸν τοῦ παντὸς κατέστησεν. Ὁμοίως σὺν τούτῳ καὶ οἱ βιοῦντες καλῶς εἰσέρχονται εἰς τὸν νυμφῶνα ἅμα τῷ νυμφίῳ, μὴ κολοβοῦντες μήτε τὴν θεότητα μήτε τὴν ἀνθρωπότητα· οὗτοι συγχορεύουσι τῷ Χριστῷ καὶ συμβασιλεύουσιν αὐτῷ ἐν τῷ οὐρανῷ, ἀκούοντες παρ' αὐτοῦ ἐν τῇ συντελείᾳ·" Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου." Περὶ δὲ τῆς συντελείας τὴν ἡμέραν οὐδεὶς ἐπίσταται, εἰ μὴ μόνος ὁ Θεός. Φασὶ δέ, εἰ μὴ συναρίθμιοι γένωνται οἱ ἄνθρωποι τοῖς ἀγγέλοις, οὐ συντελεῖται ὁ κόσμος· λέγει γὰρ ὁ Μωϋσῆς·" Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ", ὡσανεί· Τὸν ὅρον τῶν ἐθνῶν ἐν τούτῳ ἔστησεν, ἐν τῷ συναριθμίους γενέσθαι τοῖς ἀγγέλοις. Ἀμέλει καὶ ὁ Ἀπόστολος λέγει·" Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ πᾶς Ἰσραὴλ σωθήσεται", σαφῶς περὶ συντελείας εἰπών. Ἀλλὰ καὶ ὁ Κύριος φαίνεται αἰνιττόμενος περὶ τούτου καὶ λέγων·" Ἐν τῇ ἀναστάσει ἰσάγγελοί εἰσιν". Ὅσοι τοίνυν χριστιανοὶ ὑπάρχετε καὶ ταύτης τῆς ἐλπίδος ἀντιλαμβάνεσθε καὶ δεῖγμα καὶ τύπον ἔχετε τὸν Δεσπότην Χριστόν, ἀναγινώσκοντες τὴν βίβλον εὔξασθε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ὅπως ὁ πάντων Κύριος μή με ὑπερίδῃ, ἀλλ' ἐλεήσας συναρίθμιόν με ποιήσῃ μεθ' ὑμῶν σὺν τοῖς ἐκ δεξιῶν, παρορῶν τὰ ἡμέτερα πλημμελήματα, καὶ μὴ ἀποτύχω ταύτης τῆς μακαριότητος τῆς ἀνεκλαλήτου, εὐχαῖς καὶ δεήσεσιν ὑμετέραις, εὐσπλαγχνίᾳ δὲ καὶ φιλανθρωπίᾳ καὶ χάριτι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ πάντοτε καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν. Θεὲ ἀγαθέ, εὔσπλαγχνε, μακρόθυμε καὶ πολυέλεε, ἐλέησόν με τὸν ἀνάξιον δοῦλόν σου καὶ μή με κατακρίνῃς ταῖς ἁμαρτίαις μου, ὅτι σοι μέλει περὶ πάντων καὶ ἐπίστασαι ἑκάστου τὰ κρυπτὰ τῶν διανοιῶν, ὅτι πόθῳ τῷ εἰς σὲ καὶ τῶν σῶν οἰκτιρμῶν αἰτηθεὶς οὐκ ἀπέκρυψα τὴν παραδεδομένην μοί σου εὐσπλαγχνίαν καὶ ἀγαθότητα καὶ οἰκτιρμοὺς πρὸς ὠφελίαν τῶν ἀναγινωσκόντων ἐκ τῶν σῶν ὧν ἐχαρίσω μοι διδασκάλων προνοίᾳ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ εἰς τοὺς αἰῶνας. Ἀμήν./* ΧΡΙΣΤΙΑΝΟΥ ΧΡΙΣΤΙΑΝΙΚΗ ΤΟΠΟΓΡΑΦΙΑ ΠΕΡΙΕΚΤΙΚΗ ΠΑΝΤΟΣ ΤΟΥ ΚΟΣΜΟΥ*//* 6. τ Περὶ μεγέθους ἡλίου ΛΟΓΟΣ*/ Τινὲς μετὰ τὸ πέρας εἰληφέναι τὴν βίβλον ἐκίνησαν λόγους πρὸς ἡμᾶς περὶ τοῦ σχήματος τοῦ κόσμου λέγοντες· Πῶς δυνατὸν κρύπτεσθαι τὸν ἥλιον καθ' ὑμᾶς ὑπὸ τὰ βόρεια μέρη τῆς γῆς τὰ ὑψηλὰ πολλοῖς τοῖς μέτροις ὑπερέχοντα τὸ μέγεθος αὐτῆς; Ἐπὶ τῆς γὰρ λεγομένης παρ' ἡμῶν σφαίρας, ὅσῳ δήποτε μείζων ἐστὶν ὁ ἥλιος τῆς γῆς, πάντως ποιήσει σκιὰν κατὰ τὸ ἕτερον μέρος τῆς γῆς. Πρὸς οὓς συντομώτατα εἰρήκαμεν ψευδὲς εἶναι καὶ πλάσμα τὸ τοιοῦτον, ἀποδείξαντες πρῶτον ἐξ αὐτῶν τῶν παρ' αὐτοῖς ὡμολογημένων κλιμάτων ὡς διαφόρους ἔχει σκιάς, ἔπειτα καὶ ἐξ ὧν τοῖς ὀφθαλμοῖς ἡμῶν ἐθεασάμεθα ἐπὶ τὰ μέρη Ἀξώμεως ἐν τῇ Αἰθιοπίᾳ. Ἐν τῇ γὰρ ἀρχῇ τῆς θερινῆς τροπῆς κατὰ τὴν εἰκοστὴν πέμπτην τοῦ Παϋνὶ μηνός, ὥραν ἕκτην τῆς ἡμέρας, ὄντος ἤδη περὶ τὸ μεσουράνημα τοῦ ἡλίου, σαφῶς εἴδομεν ὡς ὅτι ἡ σκιὰ τοῦ ἀνθρώπου ἐπὶ τὸν νότον κλίνει. Λαβὼν δὲ καὶ αὐτὸς ἐν τῇ Ἀλεξανδρέων ἐνταῦθα κατ' αὐτὸν τὸν καιρόν, λέγω δὴ Παϋνὶ εἰκοστῇ πέμπτῃ καὶ ἕως τριακάδος, ὥραν ἕκτην τῆς ἡμέρας, σταθέντες ὑποκάτω τοῦ ἡλίου, ἔδειξα τὴν σκιὰν ἐπὶ τὰ βόρεια μέρη πόδα ἕνα κλίνουσαν καὶ μόνον. Καὶ ἔστι κατ' αὐτοὺς ἡ Ἀλεξάνδρεια τρίτον κλίμα. Εὑρεθεὶς δὲ ἐνταῦθα ὁ τὰ πάντα θεοσεβέστατος ἀββᾶς Στέφανος, ὁ κατὰ Ἀντιόχειαν πρεσβύτερος, χριστιανικώτατος τῶν τελείων καὶ ἀληθινὸς ὑπάρχων, ἠσκημένος δὲ ἀκριβῶς καὶ τὴν ψῆφον τῆς σελήνης κατὰ τὸ σχῆμα μέντοι καὶ αὐτὸς ὃ ὑπεθέμεθα κατὰ τὴν θείαν Γραφήν, δυνάμενός τε προλέγειν εὐχερῶς καὶ ἐκλείψεις ἡλιακὰς καὶ σεληνιακάς, εἰ βουληθείη περὶ τοῦτο ἀσχολεῖσθαι. Ὅθεν ἀπαιτηθεὶς τῷ Θὼθ μηνὶ τῆς παρούσης δεκάτης ἰνδικτιῶνος παρὰ ἀνδρὸς ἐπιστήμονος, Ἀναστασίου τοὔνομα, μηχανικοῦ ἀνδρὸς λογίου καὶ ὑπὲρ πολλοὺς ἐμπείρου, προειπεῖν ἔκλειψιν ἡλίου, ἔφη γενέσθαι ἐν αὐτῷ τῷ καιρῷ κατὰ τὴν δωδεκάτην τοῦ Μεχεὶρ μηνὸς καὶ σεληνιακὴν Μεσορὴ εἰκοστῇ τετάρτῃ πάλιν τῷ αὐτῷ καιρῷ. Καὶ θαυμάσας πάλιν παρ' αὐτοῦ ἀπῄτησε προγεγονυίας ἐκλείψεις· καὶ ταύτας πάλιν ἐξειπών, ἐθαύμασεν ὁ ἀνήρ. Παρῆσαν δὲ καὶ ἕτεροί τινες μηχανικοὶ καὶ τῶν ἡμετέρων φίλων, ἐφ' ὧν ταῦτα ἐλαλήθησαν. Αὐτὸς οὖν ὁ θεοφιλὴς ἀνὴρ πεῖραν καὶ πόθον ἔχων περὶ τῶν τοιούτων, ἔν τε τῇ Ἀντιοχέων καὶ ἐν Κωνσταντινουπόλει παραγεγονὼς καὶ πολλὰ ἔτη διατρίψας, ἔλεγε καὶ αὐτὸς μεμετρηκέναι καὶ ἐν ἀμφοτέροις τοῖς τόποις τὰς σκιάς· καὶ ἐν μὲν τῇ Ἀντιοχείᾳ πόδα ἕνα ἥμισυ ἔχειν τὴν σκιὰν ἐν αὐτῷ τῷ καιρῷ διεβεβαιοῦτο, ἐν δὲ τῷ Βυζαντίῳ πόδας δύο. Ἔστι δὲ Ἀντιόχεια τοῦ κλίματος τοῦ διὰ Ῥόδου, λέγω δὴτοῦ τετάρτου, τὸ δὲ Βυζάντιον τοῦ πέμπτου ἐπέκεινα μικρόν. Οὕτω γὰρ διαιροῦσι τὰ κλίματα· πρῶτον κλίμα τὸ κατὰ Μερόην φασί, δεύτερον τὸ κατὰ Συήνην, τρίτον τὸ κατὰ Ἀλεξάνδρειαν, τέταρτον τὸ κατὰ Ῥόδον, πέμπτον τὸ κατὰ Ἑλλήσποντον, ἕκτον τὸ κατὰ μέσον τοῦ Πόντου, ἕβδομον τὸ κατὰ Βορυσθένους ποταμοῦ καὶ τῆς Μαιώτιδος λίμνης, λοιπὸν ὁ Ὠκεανός. Εἰ τοίνυν, καθὰ καὶ αὐταῖς ὄψεσιν ἐθεασάμεθα, ἐν τῷ τρίτῳ κλίματι τὴν σκιὰν ἐνταῦθα, ὡς αὐτοὶ ὑποτίθενται, πόδα ἕνα κλίνειν μόνον ἐπὶ βορρᾶν καὶ ἐν τῷ τετάρτῳ πόδα ἕνα ἥμισυ καὶ ἐν τῷ πέμπτῳ δύο, πῶς οὐ φανερόν ἐστιν ὅτι κατὰ κλίμα ποδὸς τὸ ἥμισυ προστίθεται ἢ ἀφαιρεῖται; Καὶ εἰ τοῦτο ἀληθές, ὥσπερ οὖν καὶ ἀληθές ἐστιν, εὑρεθήσεται ὁ ἥλιος δύο κλιμάτων μέγεθος ἔχων. Εἰ γὰρ ἐν τῷ τρίτῳ κλίματι πόδα ἕνα ἔχει, ἐν τῷ δευτέρῳ πάντως ἥμισυ ποδὸς ἔχει, ἐν δὲ τῷ πρώτῳ καὶ ἄσκιοι παντελῶς εὑρισκόμεθα. Καθάπερ δὲ προλαβόντες ἐν τῷ δευτέρῳ λόγῳ εἴπαμεν ἡμεῖς, τὰ διαστήματα τῆς γῆς ἀπὸ τῆς Μερόης ἕως τοῦ Ὠκεανοῦ, κατὰ τὸν νότον, πολλὰ διαστήματα ἔχει· ἀπὸ γὰρ τῶν Καταρακτῶν ἕως τοῦ Ὠκεανοῦ μονὰς ἑβδομήκοντα, πλέον ἢ ἔλαττον, μεμνήμεθα εἰπόντες ἔχειν τὸ διάστημα τῆς γῆς. Ἃ δὲ αὐτοὶ ὑποτίθενται κλίματα ἀπὸ εἴκοσι μονῶν ἔγγιστα ὑποτίθενται. Εὑρίσκεται οὖν πάντως ἐν τῷ κατὰ τὴν Ἀξώμην τῶν Αἰθιόπων πόλιν κλίματι πλέον ποδὸς κλίνουσα ἐπὶ τὸν νότον ἡ σκιά, ὥστε παντὶ τρόπῳ ἀναμέσον ἐστὶ Συήνης καὶ Ἀξώμεως δύο κλιμάτων ἔχων μέγεθος τὴν θερινὴν τροπὴν διατρέχων ὁ ἥλιος. Πῶς οὖν οὐ ψευδῆ καὶ μυθώδη τὰ λεγόμενα παρ' αὐτῶν περὶ τοῦ ἡλίου, ὡς ὅτι μείζων ὑπάρχει τῆς γῆς; Πῶς δὲ καὶ τὴν γῆν σφαιροειδῆ φασκόντων οὐ διαλλάττει ἡ σκιὰ ἐν τῷ κοιλώματι τῆς γῆς; Μέσην μὲν γὰρ ὑποτιθε μένων τὴν διακεκαυμένην ζώνην ἀνάγκη τὰ παρ' ἑκάτερα κοιλότερα εἶναι. Φασὶ δὲ μὴ δύνασθαι οἰκεῖν τινας κατὰ τὴν κεκαυμένην ζώνην, ἀλλὰ καὶ τὴν καθ' ἡμᾶς οἰκουμένην εἶναι ἐπὶ τὸ βόρειον μέρος τῆς γῆς ἀπέχον διαστήματα πολλὰ τῆς διακεκαυμένης ζώνης. Καὶ θαυμάζω πάλιν, εἰ ἐν τούτοις τοῖς κοιλώμασι τῆς γῆς, κατὰ τὴν αὐτῶν ὑποθήκην, δύνανται οὕτως ἀναλογεῖν αἱ σκιαί, ὡς ὑπὸ ἥμισυ ποδὸς καθ' ἕκαστον κλίμα εἶναι, ὡς σὺν Θεῷ παρ' ἡμῶν ἀποδέδεικται αὐταῖς ὄψεσι θεασαμένων καὶ δειξάντων οἷς διελεγόμεθα ἀνθρώποις, οὐκ ἀμυήτοις, ἀλλ' ἐμπείροις οὖσι καὶ ἐν τούτῳ στερεῶς διαμαχομένοις. Ἔτι πάλιν ἔλεγον διϊσχυριζόμενοι ὅτι, ἡνίκα μέγα σῶμα ᾖ τὸ φωτίζον, τὸ δὲ φωτιζόμενον μικρόν, ἀμφότερα δὲ σφαιροειδῆ, κῶνον πάντως ἀποτελεῖσθαι τὴν σκιάν· αἱ ἀκτῖνες γὰρ τῆς μεγάλης σφαίρας διήκουσαι ἔνθεν κἀκεῖθεν τῆς μικρᾶς σφαίρας ὀξύτατον κῶνον πάντως ἀποτελοῦσι· καὶ ἐπεχείρουν γραμμικαῖς ἀποδείξεσι δῆθεν ἡμᾶς περιγράφειν· κατὰ τοῦτο δὲ συντομώτατα αὐταῖς ὄψεσιν ἐδείξαμεν ψευδὲς τὸ λεγόμενον· Ἐνέγκαντες γὰρ βραχυτάτην σφαῖραν ξυλίνην ἐνεβάλομεν ἧλον καθηλωτόν, ἐξ οὗ καὶ κατείχομεν χερσί, καὶ ἐκτείνοντες ἐπὶ τὸν ἥλιον στρογγύλην σκιὰν ἑωρῶμεν καὶ οὐ κωνοειδῆ· ἐλέγομεν δὲ αὐτοῖς· Ἰδοὺ πῶς μικρά ἐστιν ἣν κατέχομεν σφαῖραν καὶ μέγας, μάλιστα καθ' ὑμᾶς, ὁ ἥλιος, καὶ οὐκ ἀποτελεῖ κωνοειδῆ σκιάν, ἀλλὰ στρογγύλην. Καὶ ἀπ' ἐγγύθεν γὰρ ἐδοκιμάσαμεν καὶ μακρόθεν, καὶ οὐχ εὗρον ἀποδεῖξαι ἃ λέγουσιν, ἀλλὰ μόνον πιθαναῖς ἀπάταις τοὺς πολλοὺς ἀπατῶσιν. Ἐνέγκαντες πάλιν ἡμεῖς κωνοειδὲς σκεῦος τότε ἀπεδείξαμεν αὐτοῖς ὡς τὸ κωνοειδὲς καὶ κωνοειδῆ σκιὰν ἀποτελεῖ. Καὶ ὡς ἐπὶ τῆς ἀληθείας λέγω, πάτερ θεοφιλέστατε, διὰ τῆς δυνάμεως τοῦ Χριστοῦ, ἀχανεῖς καὶ σκυθρωποὶ τὰς ὄψεις ἀνεχώρησαν παρ' ἡμῶν αἰσχυνόμενοι ἐπὶ τοῖς ἑαυτῶν πλάσμασιν. Ἰδοὺ δὲ καὶ ἡμεῖς κατὰ τὴν αὐτῶν τέχνην γραμμὰς βαλόντες καὶ ἐντυπώσαντες, ὡς ἔθος αὐτοῖς ποιεῖν, ἑκάστῳ κλίματι μίαν δυνάμεθα δεῖξαι, τῇ θείᾳ δυνάμει πρῶτον ὠχυρωμένοι, ὡς οὐκ ἔστι μείζων δύο κλιμάτων ὁ ἥλιος, ἵνα καὶ ἐν τούτῳ μάθωσι μὴ ὑψαυχενεῖν, ἀλλ' ὑποκύπτειν τῇ θείᾳ Γραφῇ. α· ἄσκιον· ι ετ ι'· τὸ κατὰ μέση· ιι· τὸ κατὰ Συήνην· ιιι· τὸ κατὰ Ἀλεξάνδρειαν· ιῃ· τὸ κατὰ Ῥόδον· ῃ· τὸ κατὰ Ἑλλήςποντον· ῃι· τὸ κατὰ μέσον τοῦ Πόντου· ῃιι· τὸ κατὰ Βορυσθένους ποταμοῦ καὶ Μαιώτιδος λίμνης. ιι'· τὸ αἰθιοπικόν· ιιι'· τὸ κατὰ Ἀξώμην· ιῃ'· Ὠκεανὸς τὸ κατὰ Σάσου καὶ Βαρβαρίας. 1. Κατὰ τὴν θερινὴν τροπὴν ὁ ἥλιος διατρέχων Παϋνὶ κεʹ, ὥρᾳ ʹ τῆς ἡμέρας. 2. Ἡ κατ' εὐθεῖαν γραμμή ἐστιν ἡ γῆ· αἱ δὲ δέκα ὄρθιαι γραμμαὶ σώματά εἰσι καθ' ἕκαστον κλίμα ἱστάμενον ἕν· αἱ δὲ ἀπὸ τοῦ ἡλίου κατερχόμεναι ἐπὶ τὰ σώματα ἀκτῖνές εἰσι τοῦ ἡλίου· ἔνθεν κἀκεῖθεν συνεμπίπτουσαι τοῖς σώμασιν ἀποτελοῦσιν ὥσπερ τὰς ἀπὸ μέλανος ἐχαράξαμεν σκιάς· ἡ δὲ μία γραμμὴ ἡ ὄρθιος καταβαίνουσα, ἐπειδήπερ κατὰ κορυφῆς ἐστι τοῦ σώματος, ἄσκιον αὐτὸ ἀποτελεῖ, ὡς μείζων οὖσα τοῦ σώματος καὶ ὅλον περιλάμπουσα. 3. Μαρτυρεῖ δὲ καὶ ὁ Κύριος ἐν Εὐαγγελίοις πέρατα γῆς καλῶν τὸν Ὁμηρίτην ἀπέχοντα τῆς Βαρβαρίας οὐ πλείω δύο ἡμερῶν διὰ θαλάσσης δρόμον. 4. Εὔδηλον ἐκ τῶν παρ' αὐτοῖς ὡμολογημένων κλιμάτων καὶ τῶν τόπων, ὡς μαρτυρεῖ καὶ Πτολεμαῖος ὁ τὴν Αἰθιοπίαν πολεμήσας, οὗ καὶ μνήμην ἐποιησάμεθα ἐν τῷ δευτέρῳ λόγῳ, καὶ ἐξ αὐτῶν τῶν σκιῶν τῶν εἰς ἕκαστον κλίμα γινομένων, ὡς ὅτι πλέον δύο κλιμάτων οὐκ ἔχει μέγεθος ὁ ἥλιος, ἀλλὰ καὶ ἡ γῆ ἐξηπλωμένη τυγχάνει καὶ οὐχὶ σφαιροειδής, καθὰ καὶ ἡ καταγραφὴ δείκνυσιν. Καὶ τοῦτο τὸ σχῆμα, τουτέστι τοῦ ἡλίου τὸ μέγεθος καὶ τῆς γῆς, κατὰ τοὺς ἔξωθεν κατεγράψαμεν, ἵν' ὁρῶν τις ἐκ παραλλήλου συγκρῖναι δυνηθείη, πῶς μὲν ἐν τῷ ἡμετέρῳ σχήματι κατ' ἀλήθειαν συνεμπίπτουσαι αἱ ἀκτῖνες τοῦ ἡλίου τοῖς σώμασιν ἀποτελοῦσι τὰς σκιὰς εἰς ἕκαστον κλίμα ἀναλόγως κατὰ τὴν προτέραν διαγραφὴν ὑπὸ ἥμισυ ποδὸς τὴν διαφορὰν δεικνύουσαι, πῶς δὲ καὶ ἐν τούτῳ τῷ αὐτῶν σχήματι οὐ συνεμπίπτουσι τοῖς σώμασιν αἱ ἀκτῖνες, ὡς μηδὲ φωτίζεσθαι ὑπὸ τοῦ ἡλίου δυνάμενα τὰ παρ' αὐτοῖς λεγόμενα κλίματα, ἤγουν σώματα, καὶ ὅτι μάτην μεγαλαυχοῦσιν ἐπὶ τοῖς ἑαυτῶν μύθοις τὴν ἀλήθειαν μᾶλλον ἀποστρεφόμενοι. Ἔτι σαφέστερος σκοπὸς καὶ περιεκτικώτερος, καὶ ὅτι διὰ πάσης τῆς θείας Γραφῆς διδασκόμεθα δύο καταστάσεις πεποιηκέναι τὸν Θεόν, ταύτην καὶ τὴν μέλλουσαν Πρῶτον πάντων ἐξ αὐτῆς τῆς κατασκευῆς τοῦ παντός, ὡς διεῖλεν ὁ Θεὸς τὸν ἕνα χῶρον τὸν ἀπὸ τῆς γῆς ἕως τοῦ πρώτου οὐρανοῦ κατὰ μέσον θεὶς τὸ στερέωμα, τουτέστι τὸν δεύτερον οὐρανόν, καὶ ποιήσας τὸν ἕνα χῶρον δύο χώρους. Δεύτερον πάλιν ἐξ αὐτῆς τῆς κατασκευῆς τοῦ ἀνθρώπου, ὡς ἐκ δύο τινῶν συνίστησι, λέγω δὴ θνητοῦ καὶ ἀθανάτου, προδήλως αὐτὸν διὰ τῶν ἐναντίων εἰς ἀγῶνα προβαλλόμενος, ὅπως μετὰ ταῦτα δωρεῶν ἀξιώσῃ. Τρίτον διὰ τῶν δύο ξύλων τῶν ἐν μέσῳ τοῦ παραδείσου δείκνυσι δύο τινὰς καταστάσεις εἶναι, μίαν θνητὴν καὶ τρεπτὴν καὶ μίαν ἀθάνατον καὶ ἄτρεπτον. Τὸ γὰρ ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν τύπος ἐστὶ τοῦ κόσμου τούτου, τοῦ παιδευτηρίου, καὶ τὸ ξύλον τῆς ζωῆς τύπος ἐστὶ τῆς μελλούσης καταστάσεως, ἐν ᾗ οὔτε θάνατος οὔτε τροπὴ κρατεῖ. Τέταρτον, ὅτι καὶ αὐτὸ τὸ ἐκβαλεῖν τοῦ παραδείσου τὸν ἄνθρωπον καὶ μνησθῆναι καὶ εἰπεῖν" μήποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ καὶ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα" παιδεύοντός ἐστι καὶ αἰνιττομένου, ὡς δωρεά τις ἀπόκειται τοῖς ἀνθρώποις μετὰ τὸν ἐνταῦθα ἀγῶνα ζωῆς ἀθανάτου. Πέμπτον πάλιν διδασκόμεθα διὰ τοῦ Λάμεχ, τοῦ πατρὸς Νῶε, προφητεύοντος καὶ λέγοντος ἀπαλλάσσεσθαι ἡμᾶς μόχθων καὶ κατάρας καὶ εἰς βελτίονα ἀνάπαυσιν προκόπτειν. Ἕκτον ἔτι πάλιν δι' αὐτοῦ τοῦ Νῶε, ὡς ἀπὸ τῆς πρώτης γῆς μοχθηρᾶς τε καὶ ἀκανθώδους μεθιστάμεθα εἰς ταύτην τὴν γῆν, ἣν νῦν κατοικοῦμεν οἱ ἄνθρωποι, κρείττονα τυγχάνουσαν καὶ σχεδὸν ἴσην τοῦ παραδείσου, διδασκόμενοι πρώτης καὶ δευτέρας καταστάσεως διαφοράν. Ἕβδομον, ὅτι καὶ τὸν Ἀβραὰμ ἐκλεξάμενος ὁ Θεὸς ἐκ τῆς γῆς τῶν Χαλδαίων καὶ εἰς τὴν τῶν Παλαιστίνων μεταστήσας, ἐπαγγειλάμενός τε αὐτῷ δωρεὰς μεγάλας δώσειν καὶ κατάσχεσιν γῆς καὶ μήτε βῆμα ποδὸς αὐτῷ δώσαντος, κατὰ τὴν θείαν Γραφήν, παρεσκεύασε πιστόν, ἐπιστάμενος ἀψευδῶς ἐλπίζειν μετὰ ταῦτα δωρεὰς τοῦ Θεοῦ. Ὁμοίως καὶ διὰ τοῦ Ἰσμαὴλ καὶ τοῦ Ἰσαὰκ ἐδήλου τῶν δύο Διαθηκῶν τὴν ἀξίαν, ὅτι ἡ μὲν δούλη, ἡ δὲ ἐλευθέρα. Ὄγδοον πάλιν διὰ τοῦ Ἰσαὰκ καὶ τῆς Ῥεββέκας δίδυμα αὐτῶν γεννησάντων ἐρρέθη ὅτι" ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι", διὰ τούτου πάλιν δηλῶν δύο καταστάσεις, μίαν δούλην καὶ μίαν ἐλευθέραν. Ἔνατον πάλιν διὰ τοῦ Ἰακὼβ καὶ τοῦ Ἰωσὴφ μὴἀνασχομένων αὐτῶν ταφῆναι εἰς Αἴγυπτον, ἀλλ' ἐν τῇ γῇ τῆς ἐπαγγελίας, ἐδήλου δι' ἀμφοτέρων ὡς ἐπόθουν ἐκείνης τῆς ἐλπίδος τῆς ἐπηγγελμένης αὐτοῖς παρὰ τοῦ Θεοῦ τυχεῖν, τουτέστι τῆς δευτέρας καταστάσεως. Δέκατον καὶ αὐτὴ ἡ ἐπὶ Μωϋσέως ἔξοδος καὶ λύτρωσις γενομένη ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων, καὶ ἐλευθερία καὶ εἴσοδος διὰ τοῦ Ἰησοῦ τοῦ Ναυὴ γενομένη ἐν τῇ γῇ τῆς ἐπαγγελίας διαρρήδην τὰς δύο καταστάσεις προεγράφετο. Ἑνδέκατον, ὁμοίως τὴν κατασκευὴν τῆς σκηνῆς καὶ τοῦ ναοῦ, ὡς μεσάσαν τὸ καταπέτασμα δύο σκηνὰς τὴν μίαν πεποίηκεν, ἐξωτέραν καὶ ἐσωτέραν, ταύτην καὶ τὴν μέλλουσαν προετύπου. Τί δὲ δεῖ λέγειν καὶ τὰς διὰ τῶν ἐναρέτων ἀνδρῶν γενομένας οἰκονομίας, εὐθέως τοῦ Ἄβελ τὴν μετὰ θάνατον παρρησίαν, ὡς ἔτι λαλεῖ βοῶν ἐκ τῆς γῆς, ζωῆς παλινδρομίαν ὠδίνων. Τοῦ Ἐνὼχ τὴν μετάθεσίν τις ἐνθυμούμενος, ὡς διὰ τῆς εὐαρεστήσεως μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, προδηλότατα γινώσκει κρείττονά τινα κατάστασιν ἔσεσθαι διὰ τῆς τοιαύτης τάξεως. Τοῦ Ἠλίου τὴν ἀνάληψιν καὶ τὸν διὰ τοῦ πυρίνου ἅρματος δρόμον τις κατανοῶν ἐκπληττόμενος σκοπήσειεν, ὡς τετίμηται τῶν ἀνθρώπων ἡ φύσις διδασκομένη καὶ ἐλπίζουσα οὐρανοβατεῖν. Τῆς στρατιᾶς τῶν οὐρανίων ταγμάτων τὴν πληθὺν χορεύουσαν καὶ χαίρουσαν καὶ εὐφραινομένην ἐπὶ τῇ γεννήσει τοῦ Δεσπότου ἡμῶν Χριστοῦ κατὰ σάρκα τίς ἐνηχούμενος λέγουσαν·" Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία" ὑπερθαυμάσειε, λογιζόμενος οὐρανίων καὶ ἐπιγείων μίαν ὁμόνοιαν γεγενῆσθαι, καὶ εὐδοκίαν Θεοῦ ἐν τοῖς ἀνθρώποις. Τὴν δύναμιν τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ θεασάμενός τις, ἀνακινῶν τὴν διάνοιαν, τὸν τῶν ὅλων Σωτῆρα Θεὸν ἀνυμνήσειεν ἀπαύστως, τὸν παύσαντα τὸν ἀγῶνα τοῦ σώματος καὶ τῆς ψυχῆς, ὡς ἀμφότερα ἐναντία ὄντα εἰς ὁμόνοιαν ἤγαγε, πνευματικὰ ἀνάλογα ἀλλήλοις ἐργασάμενος. Τὴν ἄνοδον τοῦ Δεσπότου ἡμῶν Χριστοῦ κατὰ σάρκα τὴν εἰς οὐρανόν τις κατοπτεύων, καὶ τοὺς ἀγγέλους λευχειμονοῦντας καὶ πρὸς τοὺς ἀποστόλους λέγοντας πάλιν τὴν ἔλευσιν αὐτοῦ, τὸν Ἰησοῦν μεγαλύνων διατελέσει, τὸν δείξαντα καὶ φανερώσαντα τοῖς ἀνθρώποις τὴν ἄνοδον τῆς μελλούσης οὐρανίου καταστάσεως, ἣν προητοίμασεν ἀπὸ καταβολῆς κόσμου. Τὴν κάθοδον τοῦ ἁγίου Πνεύματος τὴν ἐπὶ τοὺς ἀποστόλους γενομένην τις κατιδών, καὶ τοῦ μεγάλου Πέτρου τὴν ἐν μέσῳ πάντων δημηγορίαν, τὸν δοτῆρα τῶν ὅλων Θεὸν ἱκετεύων ἀνυμνήσειε, τὸν δώσαντα τοιοῦτον ἀρραβῶνα καὶ ἐνέχυρον τῆς μελλούσης καταστάσεως τοῖς ἀνθρώποις. Τοῦ μεγάλου Παύλου τὴν οὐρανόθεν κλῆσιν καὶ τὴν ἕως τρίτου οὐρανοῦ ἁρπαγὴν καὶ πάλιν τὴν ἐν τῷ παραδείσῳ τις κατοπτρισθεὶς βοήσει πρὸς Θεὸν λέγων· Δόξα σοι τῷ διὰ πάντων καὶ πᾶσι χαριζομένῳ δωρεὰς τοῖς ἀνθρώποις. Τοῦ χοροῦ τῶν προφητῶν καὶ ἱερέων καὶ δικαίων, ἔτι τε καὶ τῶν ἀποστόλων καὶ εὐαγγελιστῶν, τὰ συγγράμματά τις ἀναγνούς, τὰ μεστὰ θαυμάτων καὶ προρρήσεων καὶ ἀληθινῶν ἐκβάσεων, εὑρήσει πρώτης καὶ δευτέρας μόνων καταστάσεων αὐτοὺς μεμνημένους, καὶ μήτε πρὸ τῆς πρώτης, μήτε μετὰ τὴν δευτέραν ἑτέρων καταστάσεων λόγον πεποιημένους. Δόξα τῷ διὰ πάντων λαλήσαντι καὶ προμηνύσαντι Θεῷ εἰς τοὺς αἰῶνας. Ἀμήν. Τῆς δευτέρας καὶ ἐπιφανοῦς καὶ ἐνδόξου παρουσίας τοῦ Δεσπότου ἡμῶν καὶ Σωτῆρος Χριστοῦ τὴν μνήμην τις ἐνστερνισάμενος, καὶ τῆς ἐκ νεκρῶν μακαρίας ἀναστάσεως καὶ μεταβολῆς τοῦ κόσμου τῆς ἐπὶ τὸ κρεῖττον καὶ τῆς ἀνεκλαλήτου χαρᾶς καὶ ἐλπίδος τῆς ἀποκειμένης τοῖς ἀνθρώποις κατὰ νοῦν τις τὸν λόγον λαβών, τὸν Θεὸν τὸν πάντων αἴτιον, τὸν κτίστην καὶ ἀνακαινιστὴν τοῦ παντὸς πολλαχῶς ἀνυμνήσειεν καὶ ὑπερθαυμάσειεν. Μᾶλλον δὲ οὐ δυνήσεται κατ' ἀξίαν προσειπεῖν τὸν παντὸς ἐπαίνου καὶ δόξης καὶ ὕμνων ἀνώτερον, τὸν ἁρμοδίως ἐξ ἄκρας ἀγαθότητος ἀπ' ἀρχῆς τὰς δύο καταστάσεις κτίσαντα, καὶ παιδεύσαντα ἐν τῇ πρώτῃ καὶ διὰ πείρας καὶ μαθήσεως καὶ λόγου σωφρονίζοντα, καὶ ἄγοντα ἐν τῇ δευτέρᾳ καταστάσει τὸ γένος τῶν ἀνθρώπων, δι' αὐτοῦ καὶ πᾶσαν τὴν κτίσιν. Δόξα σοι, δόξα σοι, δόξα σοι, τρισάγιε, κτίστα καὶ δημιουργὲ τῶν ἁπάντων καὶ ἀνακαινιστὰ τοῦ παντός, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἐκ τούτων πάντων δείκνυται τὸ δόγμα τῶν χριστιανῶν κρεῖττον πάντων, καὶ ἀκόλουθον καὶ ἁρμόδιον τῇ κατασκευῇ τοῦ κόσμου, καὶ ἀληθινώτερον ὑπάρχον, ὅτι ἀπ' ἀρχῆς ὁ Θεὸς οὐκ ἀκαίρως, ἀλλὰ χρησίμως, εἰς δύο χώρους τὸν ἕνα χῶρον διεῖλεν, ἑτοιμάσας καὶ προκατασκευάσας τοῦτον μὲν εἰς ταύτην τὴν κατάστασιν, τὸν δὲ ἄλλον εἰς τὴν μέλλουσαν ἔσεσθαι, καθάπερ οἱ ἀληθινοί, καὶ οὐκ ἐπίπλαστοι, χριστιανοὶ ὁμολογοῦσιν. Ἕλληνες τοίνυν ἀΐδιον τὸν κόσμον ὑποτιθέμενοι, καὶ τὴν ἀνάστασιν τῶν σωμάτων καὶ τὴν εἰς οὐρανὸν αὐτῶν ἄνοδον ἀθετοῦντες, μωρίαν αὐτὸ ἡγούμενοι, τῶν μελλόντων τιμῶν καὶ τῆς ἀνόδου τῆς εἰς τὸν οὐρανὸν ἁρμοδίως κατὰ τὴν αὐτῶν ὑποθήκην στερίσκονται. Ἰουδαῖοι, Μωϋσέα καὶ τοὺς προφήτας ἀναγινώσκοντες καὶ μὴ συνιέντες τὴν μεγάλην καὶ σοφὴν οἰκονομίαν τοῦ Θεοῦ, τὴν διὰ τῶν προφητῶν δηλοῦσαν, ὅτιπερ δύο καταστάσεις ἐξ ἀρχῆς πεποίηκεν ὁ Θεὸς ἐπὶ χρησίμῳ τοῖς ἀνθρώποις, οὔτε τὸν ἀρχηγὸν αὐτῆς τῆς δευτέρας καταστάσεως ἐδέξαντο, ἀλλὰ καὶ σκάνδαλον αὐτοῖς ἐγένετο, οὔτε ἕως τοῦ νῦν ἄνοδον ἐν οὐρανῷ τῶν ἀνθρώπων πιστεύουσιν ἔσεσθαι, ἀλλ' αὐτοὶ δῆθεν τὸν ἐρχόμενον προσδοκῶσιν, ὃν καὶ Ἠλειμμένον καλοῦσι, βασιλεύειν ἐπὶ γῆς αὐτὸν ἐλπίζουσι καὶ ὑποτάσσειν αὐτοῖς πάντα τὰ ἔθνη· οὐράνιά τινα μηδόλως ἀνεχόμενοι φρονεῖν, ἀθετοῦντες τοῦ Θεοῦ τὴν βουλὴν καὶ ἀκαίρως κατεσκευάσθαι νομίζοντες τὸ ἐν τοῖς οὐρανοῖς οἰκητήριον, ὅπερ Μωϋσῆς οὐκ ἀκαίρως δείκνυσι γεγονέναι λέγων τῇ δευτέρᾳ ἡμέρᾳ μεσάζειν τὸ στερέωμα καὶ γίνεσθαι δύο χώρους, ἐκπίπτουσι καὶ αὐτοὶ τούτου τοῦ κατοικητηρίου. Ὁμοίως Σαμαρεῖται τὰ αὐτὰ τοῖς Ἰουδαίοις ἀγνοοῦντες καὶ ἀπιστοῦντες, ἔτι δὲ καὶ περὶ ἀναστάσεως σωμάτων ἀμφιβάλλοντες καὶ περὶ ἀθανασίας ψυχῆς, καὶ αὐτοὶ ὁμοίως τοῦ οὐρανίου κατοικητηρίου ἐκδιώκονται. Μανιχαῖοι παραπλήσια τοῖς Ἕλλησι φρονοῦντες, τόν τε οὐρανὸν καὶ αὐτοὶ σφαιροειδῆ νομίζοντες καὶ τῶν σωμάτων ἀπώλειαν προσδοκῶντες, μετὰ τοῦ πονηροῦ ἑαυτῶν θεοῦ, οὗ ἑαυτοῖς ἐχειροτόνησαν, περὶ τὴν γῆν κατακρίνονται, τῆς ἄνω πόλεως, ἧς ἠθέτουν, ἀπελαυνόμενοι. Ὁμοίως καὶ πᾶσα αἵρεσις, ἡ μὲν ἀθετοῦσα τὴν τελείαν ἀνθρωπότητα τοῦ Χριστοῦ, λέγω δὴ ψυχὴν λογικὴν ἔννουν καὶ σῶμα, καὶ πάντα τὰ ἰδιώματα τῆς ψυχῆς καὶ τοῦ σώματος μὴ ὁμολογοῦσα, ἀλλ' ἐνδοιάζουσα, ἡ δὲ καὶ τὴν θεότητα τοῦ Χριστοῦ ἀθετοῦσα καὶ κολοβοῦσα καὶ ἥττονα τοῦ Πατρὸς λέγουσα, ἢ καὶ τὴν τοῦ Πνεύματος τοῦ ἁγίου, αὗται πᾶσαι τῶν οὐρανίων μονῶν ἀποτυγχάνουσιν. Μακάριοι γοῦν εἰσιν ὅσοι διὰ τῶν θείων Γραφῶν, Παλαιᾶς τε καὶ Καινῆς Διαθήκης, γνωρίζουσι τὸν τῶν ἁπάντων δημιουργὸν ἕνα Θεὸν εἶναι ἐν τρισὶν ὑποστάσεσι, Πατρὸς λέγω καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἁγίαν Τριάδα ὁμοούσιον, ἰσοδύναμόν τε καὶ ἰσοσθενῆ καὶ ἰσοκλεᾶ καὶ ἰσότιμον καὶ συνάναρχον, καὶ τὴν μεγάλην καὶ σοφὴν καὶ παντοδύναμον οἰκονομίαν αὐτοῦ, τοῦ πάντων αἰτίου, ὡς σοφῶς καὶ ἁρμοδίως ἔκτισε τὰς δύο καταστάσεις ἐξ ἀρχῆς, ταύτην τε κἀκείνην, καὶ διὰ τῆς τελείας ἀνθρωπότητος τοῦ Κυρίου, τῆς ἡμῖν κατὰ πάντα ὁμοουσίου κατά τε ψυχὴν καὶ σῶμα χωρὶς ἁμαρτίας, πολιτευσαμένης ἐν ἐσχάτοις τοῖς καιροῖς, ἀναδείξαντα καὶ φανερώσαντα τὴν μέλλουσαν κατάστασιν καὶ πίστιν παρασχόντα πᾶσιν ἀναστήσας αὐτὴν ἐκ νεκρῶν. Ὅσοι οὖν τέλειοι τῷ κανόνι τούτῳ στοιχοῦσιν εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦοὗτοι ἀκούσονται δικαίως ἐν τῇ μελλούσῃ καταστάσει παρὰ τοῦ Δεσπότου Χριστοῦ ἐξ οὐρανοῦ λέγοντος·" Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου." Αὐτῷ ἡ δόξα σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἅπας οὖν ὁ σκοπὸς τῆς οἰκονομίας τοῦ Θεοῦ οὗτός ἐστι· δεῖ γὰρ ὡς ἐν ἀνακεφαλαιώσει συντομώτερον αὐτὸν ἐξειπεῖν· ἠβουλήθη ἐξ ἀγαθότητος ἑτέροις μεταδοῦναι τοῦ εἶναι, δυνάμεώς τε καὶ λόγου καὶ γνώσεως· ἐπειδὴ δὲ οἱ ἐκ μετοχῆς τούτων τυγχάνοντες ἀδυνάτως ἔχουσιν ὑφ' ἓν γνῶναι καὶ ἔχειν πάνταἐπείπερ τοῦτο μόνον ἴδιον Θεοῦ, τὸ δίχα μαθήσεως καὶ πείρας ταῦτα πάντα εἰδέναι, αὐτόχρημα ὢν καὶ δύναμις καὶ λόγος καὶ γνῶσις, γενητῶν δὲ τὸ ἐκ τοῦ πεποιηκότος μετέχειν τούτων ἁπάντων, πεποίηκεν ἅμα τὰς δύο ταύτας καταστάσεις, τὴν πρώτην μὲν θνητὴν καὶ τρεπτὴν πείρας ἕνεκα καὶ παιδεύσεως τῶν λογικῶν, ἵνα τῇ ποικιλίᾳ τοῦ παντὸς καὶ τῇ παραθέσει τῶν ἐναντίων γυμναζόμενοι πειραθῶμεν ἡδέων καὶ λυπηρῶν, τὴν δευτέραν δὲ ἀθάνατον καὶ ἄτρεπτον εἰς ἀπόλαυσιν τῆς χάριτος αὐτοῦ, πρὸς τὸ διακριτικῇ ἕξει, λόγῳ καὶ πείρᾳ καὶ γνώσει, τῶν καλῶν παραθέσει, τῶν πρώτων τὴν μετουσίαν δέξασθαι ἡμᾶς. Οὐδεμία τοίνυν θρησκεία, οὐκ Ἰουδαῖος, οὐ Σαμαρείτης, οὐχ Ἕλλην, οὐ μανιχαῖος, πιστεύει ἢ ἐλπίζει ἀνάστασιν ἀνθρώπων καὶ ἄνοδον αὐτῶν γίνεσθαι ἐν τῷ οὐρανῷ. Ἀλλ' αἱ μὲν αὐτῶν ὅσαι τὸν οὐρανὸν δοξάζουσι σφαῖραν, τουτέστιν Ἕλληνες καὶ μανιχαῖοι, ἁρμοδίως ἑαυτοῖς καὶ τὴν ἀπιστίαν κέκτηνται. Ποῦ γὰρ ἔχουσι δοῦναι ἐν τῇ σφαίρᾳ τόπον τῆς βασιλείας τῶν οὐρανῶν; Δικαίως οὖν ἀμφότεροι τὴν ἀνάστασιν τῶν σωμάτων ἀθετοῦσιν καὶ μόνον τὰς ψυχὰς δοξάζεσθαι λέγουσιν, ἢ κολάζεσθαι μετὰ τὴν ἐνθένδε ζωήν, ἢ σὺν τῇ σφαίρᾳ περιπολεύειν τὰς ψυχὰς καὶ ὁρᾶν πάντα, ὥς τινες αὐτῶν λέγουσιν, ἢ εἰς τὸν Τάρταρον αὐτὰς καταδικάζεσθαι. Τινὲς δὲ καὶ μετενσωμά τωσιν ἀεὶ λέγουσι γίνεσθαι, ἕτεροι δὲ καὶ αὐτὸ τὸ ἀθάνατον τῆς ψυχῆς ἀθετοῦσι, καὶ οὔτε μίαν ἐλπίδα σώματος ἅπαντες κέκτηνται μετὰ τὴν ἐνταῦθα ζωήν. Αἱ δὲ μὴ δοξάζουσαι σφαῖραν, τουτέστιν Ἰουδαῖοι καὶ Σαμαρεῖται, ἀκαίρως δὲ γεγονέναι νομίζοντες τὸ στερέωμα τὸ μεσάσαν τὸν ἕνα χῶρον καὶ ποιῆσαν τοὺς δύο χώρους, ἀκολούθως καὶ αὐτοὶ ἀπιστίᾳ κεκράτηνται, τῶν μὲν Σαμαρειτῶν μήτε ἀνάστασιν, μήτε ἄνοδον ἐν τῷ οὐρανῷ ὁμολογούντων, μήτε δὲ τὴν ψυχὴν ἀθάνατον λεγόντων, ἀλλ' ἀεὶ γίνεσθαι καὶ ἀπογίνεσθαι ἡμᾶς νομιζόντων, τῶν δὲ Ἰουδαίων ὁμολογούντων μὲν ἀνάστασιν ἀνθρώπων, ἐπὶ γῆς δὲ πολιτεύεσθαι λεγόντων καὶ ἐσθίειν καὶ πίνειν ἡμᾶς καὶ γαμεῖν καὶ γαμίζεσθαι, καθὰ καὶ ἐν Εὐαγγελίοις μετὰ τῶν σαδδουκαίων ἠπόρουν τῷ Κυρίῳ λέγοντες·" Ἐν τῇ ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται γυνή;" Οὓς συντομώτατα ὁ Κύριος πλανωμένους ἤλεγξε καὶ μὴ ἐπισταμένους τὴν θείαν Γραφήν, ἐν ᾗ ἐστιν ἡ δύναμις τοῦ Θεοῦ, λέγων·" Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίζονται, ἀλλ' ὡς ἄγγελοί εἰσιν ἐν τῷ οὐρανῷ." Ἐλέγχονται τοίνυν καὶ αὐτοὶ ἔκ τε τῶν γραφομένων, ἔκ τε τοῦ σχήματος τοῦ ἡτοιμασμένου ἀπὸ καταβολῆς κόσμου, ὡς οὐκ ἀκαίρως ἐγένετο καὶ ὁ ἀνώτερος χῶρος, ἀλλ' ἔστι τις δευτέρα κατάστασις οὐράνιος ἡτοιμασμένη ἀπὸ καταβολῆς κόσμου. Ὁμοίως δὲ καὶ πᾶσα αἵρεσις ἐν χριστιανοῖς· αἱ μὲν σὺν τοῖς Ἕλλησιν, ἤγουν μανιχαίοις, σφαῖραν τὸν οὐρανὸν δοξάζουσαι, ἢ προβιωτὴν ἀσπαζόμεναι, ἢ ἀθετοῦσαι ἐν Χριστῷ τι τῆς ἡμετέρας φύσεως, ἢ σῶμα ἢ ψυχὴν ἢ νοῦν, πολὺ πλανῶνται καὶ αὗται μὴ εἰδυῖαι τὰς Γραφάς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Μόνοι γὰρ τέλειοι χριστιανοί εἰσιν οἱ ἀπλανῶς τῇ θείᾳ Γραφῇ ἀκολουθοῦντες καὶ γινώσκοντες ἔκ τε τῶν γραφομένων, ἔκ τε τοῦ σχήματος τῆς πρώτης καὶ τῆς δευτέρας καταστάσεως τοὺς τόπους καὶ τὰ σχήματα, ἃ διηγεῖται ἡ θεία Γραφή, ὅτι ὥσπερ ὁ κόσμος οὗτος ἀγγέλων καὶ ἀνθρώπων ἐστί," θέατρον γὰρ ἐγενήθημεν τῷ κόσμῳ, φησὶν ὁ Ἀπόστολος, ἀγγέλοις καὶ ἀνθρώποις", οὕτως καὶ ὁ ἀνώτερος χῶρος πάλιν ἀγγέλοις καὶ ἀνθρώποις προητοίμαστο. Δόξα διὰ πάντα τῷ βασιλεῖ τῶν αἰώνων Θεῷ εἰς τοὺς ἀτελευτήτους αἰῶνας. Ἀμήν. Ὁ οὐρανὸς συνδεδεμένος τῇ γῇ καὶ διαιρεθεὶς κατὰ μέρος· ἱστῶν γὰρ τὰς δύο καμάρας καὶ τοὺς δύο τοίχους τοὺς παρ' ἑκάτερα, καὶ τῇ ἀναλογίᾳ τῶν καμαρῶν ἑλίσσων τὸν ἕνα τοῖχον καὶ συνδεσμεύων ἐπὶ τὸν ἕτερον, ἀποτελεῖ ὅλον τὸ σχῆμα τοῦ κόσμου./* 7. τ Χριστιανοῦ περὶ διαμονῆς οὐρανῶν ΛΟΓΟΣ Ζ*/ Τὸν περὶ οὐρανοῦ λόγον αἰτήσαντί σοι συγγραφῆναι παρ' ἡμῶν, ὦ φιλοπονικώτατε ἀνδρῶν Ἀναστάσιε, οὐκ ἀπειθήσω. Σαφηνιῶ δὲ πότερον ἀκατάλυτον αὐτόν φησιν ἡ θεία Γραφὴ ἢ καταλυόμενον. Ἔφησθα γὰρ ὥς τις τῶν χριστιανίζειν αὐχούντων βουλόμενος καθ' Ἑλλήνων εἰπεῖν ἔλαθεν ἑαυτὸν συνηγορῶν αὐτοῖς, σφαῖραν μὲν σὺν αὐτοῖς δοξάζων ἀεὶ περιστρεφομένην τὸν οὐρανόν, καταλυόμενον δὲ τοῦτον ἐν τῷ αὐτοῦ συγγράμματι κηρύττων. Οὐκ οἶδ' ὅπως κινούμενος ἐξεῖπε καὶ θαυμάζειν ἐμοὶ ἔπεισι τὴν οὕτω πολυμαθῆ τοῦ ἀνδρὸς σοφίαν, οὕτω τυφλώττουσαν ὑπὸ τῆς ἄγαν φιλοτιμίας. Εἰ γὰρ ὡς χριστιανὸς ἀνατρέπειν ἠβούλετο τὴν δόξαν τὴν ἑλληνικήν, τάς γε περὶ τούτου πρῶτον ἀρχὰς ἐχρῆν ἐκ βάθρων ἀνελεῖν, τὴν σφαῖραν καὶ τὴν ταύτης περιφοράν, ὅπερ ἡμεῖς βουλήσει Θεοῦ ἐν ἑτέρῳ συγγράμματι αἰτηθέντες πεποιήκαμεν. Εἰ δὲ αὐτὸν τὸν θεμέλιον καὶ τὰς ἀρχὰς αὐτῶν, ἐξ ὧν αἱ ἀποδείξεις τοῦ ἀϊδίου προΐασιν, ἐδέξατο, τί μάτην ὁ σοφὸς ἀδολεσχεῖ, οὐκ ἐπὶ πέτρας, ἀλλ' ἐπὶ ψάμμου τοὺς ἑαυτοῦ κτίζων ὕθλους; Οὐδεὶς γὰρ τῶν εὐφρονούντων τὸ ἀεικίνητον φθαρτὸν καὶ καταλυόμενον, οὐδὲ τὸ φθαρτὸν καὶ καταλυόμενον ἀεικίνητον ἂν εἴποι· ἀλλὰ τὸ μὲν ἀεικίνητον ὡς ἀεικίνητον ἄφθαρτόν ἐστι, τὸ δὲ μὴ ἀεὶ κινούμενον καὶ καταλυόμενον πάντως φθαρτόν ἐστιν, ἐπείπερ καὶ τῆς κινήσεως παύεται, διὸ οὐκ ἀεικίνητον. Πῶς οὖν ὁ λογιώτατος ἀεικίνητον δεξάμενος τὸν οὐρανόν, οὐχ οὕτως τῇ θείᾳ Γραφῇ δοκοῦν, καταλυόμενον αὐτὸν ὁρίζεται; Τίνα γὰρ τῶν ἀρχαίων, ἢ τῶν νεωτέρων, τῶν διαπρεψάντων παρὰ τοῖς ἔξωθεν φιλοσόφοις, τῶν καὶ δοξαζόντων σφαῖραν εἶναι τὸν οὐρανόν, εὗρεν εἰρηκότα τοῦτον καταλυόμενον; Μᾶλλον γὰρ ἅπαντες συλλογιστικῶς προερχόμενοι ἀκατάλυτον αὐτὸν ἔφασαν εἶναι. Οὑτοσὶ δὲ καινὰς ἀναπλάττων ἀτοπίας, οὔτε τῇ τῶν ἔξωθεν ἀκολουθήσας διδασκαλίᾳ, οὔτε τῇ τῶν ἔσωθεν πνευματικῇ παραδόσει προσθέμενος, ἀγνοήσας δὲ τῶν τε ἔξωθεν τὴν ποικιλίαν τῶν δογμάτων καὶ τῶν ἔσωθεν τὸ ἄπλαστον καὶ καθαρὸν τῆς Ἐκκλησίας μάθημα, τὰ νεώτερα διδάσκειν ἀβασανίστως ἐπεχείρησε μὴ λογισάμενος τῶν ἰδίων λόγων τὴν ἐναντιότητα καὶ τὰ ἐκ τούτων ἀνακύπτοντα ζητήματα, ἀλλ' οἷάπερ ἀτριβὴς ὁδοιπόρος τῆς λεωφόρου πλανηθεὶς καὶ ταύτης ἐκτὸς γεγονὼς τῇ τῶν κρημνῶν καὶ τῶν ἀκανθῶν ὀδύνῃ περιπείρεται, οὕτω καὶ ὁ βέλτιστος τῇ τῶν ἐναντίων φορᾷ τιτρωσκόμενος εὐχερῶς καταβάλλεται. Διό, φιλόχριστε, ἀρκετὸν μὲν ᾠήθην ἀναγινώσκοντά σε τὸ ἡμέτερον πονημάτιονοὕτω γὰρ δεῖ σμικρολογεῖν τὰ ἡμέτερα, τὴν Χριστιανικὴν λέγω Τοπογραφίαν παντὸς τοῦ κόσμου, κατιδεῖν πῶς ἐν μὲν τῷ πρώτῳ λόγῳ ἐλέγχοις ἐχρησάμεθα φυσικωτέροις πρὸς τοὺς δοκοῦντας μὲν χριστιανίζειν, σφαιροειδῆ δὲ τὸν οὐρανὸν δοξάζοντας· ἐν δὲ τῷ δευτέρῳ τὰς χριστιανικὰς ὑποθέσεις περὶ σχημάτων καὶ τοποθεσίας παντὸς τοῦ κόσμου, ἐκ τῆς θείας Γραφῆς τὰς ἀποδείξεις ποιησάμενοι· ἐν δὲ τῷ τρίτῳ, ὅτι βεβαία καὶ ἀξιόπιστός ἐστιν ἡ θεία Γραφή, καὶ τί τὸ χρήσιμον τῶν σχημάτων τοῦ παντὸς κόσμου· ἐν δὲ τῷ τετάρτῳ ἀνακεφαλαίωσιν σύντομον καὶ διαγραφὴν σχημάτων τοῦ παντὸς κόσμου, καὶ τῆς σφαίρας τὴν ἀνατροπήν· ἐν δὲ τῷ πέμπτῳ τὴν διαγραφὴν τῆς σκηνῆς τῆς ὑπὸ Μωϋσέως κατασκευασθείσης, καὶ τῶν προφητῶν καὶ ἀποστόλων τὴν συμφωνίαν· ἐν δὲ τῷ ἕκτῳ περὶ μεγέθους ἡλίου, καὶ οὕτως συμπεράναντες τὸ πονημάτιον. Ὅμως δὲ πάλιν διὰ τὸν σὸν πόθον καὶ τὴν σὴν αἴτησιν μὴ δυνάμενος παρακούειν τῆς σῆς, ὡς εἴρηται, θεοφιλίας, ὡς ἐκέλευσας, καθὼς ἂν οἷός τε ὦ, διὰ συντόμων ποιήσομαι ἐκ τῆς θείας Γραφῆς τὸν ἔλεγχον μὲν τῶν ἀναιρούντων τοὺς οὐρανούς, σύστασιν δὲ τῆς αὐτῶν διαμονῆς, τῆς θείας χάριτος ἡμῖν συνεργούσης καὶ τῶν σῶν προσευχῶν, προλέγοντες πρῶτον ποίοις ἰδιώμασι κέχρηται περὶ οὐρανοῦ ἡ θεία Γραφή, ἔπειτα καὶ ὅτι ἀκαταλύτους αὐτοὺς διὰ παντὸς ὁρίζεται. Τῆς Παλαιᾶς τοίνυν Διαθήκης τοῖς Ἑβραίοις γραφείσης ἀνάγκη τῇ ἑβραίᾳ γλώττῃ καὶ γράμμασιν αὐτὴν γεγράφθαι. Ἡ γλῶττα οὖν ἡ ἑβραία τὸν οὐρανὸν καὶ τοὺς οὐρανοὺς μιᾷ ἐκφωνήσει ὁμοίως ἐκφωνεῖ, ὥστε καὶ ἀδιαφορεῖν περὶ τούτου, εὑρίσκεσθαι δὲ τὸ ἑνικὸν ἐπιφερόμενον πληθυντικῷ καὶ τὸ πληθυντικὸν ἑνικῷ, ὡς ὅταν λέγῃ·" Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν", ἀντὶ τοῦ εἰπεῖν" ὁ οὐρανὸς τοῦ οὐρανοῦ"· ἐπιφέρει γάρ·" Καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν", ἵνα εἴπῃ" τοῦ οὐρανοῦ τούτου τοῦ ὁρωμένου", τουτέστι τοῦ στερεώματος· ἐπάνω γὰρ μόνου τοῦ στερεώματός εἰσι τὰ ὕδατα κατὰ τὸν ἱεροφάντην Μωϋσέα. Ὁμοίως λέγει·" Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα", πληθυντικῶς μὲν ἀρξάμενος, ἑνικῶς δὲ καταλήξας, ἵνα δι' ἑκατέρου τὸ αὐτὸ σημάνῃ, ὅτι αὐτὴ ἡ πρόσοψις τοῦ οὐρανοῦ, τουτέστι τούτου τοῦ ὁρωμένου στερεώματος, καὶ τὴν δόξαν καὶ τὴν δημιουργίαν τοῦ Θεοῦ ἐξαγγέλλει διὰ τῆς ἐνούσης αὐτῷ τάξεως καὶ μεγαλοπρεπείας· ὁμοίως πάλιν·" Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων"," οὐρανὸν οὐρανοῦ" καλέσας τὸν πρῶτον καὶ ἀνώτερον οὐρανόν, ὃς οὐρανός ἐστι τούτου τοῦ ὁρωμένου οὐρανοῦ ὑπεράνω αὐτοῦ κείμενος, ὥσπερ ἡμῶν οὐρανός ἐστιν οὗτος ὁ ὁρώμενος ὑπεράνω ἡμῶν κείμενος. Ὁμοίως πάλιν ὁ μέγας Μωϋσῆς φησιν·" Ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ", ὡσανεὶ οὗτος ὁ ὁρώμενος ἡμῖν οὐρανὸς καὶ ὁ οὐρανὸς αὐτοῦ, τουτέστιν ὁ ὑπεράνω αὐτοῦ. Κέχρηται δὲ καὶ ὁ Παῦλος τούτῳ τῷ ἰδιώματι βοῶν·" Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα"· ἀρξάμενος μὲν δυϊκῶς, ἑνικῶς δὲ καταλήξας, ἀντὶ τοῦ εἰπεῖν" ἐξ ὧν"," ἐξ οὗ" εἴρηκε. Δύο γὰρ οὐρανῶν γενομένων παρὰ τοῦ Θεοῦ, ὡς διηγεῖται ὁ μακαρίτης Μωϋσῆς, καὶ συνδουμένων ἀλλήλοις, ποτὲ μὲν πληθυντικῶς ἡ θεία Γραφὴ περὶ αὐτῶν ποιεῖ τὸν λόγον, ποτὲ δὲ ἑνικῶς, καθὰ εἴρηται, διὰ τὸ ἰδίωμα τῆς γλώττης· καὶ ὅτι κατά τι συνάπτονται ἀλλήλοις συνδούμενοι, καὶ ὡς εἷς ἀποτελοῦνται, λέλεκται. Μὴ οὖν πλάνην ὑπομείνῃς ἀκούων τοῦ μακαρίου Παύλου ἡρπάχθαι" ἕως τρίτου οὐρανοῦ"· οὐκ εἰσὶ γὰρ τρεῖς οὐρανοί, οὔτε πλείους, οὔτε τοῦτο βούλεται λέγειν, οὔτε ἐναντιοῦται τῷ Μωϋσῇ, ἀλλ' ὅτι ἡρπάχθαι λέγει ἀπὸ τῆς γῆς ὅλον τὸ διάστημα τοῦ ὕψους τοῦ οὐρανοῦ παρὰ τὸ τρίτον αὐτοῦ, ἵνα εἴπῃ· Τοσοῦτον ἐπήρθην ἀπὸ τῆς γῆς, ὡς περιλείπεσθαί μοι τὸ τρίτον τοῦ διαστήματος τοῦ ὕψους τοῦ οὐρανοῦ. Τούτων οὖν οὕτως ἐχόντων καιρὸς νῦν ἡμᾶς εἰπεῖν ὡς ἀδιάλυτον αὐτόν, ἤτοι αὐτούς, κηρύττει πᾶσα ἡ θεία Γραφή. Λέγει τοίνυν ὁ θεῖος Ἀπόστολος οὕτως·" Οἴδαμεν γὰρ ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἔχομεν ἐκ Θεοῦ, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς", ἵνα δηλώσῃ τὴν ἐνταῦθα μὲν ἐπίγειον κατάστασιν καταλυομένην, τὴν δὲ μέλλουσαν, ἥτις καὶ οὐράνιός ἐστιν, ἀκατάλυτον καὶ αἰώνιον· καὶ πάλιν·" Τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος", ἵνα εἴπῃ τὸν Δεσπότην Χριστὸν ἀναληφθέντα ἐν τοῖς οὐρανοῖς, ἐν τῇ σκηνῇ τῇ ἀληθινῇ, τουτέστι τῇ ἀεὶ μονίμῃ καὶ ἀκαταλύτῳ. Τῷ γὰρ εἰπεῖν" ἀληθινὴν" ἐσήμανεν ὡς ἀκατάλυτός ἐστιν, ἐπειδήπερ ἡ διὰ Μωϋσέως κατασκευασθεῖσα κατελύθη· ταύτην ὡς ἀκατάλυτον κατὰ ἀντιδιαστολὴν ἐκείνης" ἀληθινὴν" ἐξεῖπεν, ὡσανεὶ μονίμην καὶ βεβαίαν καὶ ἀκατάλυτον. Καὶ πάλιν λέγει·" Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὔτε δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος." Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐπειδήπερ ὁ Θεὸς τῷ Μωϋσῇ προσέταξε ποιῆσαι τὴν σκηνὴν κατὰ μίμησιν παντὸς τοῦ κόσμου, ἐποίησέ τε αὐτὴν διελὼν καταμεσόθεν τῷ καταπετάσματι καὶ ποιήσας τὴν μίαν σκηνὴν εἰς δύο, ἐξωτέραν καὶ ἐσωτέραν, ὥσπερ τοῦτον τὸν χῶρον καὶ τὸν τούτου ἀνώτερον αἰνιττόμενος· καὶ εἰς μὲν τὴν πρώτην διὰ παντὸς οἱ ἱερεῖς τὰς λατρείας ἐπετέλουν, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνον μόνος ὁ ἀρχιερεὺς δι' αἵματος τράγων καὶ μόσχων εἰσῄει, εἰς τὴν ἐσωτέραν σκηνὴν ἐξιλεούμενος καὶ τὴν ἄφεσιν τῷ λαῷ ποιούμενος. Τούτου ἕνεκά φησιν ὁ Παῦλος ὅτι ὁ Χριστὸς παραγενόμενος, ἀρχιερεὺς ὢν τῶν οὐρανῶν, ὥσπερ ὁ ἀρχιερεὺς ὁ ἐπίγειος εἰσῄει εἰς τὴν ἐσωτέραν σκηνὴν ἐν αἵματι ἀλλοτρίῳ, οὕτως καὶ αὐτὸς εἰς τὸν ἀνώτερον χῶρον εἰσελήλυθεν ἐν αἵματι ἰδίῳ, καὶ ὥσπερ ἡ ἐνταῦθα σκηνὴ μικρὰ καὶ χειροποίητος καὶ ὡς τύπος ἀτελὴς καὶ καταλυομένη, οὕτω καὶ ὁ οὐρανὸς μέγας καὶ ἀχειροποίητος καὶ βέβαιος καὶ ἀληθινὸς καὶ αἰώνιος καὶ ἀκατάλυτος, ἔνθα γίνεται ἡ αἰωνία λύτρωσις. Αἰωνίου γὰρ ὄντος τοῦ ἀρχιερέως ἐξ ἀνάγκης καὶ ἡ σωτηρία καὶ ἡ σκηνὴ αἰώνιοι τυγχάνουσι, καθὰ πάλιν γέγραπται·" Καὶ οἱ μὲν πλείονές εἰσιν ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος." Τὸ" ὑψηλότερος τῶν οὐρανῶν" κατὰ τὸ ἰδίωμα τῆς γλώττης" τοῦ οὐρανοῦ" λέγει· φανερώτερον δὲ τὸ" ἀπαράβατον" καὶ τὸ" μένειν εἰς τὸν αἰῶνα" καὶ τὸ" πάντοτε" δηλοῖ τὸ ἀκατάλυτον τοῦ πράγματος· εἰ γὰρ ὁ ἱερεὺς ἀπαράβατός ἐστι, πάντως καὶ ἡ σκηνὴ ἔνθα ἱερουργεῖ ἀπαράβατός ἐστι, τουτέστιν ἀδιάδοχος. Καὶ ἑτέρωθι πάλιν·" Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες", ἵνα εἴπῃ μονίμην καὶ ἀμετακίνητον καὶ ἀκατάλυτον καὶ διαδοχὴν μὴ ἔχουσαν, καὶ πάλιν·" Σπουδάσωμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν"," κατάπαυσιν" αὐτὴν εἰρηκώς, ὡς ἀδιάδοχον καὶ μὴ μετανάστας πάλιν γινομένους, ἀλλ' ἀεὶ ἐν αὐτῷ τῷ οὐρανῷ καταπαύοντας. Καὶ πάλιν·" Ἔχοντες οὖν ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατοῦμεν τῆς ὁμολογίας"· τὸ" διεληλυθότα τοὺς οὐρανούς", ἵνα εἴπῃ τὸν οὐρανὸν κατὰ τὸ ἰδίωμα τῆς γλώττης, καὶ ἔσωθεν ὄντα τῶν δύο οὐρανῶν, ὡς ἐν σκηνῇ ἀχειροποιήτῳ· καὶ πάλιν·" Ἔχοντες οὖν παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν"," τὴν εἴσοδον τῶν ἁγίων τὴν ἐν τῷ αἵματι τοῦ Ἰησοῦ" γενομένην λέγει τὴν εἴσοδον αὐτοῦ τὴν εἰς τοὺς οὐρανούς, ἣν μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν ἐποιήσατο ἀναληφθεὶς εἰς τὸν οὐρανόν, ἣν καὶ" ἐγκαινισθεῖσαν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν" προσεῖπεν, ὡς πρῶτος πάντων αὐτὸς καινοπρεπῶς καὶ προσφάτως αὐτὴν τὴν ὁδὸν ἐβάδισε, ζῶσαν οὖσαν καὶ ἁγίαν, καὶ ἡμῖν καταλιμπάνων τινὰ ὑπογραμμόν. Καὶ πάλιν·" Καὶ πᾶς μὲν ἀρχιερεὺς ἕστηκε καθ' ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας· οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ· τὸ λοιπὸν ἐκδεχόμενος ἕως ἂν τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ· μίᾳ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους"· εἰ, καθὰ ἔφη, εἰς τὸ διηνεκὲς καθέζεται ἐν δεξιᾷ τοῦ Θεοῦ μετὰ τὸ πάθος καὶ τὴν θυσίαν καὶ εἰς τὸ διηνεκὲς ἁγιάζει τοὺς προσερχομένους, πῶς οἷόν τέ ἐστι καταλύεσθαι ἔνθα αὐτὸς εἰς τὸ διηνεκὲς καθέζεται καὶ οἱ προσερχόμενοι ἁγιάζονται; Καὶ πάλιν·" Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησε"· καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου." Μαρτυρεῖται γὰρ ὅτι" 3σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ" 3"· ἰδοὺ φανερώτατα ἱερέα αἰώνιον γεγονέναι λέγει τὸν Χριστὸν διὰ δυνάμεως καὶ ζωῆς ἀκαταλύτου. Πῶς οὖν ἐνδέχεται τὸν μὲν ἱερέα ἀκατάλυτον εἶναι, τὴν δὲ σκηνήν, ἧς καὶ λειτουργός ἐστι, καταλυομένην; Φησὶ γάρ·" Τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος", διαρρήδην καὶ αὐτὴν ἀληθινὴν καὶ ἀκατάλυτον ἐξειπών. Καὶ πάλιν·" Ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὅρκος· ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος, ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα"· καὶ πάλιν·" Γινώσκοντες ἔχειν ὑμᾶς κρείττονα ὕπαρξιν καὶ μένουσαν." Ὅρα πάλιν, θαυμάσιε, ὅτι ἐκείνην τὴν εἴσοδον τὴν ἔσωθεν τοῦ καταπετάσματος εἰσερχομένην, τουτέστι τοῦ στερεώματος, ὅπου καὶ Ἰησοῦς εἰσελήλυθε καὶ ἡμεῖς μέλλομεν εἰσιέναι, ἀμετάθετον καὶ ἰσχυρὰν καὶ ἀσφαλῆ καὶ βεβαίαν καὶ μένουσαν καὶ διηνεκῆ καὶ δίκην ἀγκύρας περικρατοῦσαν ἡμᾶς λέγει. Καὶ πάλιν·" Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν", ὡσανεί· Ἐκείνην ζητοῦμεν, τὴν ἀεὶ μονίμην καὶ αἰώνιον, τὴν ἄνω Ἱερουσαλήμ, ἥτις ἐστὶν ἐλευθέρα καὶ μήτηρ πάντων τῶν πιστῶν· ἡ γὰρ ἐνταῦθα, φησί, καταλύεται κατὰ τὸ εἰρημένον·" Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου"· καὶ πάλιν λέγει·" Τὰ ἄνω φρονεῖτε, οὗ ἐστιν ὁ Χριστὸς ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος, τὰ ἄνω ζητεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς." Τὰ ἄνω, εἶπον ὑμῖνφησίν, ἔνθα νῦν ἐστιν ὁ Χριστὸς καθήμενος, τὰ ἐκείνου ζητεῖτε, μὴ τὰ ἐνταῦθα. Ὅτι δὲ καὶ ἡτοιμασμένην ἀπεντεῦθεν καλεῖ αὐτὴν ἐξόν σοι ἀκοῦσαι πάλιν τοῦ Παύλου λέγοντος·" Διὸ οὐκ ἐπαισχύνεται ὁ Θεός, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν", καὶ πάλιν αὐτοῦ τοῦ Κυρίου λέγοντος·" Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν"· καὶ πότε ἡτοιμάσθη; φησίν·" Ἀπὸ καταβολῆς κόσμου", ἵνα εἴπῃ· Ἔκτοτε ἐν τῇ ἀρχῇ τῆς κτίσεως, ἅμα τῷ δημιουργεῖσθαι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ παραχθέντα σὺν αὐτοῖς, ἡτοιμάσθη ὁ τόπος τῆς βασιλείας τῶν οὐρανῶν, τοῦ Θεοῦ προβλεψαμένου κρεῖττόν τι περὶ ἡμῶν. Ἔτι γὰρ πάλιν λέγει ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ·" Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν, ὅτι πορεύομαι ἑτοιμάσαι ὑμῖν τόπον"·" τὴν οἰκίαν τοῦ Πατρός μου" λέγει τὸ κατοικητήριον, τὸ ἐν τοῖς οὐρανοῖς· ἐν τούτῳ οὖν, φησίν, ἐστὶν ὑμῶν τὸ κατοικητήριον τὸ ἡτοιμασμένον ὑμῖν παρὰ τοῦ Πατρός. Εἶτα πάλιν λέγει·" Καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε· καὶ ὅπου ὑπάγω, οἴδατε τὴν ὁδόν." Καὶ πάλιν πρὸς τὴν μητέρα Ἰακώβου καὶ Ἰωάννου αἰτησαμένην ἕνα ἐκ δεξιῶν αὐτοῦ εἶναι καὶ ἕνα ἐξ εὐωνύμων ἐν τῇ βασιλείᾳ ἀπεκρίνατο λέγων·" Οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ' οἷς ἡτοίμασται παρὰ τοῦ Πατρός μου." Οἱ ἄξιοι τοίνυν τούτων τυγχάνουσι καὶ πρὸ τοῦ ἐμὲ χαρίσασθαι, εἴτε τοῖς σοῖς υἱοῖς, εἴτε καὶ ἑτέροις ἀξίοις οὖσιν. Ἀλλὰ καὶ τὸ" ὅπου εἰμὶ ἐγώ, ἵνα καὶ ὑμεῖς ἦτε" θαυμασίως παρίστησιν ἀκατάλυτον εἶναι τὸν τόπον ἐκεῖνον καὶ ἀπεντεῦθεν ἡτοιμασμένον, καὶ οὐ κατὰ τοὺς σοφοὺς ἕτερον εἶναι τὸν τόπον ἀντεισαγόμενον, ἐν ᾧ μέλλομεν ἀνιστάμενοι οἰκεῖν, τούτου τοῦ ἐν τοῖς οὐρανοῖς καταλυομένου. Καὶ συντόμως εἰπεῖν, ἀναρίθμητοί εἰσι σχεδὸν αἱ χρήσεις ἐν τῇ θείᾳ Γραφῇ, ὅσαι δηλοῦσιν ὡς ἀκατάλυτός ἐστιν ὁ οὐρανός, ἐν ᾧ εἰσελήλυθεν ὁ Χριστὸς καὶ ἡμεῖς μέλλομεν εἰσιέναι. Καὶ ταῦτα μὲν ὁ Κύριος πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ἐκήρυξεν, ὁ δὲ ἀπόστολος Παῦλος πρὸς τοὺς ἐκ τῶν Ἑβραίων πεπιστευκότας ἐπὶ Χριστὸν γεγράφηκεν ἀντιδιαστέλλων αὐτοῖς ἁρμοδίως τὰ τῆς σκηνῆς πάντα, τά τε τῆς ἐξωτέρας πρὸς τοῦτον τὸν χῶρον, τά τε τῆς ἐσωτέρας πρὸς τὸν ἀνώτερον καὶ οὐράνιον χῶρον. Πρὸς δὲ τοὺς ἐκ τῶν Ἑλλήνων πιστεύσαντας, λέγω δὴ Κορινθίους, ἀνθρώπους φιλολόγους ὄντας καὶ φιλοσόφους, πιστεύσαντας μὲν ἤδη περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ἔτι δὲ ἀμφιβάλλοντας περὶ τῆς κοινῆς ἀναστάσεως τῶν ἀνθρώπων, πάλιν τοῖς αὐτοῖς ἐνθυμήμασιν ἐχρήσατο καί φησιν·" Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ἡμῶν", ὡσανεί· Ἀνωφελὴς ὑμῖν ἐστιν ἡ εἰς Χριστὸν πίστις, μὴ καὶ τῆς ἡμετέρας ἀναστάσεως πιστευομένης παρ' ὑμῶν. Εἰ γὰρ περὶ ἑνὸς ἐπιστεύσατε ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, πῶς οὐ πιστευτέον ὅτι δυνατὸν καὶ πάντας τοὺς λοιποὺς ἐγείρεσθαι; Ὁ γὰρ δυνάμενος ἕνα ἐγεῖραι καὶ πάντας δύναται ἐγεῖραι. Εἶτα ἐπιφέρει·" Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρε τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται"· καὶ ἡμεῖς δέ, φησίν, οἱ μαρτυρήσαντες ὑμῖν ὅτι ὁ Θεὸς ἤγειρε τὸν Χριστόν, ψευδεῖς καὶ πλάνοι εὑρεθησόμεθα. Καὶ πάλιν δεύτερόν φησιν·" Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν", ἐκ τοῦ παρ' αὐτῶν ὡμολογημένου καὶ πιστευθέντος αὐτοὺς ἐλέγχων καὶ λέγων· Εἰ γὰρ ἐκεῖνος, φησί, περὶ οὗ ἐπιστεύσατε, νεκρὸς ὑπάρχων ἀνέστη, πῶς ἀπιστεῖτε καὶ περὶ τῆς τῶν λοιπῶν νεκρῶν ἀναστάσεως, ὡς φαίνεσθαι ὑμᾶς μᾶλλον μάτην πεπιστευκότας καὶ περὶ τοῦ ἑνός; Ὁ γὰρ δυνάμενος ἕνα νεκρὸν ἐγεῖραι καὶ πάντας τοὺς λοιποὺς νεκροὺς δυνατὸς ἀναστῆσαι, ὥστε ἀπιστοῦντες τῇ τῶν νεκρῶν ἀνθρώπων ἀναστάσει εἰς τὴν προτέραν ὑμῶν δεισιδαιμονίαν πάλιν ὑποστρέψαντες ἐξωλισθήσατε· τοῦτο γὰρ λέγει" ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν". Εἶτα μετ' ὀλίγα καὶ τὴν αἰτίαν ἐπιφέρει λέγων·" Ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν", καὶ δηλῶν ὅστις ἐστὶν ὁ πρῶτος ἄνθρωπος, δι' οὗ θάνατος παρεισήχθη, καὶ ὁ δεύτερος ἄνθρωπος, δι' οὗ ἡ ἀνάστασις ἀνεδείχθη, ἐπάγει·" Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται." Εἶτα πάλιν μετ' ὀλίγα λέγει·" Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται; Τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν; Τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;" ἵνα εἴπῃ· Ἐπειδὴ βαπτιζόμεθα μυστικώτερον ὑπὲρ τῶν ἡμετέρων νεκρῶν σωμάτων, καταδύνοντες ἐν τῷ ἁγίῳ ὕδατι καὶ ἀναδύνοντες, ἀπεντεῦθεν μιμούμενοι θάνατον καὶ ἀνάστασιν ἐλπίδι καὶ ἐπαγγελίᾳ τῆς ἐκ νεκρῶν ἀναστάσεως, τί μάτην, φησί, ταῦτα ποιοῦμεν μὴ στοιχοῦντες οἷς ποιοῦμεν;" Τί δὲ καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν" ταῦτα κηρύττοντες τοσούτῳ πλήθει καὶ προλήψει κοσμικῇ μαχόμενοι; Λοιπὸν πειρᾶται πάλιν μετ' ὀλίγα ἐξ ἀντιθέσεως φυσικώτερον διὰ παραδείγματος πείθειν καί φησιν·" Ἀλλ' ἐρεῖ τις, πῶς ἐγείρονται οἱ νεκροί; Ποίῳ δὲ σώματι ἔρχον ται;" Ἀποκρίνεται δῆθεν καὶ λέγει·" Ἄφρον, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ πρῶτον ἀποθάνῃ· καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γεννησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι σίτου, ἤ τινος τῶν λοιπῶν· ὁ δὲ Θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα", τοῦτο λέγων· Ἀναλογίσασθε, ὦ ἄνθρωποι, ὅτι γυμνὸς κόκκος σπειρόμενος ἐν τῇ γῇ πρῶτον μὲν διαλύεται· τοῦτο γὰρ λέγει" ἐὰν μὴ πρῶτον ἀποθάνῃ". Ἔπειτα ἀναδιδόμενος τῇ τοῦ Θεοῦ δυνάμει τε καὶ προνοίᾳ μετὰ πολλῆς δωρεᾶς τε καὶ τέχνης καὶ ὡραιότητος ἀναφαίνεται, ἀντὶ ἑνὸς κόκκου πολλοστός, ἀντὶ γυμνοῦ ἐνδεδυμένος καὶ θήκας ἔχων, ἀντὶ εὐαλώτου καὶ εὐεπηρεάστου ἐστηριγμένος καὶ βεβοηθημένος, ἔχων ἀνθέρικας, ἵν' ἀβλαβὴς διαμείνῃ ἀπὸ τῶν ἀδικῆσαι δυναμένων. Αὐτὸ οὖν τοῦτο τὸ φθαρὲν καὶ μεταβληθὲν εἰς γῆν σῶμα, καὶ πάλιν ἐν ἀριθμῷ πλείονι καὶ θαυμαστῷ κάλλει φυόμενον ἐκ τῆς γῆς, ἔργον σοφὸν καὶ κάλλιστον καὶ ἔντεχνον τῆς προνοίας τοῦ τὰ πάντα δημιουργήσαντος Θεοῦ. Λογίσασθε ὅτι" ὁ Θεὸς αὐτῷ δίδωσι σῶμα καθὼς βούλεται, καὶ ἑκάστῳ δὲ τῶν σπερμάτων ἀναλογοῦν ἴδιον σῶμα δίδωσιν", ἵνα εἴπῃ· Οὐκ ἀλλότριον, οὐδὲ ξένον, ἀλλ' ὅμοιον σῶμα πληθῦνον ἑκάστῳ καὶ ἀναλογοῦν δίδωσιν. Εἶτα πάλιν, μετὰ τὸ συγκρῖναι σάρκας διαφόρους καὶ σώματα ἐπίγεια καὶ ἐπουράνια, καὶ πολλὴν δείξας αὐτῶν τὴν διαφορὰν ἐπάγει·" Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. Εἰ ἔστι σῶμα ψυχικόν, ἔστι καὶ πνευματικόν· οὕτως καὶ γέγραπται" 3Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν" 3, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. Ἀλλ' οὐ πρῶτον τὸ πνευματικόν, ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν. Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ· οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου· τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ." Βούλεται ἐνταῦθα ἐκ παραλλήλου φυσικώτερον ἐπιχειρῶν πείθειν τοὺς ἐν τῇ σοφίᾳ τοῦ κόσμου ἀναστρεφομένους, καὶ ἐκ τοῦ κατὰ τὸν σῖτον παραδείγματος μετελήλυθεν ἐπὶ τὴν τῶν νεκρῶν ἀνάστασιν λέγων ὅτι ὥσπερ ὁ σῖτος σπείρεται καὶ διαλύεται, οὕτως καὶ τὰ σώματα τῶν ἀνθρώπων σπειρόμενα νεκρὰ ἐν τῇ γῇ διαλύεται, καὶ ὥσπερ μετὰ πολλῆς προσθήκης καὶ ἀσφαλείας καὶ κάλλους ἀναδίδοται, οὕτω καὶ τὰ σώματα τῶν ἀνθρώπων μετὰ πολλῆς τιμῆς καὶ δόξης καὶ δυνάμεως καὶ ἀφάτου κάλλους ἀνίστανται, διακρινόμενα ὑπὸ τῆς παντοδυνάμου σοφίας καὶ ἀφάτου ἰσχύος τοῦ τὰ πάντα κτίσαντος καὶ ἀνακτίζοντος Θεοῦ. Ἐν ᾧ γὰρ στοιχείῳ εὑρεθῇ σῶμα ἀνθρώπειον δεδαπανημένον καὶ πεπεμμένον ὑπὸ ἑτέρων μυρίων σωμάτων, τινασσόμενον ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ἐκ θεμελίων τὰ ζητούμενα ταῖς ἰδίαις ψυχαῖς ἀποδίδωσι· καὶ ὥσπερ ἐν κοσκίνῳ σαλευομένῳ τὸ ζητούμενον μέσον εὑρίσκεται, οὕτω καὶ τὰ σώματα τῶν ἀνθρώπων, σαλευομένων τῶν στοιχείων καὶ τινασσομένων, τὰ ζητούμενα εἰς μέσον ἄγονται. Καὶ οὐ θαυμαστὸν τοῦτο τῷ Θεῷ· ὡς γὰρ κριτής ἐστι καρδιῶν καὶ λογισμῶν καὶ ἐννοιῶν καὶ διακρίνει ἑκάστου ἐξ αἰῶνος τοὺς καθ' ἕκαστον χρόνον λογισμούς τε καὶ ἐννοίας μέχρι τῆς συντελείας, οὕτω καὶ δυνατὸν αὐτῷ ἐστι τὸ εὐτελέστερον ποιῆσαι καὶ σώματα ἐκ σωμάτων διακρῖναι·" ἔτι γὰρ ἅπαξ ἐγώ, φησί, σείσω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν"· τὸ δὲ" ἔτι ἅπαξ" δηλοῖ τὴν τῶν σαλευομένων μετάστασιν, ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα, ἵνα εἴπῃ ὅτι· Ἐν τῇ συντελείᾳ τινάξω ἔτι ἅπαξ πάντα σαλεύων πρὸς τὴν ἑκάστου ἰδίαν μετάθεσιν· ὡς ἤδη γὰρ αὐτῶν πεποιημένων ἐξ ἀρχῆς καὶ φθορὰν ἢ τροπὴν ὑπομεινάντων ῥᾴδιον ἐπὶ τὴν οἰκείαν φύσιν ἕκαστον μεταρρυθμίσω, ἵνα καὶ τοῦ λοιποῦ μείνωσιν ἐν κρείττονι καταστάσει, μηκέτι κλόνον ἢ σάλον ὑπομένοντα. Ἀλλὰ πάλιν ἐρεῖ τις· Πῶς τὰ αὐτὰ ἡμῶν σώματα ἀνίστανται ἤδη πεπεμμένα καὶ μεταβληθέντα εἰς ἕτερα μυρία σώματα; Πρὸς τοῦτον ἐροῦμεν ὅτι ὥσπερ ἡμεῖς μικροὶ ὄντες ἐσθίομεν σάρκας ἑτέρας πολλάς, οἷον βοῶν, χοίρων καὶ ἑτέρων διαφόρων καὶ πετεινῶν καὶ ἰχθύων, καὶ πεπτόμενα αὔξουσι τὸ ἡμέτερον σῶμα μὴ μεταβαλλόμενον, μήτε ἄλλο ἀντὶ ἄλλου γινόμενον, ἀλλὰ μένει ἐν τῇ ταυτότητι, οὕτω καὶ ἐν τῇ ἀναστάσει τὸ ἔμπαλιν ἡμῶν πασχόντων, καὶ τῶν ἡμετέρων σωμάτων ἐν τοῖς στοιχείοις ἀναλυθέντων, ῥᾳδίως κινήσει τινὶ τὰς ἰδέας ἀποκαθισταμένας ἂν ἴδοις, διακρινομένας ὑπὸ τῆς θείας δυνάμεως. Ὥσπερ γὰρ ζώντων ἡμῶν οὐ μεταβάλλεται ἀπὸ τῆς τῶν ἑτέρων κοινωνίας, τοῦ Θεοῦ οὕτω διαταξαμένου, οὕτως καὶ τελευτώντων εὐχερῶς ὑπὸ τῆς αὐτοῦ δυνάμεως διακρινόμενα σῴζεται ἀπὸ τῆς εἰς ἕτερον μεταβολῆς. Ὅρα δὲ πάλιν, θαυμάσιε, τὸν Ἀπόστολον οὐρανίους ἀνθρώπους καὶ ἐπιγείους λέγοντα·" καὶ ὡς ἐφορέσαμεν, φησί, τὴν εἰκόνα τοῦ χοϊκοῦ", τουτέστι τοῦ Ἀδὰμ τὴν θνητότητα καὶ τὴν ἀσθένειαν καὶ τὴν φθοράν," φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου"· τουτέστι τοῦ προλαβόντος καὶ ἀνελθόντος ἤδη ἐν τοῖς οὐρανοῖς ἐκ τῆς τῶν νεκρῶν ἀναστάσεως, λέγω δὴ τοῦ Χριστοῦ κατὰ σάρκα τοῦ γενομένου δυνατοῦ καὶ ἀφθάρτου καὶ ἀθανάτου καὶ δεδοξασμένουκαὶ ἡμεῖς ὁμοίως αὐτῷ οὐράνιοι γινόμενοι, καλῶς δὲ καὶ τὸ" ἐφορέσαμεν" ἤδη εἰπών, καὶ τὸ" φορέσομεν" ὡς πάλιν ἐπὶ μέλλοντος προειπών· διὰ τοῦτο πάλιν γεγηθὼς καὶ ἀγαλλόμενος κέκραγεν·" Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος" 3Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ νῖκος; Ποῦ σου, ᾅδη, τὸ κέντρον;" 3", ἵνα εἴπῃ· Ἀφανὴς γενήσεται καταποθεὶς ὁ θάνατος, τῆς ζωῆς ὑπερνικώσης ἐν ἡμῖν· διὰ τοῦτο βοήσωμεν· Ποῦ σού ἐστι, θάνατε, ἡ ὑπερηφανία; Καί σου, ᾅδη, τὸ κράτος; Λοιπὸν ἀποδίδωσι τὸ ὅλον τῷ Θεῷ διὰ τοῦ Χριστοῦ οἰκονομηθὲν καί φησι·" Τῷ δὲ Θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ", ἵνα εἴπῃ· Ταύτην τὴν νίκην τὴν κατὰ τοῦ θανάτου τὴν διὰ τοῦ Χριστοῦ ἐδωρήσατο ἡμῖν ὁ τῶν ὅλων Θεόςᾧ πρέπει δόξα καὶ εὐχαριστία διὰ παντός, ἀμήν, οὐδὲν ἕτερον καὶ τούτοις γράψας, εἰ μὴ ἅπερ καὶ τοῖς ἐξ Ἰουδαίων γεγράφηκεν, ὅτι ἐκ τῆς καταστάσεως ταύτης τῆς ἐπικήρου ἐπὶ τὴν μέλλουσαν μετερχόμεθα, τουτέστι τὸν οὐράνιον χῶρον, ὃν καὶ καλεῖ βασιλείαν οὐρανῶν, ὡς βασιλευόντων ἡμῶν κατὰ τῶν παθῶν καὶ τῆς φθορᾶς καὶ τοῦ θανάτου καὶ ἐν ἐξαιρέτῳ χωρίῳ αἰωνίῳ καὶ ἁρμοδίῳ διαγόντων, ὃ καὶ μετασχηματιζόμενοι ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν κληρονομοῦμεν. Τοῦτο γὰρ καὶ ἀνωτέρω ἐπεσημήνατο ὁ Ἀπόστολος ἐν τῷ κατὰ τὸν κόκκον τοῦ σίτου ὑποδείγματι, ὡς ὅτι παραδείγματι φθαρτῷ πρὸς ἀφθαρσίαν ἐχρήσατο λέγων· Μὴ νομίσητε τούτῳ κατὰ πάντα ὁμοίως ἔχειν τὰ ὑποδείγματα· τοῦτο γὰρ ὑμῖν λέγω ὅτι ἔτι θνητοὺς ἡμᾶς ὑπάρχοντας ἢ τρεπτοὺςτοῦτο γὰρ λέγει" αἷμα καὶ σάρκα" ἀνένδεκτόν ἐστι κληρονομεῖν βασιλείαν οὐρανῶν, εἰ μὴ πρῶτον ἐκ νεκρῶν ἄφθαρτοι καὶ ἀθάνατοι καὶ ἄτρεπτοι ἀναστῶμεν. Ἀλλὰ καὶ ὁ Κύριος τῷ αὐτῷ ὑποδείγματι ἐχρήσατο, ὅτε τινὲς τῶν Ἑλλήνων παρεκάλεσαν τὸν Φίλιππον δεῖξαι αὐτοῖς τὸν Ἰησοῦν, πρὸς ὃν ὁ Κύριος ἀπαγγείλαντα ἀπεφήνατο λέγων·" Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει", ἵνα εἴπῃ· Τί με βούλονται νῦν ἰδεῖν οὕτως ὁρώμενον, εὐκαταφρόνητον, ὡς κόκκον μόνον σίτου ὑπάρχοντα; Εἰ μὴ γὰρ ἀποθάνω ὡς ὁ κόκκος καὶ ἀναστῶ ὡς ὁ στάχυς, ὡραῖος, ἄφθαρτος καὶ ἀθάνατος καὶ ἄτρεπτος γενόμενος, καὶ ἐν τῷ ὀνόματί μου δυνάμεις καὶ σημεῖα μεγάλα γενήσωνται, οὐ γνώσονται τὴν ἡμετέραν δύναμίν τε καὶ δόξαν. Ὁμοίως καὶ Ἰωάννης ὁ Βαπτιστὴς περὶ τοῦ Κυρίου διαλεγόμενος, καὶ σπεύδων δεῖξαι αὐτὸν ἐν τῇ μελλούσῃ καταστάσει κριτὴν τοῦ παντὸς ὄντα, τῷ κατὰ τὸν σῖτον ὑποδείγματι καὶ αὐτὸς ἐχρήσατο καί φησιν οὕτως·" Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν μὲν σῖτον εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ." Ἡνίκα δὲ καὶ πρὸς αὐτοὺς τοὺς Ἕλληνας ἀποτεινόμενος ἐν Ἀθήναις ὁ Παῦλος ἐν τῷ Ἀρείῳ πάγῳ τί φησιν;" Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ· διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο" 3Ἀγνώστῳ Θεῷ" 3· ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων Κύριος, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα. Ἐποίησέ τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν ζητεῖν τὸν Θεόν, εἰ ἄρα γε ψηλαφήσειεν αὐτὸν καὶ εὕροιεν, καίτοι οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ' ὑμᾶς ποιητῶν εἰρήκασι·" 3Τοῦ γὰρ καὶ γένος ἐσμέν." 3 Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσίῳ, ἢ καὶ ἀργυρίῳ, ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς τὰ νῦν παραγγέλλει πᾶσιν ἀνθρώποις πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν", οὐδὲν ἐκτὸς καὶ τούτοις εἰπών, ὧν πρώην τοῖς πιστεύσασιν ἐξ Ἰουδαίων καὶ Ἑλλήνων εἶπεν, ὅτι ὁ Θεὸς ἀπερίγραφος ὑπάρχων καὶ παντοδύναμος, ὃν ἤγειρεν ἐκ νεκρῶν ἄνδρα εἰς πίστωσιν πάντων ἀνθρώπων, ἐν αὐτῷ κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, αὐτὸν ὁρίσας κριτὴν τοῦ παντός. Ὁμοίως εἶπε περὶ αὐτοῦ ὁ μὲν Ἀπόστολος·" Καὶ ἐκάθισεν αὐτὸν ἐν δεξιᾷ αὐτοῦ", ὁ δὲ Ἰωάννης ὁ Βαπτιστὴς ὁμοίως πτύον ἐν τῇ χειρὶ αὐτοῦ εἶπε, καὶ ἀφοριεῖ τὸν σῖτον ἀπὸ τῶν ἀχύρων παραδιδοὺς τιμωρίαις τοὺς ἁμαρτωλοὺς τοὺς δίκην ἀχύρων ἀπὸ διακρίσεως τοῦ σίτου ὑπάρχοντας. Ὅθεν τινὲς μὲν ἐξ αὐτῶν ἐπίστευσαν, καθὼς γέγραπται, τινὲς δὲ καὶ" ἐχλεύαζον ἀνάστασιν νεκρῶν ἀκούοντες"· καί τινες πάλιν ἔλεγον·" Τί ἂν θέλοι λέγειν ὁ σπερμολόγος οὗτος;" ὡσανεὶ ὁ τὰ ἡμέτερα σπέρματα ἀνορύττων· ἕτεροι δὲ ἔλεγον·" Ἀκουσόμεθά σου πάλιν περὶ τούτου"· καὶ αὖθις ἕτεροι·" Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι, ὅτι, φησὶν ὁ Λουκᾶς, τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο"· καὶ πάλιν ἕτεροι·" Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή;" Καὶ ἁπλῶς εἰπεῖν, οἱ πλείους αὐτῶν ἔσκωπτον τὸν Παῦλον περὶ ἀναστάσεως νεκρῶν ὅλως διαλεγόμενον. Ἡνίκα δὲ καὶ πρὸς τὸν Φῆστον τὸν ἡγεμόνα καὶ τὸν Ἀγρίππαν τὸν βασιλέα ὁ Παῦλος ἐγκαλούμενος ὑπὸ Ἰουδαίων ἐπὶ τοῦ βήματος παρίστατο, τῶν προπραχθέντων τὴν δύναμιν διηγησόμενος, ὁ Φῆστος τῷ Ἀγρίππᾳ ἔλεγεν ὡς" ζητημάτιά τινα ἔχουσι" πρὸς ἀλλήλους" περὶ τῆς ἰδίας δεισιδαιμονίας", ὅ τε Παῦλος καὶ οἱ Ἰουδαῖοι," καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν"· ἐπιτραπεὶς παρ' αὐτῶν ὁ Παῦλος μετὰ παρρησίας λαμπρᾷ τῇ φωνῇ ἐβόα·" Περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ, τί ἄπιστον παρ' ὑμῖν κρίνεται εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;" Εἶτα πάλιν·" Ἕνεκα τούτου συλλαβόμενοί με ὄντα ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. Ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα, μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς· εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν, φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν." Ὁμοίως πάλιν καὶ αὐτοῖς τοῖς ἀπίστοις Ἰουδαίοις παρ' αὐτῶν προτραπεὶς ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας τί φησιν;" Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε· ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν κατεκληρονόμησε τὴν γῆν αὐτῶν, ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα· καὶ μετὰ ταῦτα ἔδωκε κριτὰς ἕως Σαμουὴλ προφήτου· κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς τὸν Σαούλ, υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα· καὶ μεταστήσας αὐτὸν ἤγειρε τὸν Δαυῒδ αὐτοῖς εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας" 3Εὗρον Δαυΐδ, τὸν τοῦ Ἰεσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου" 3. Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ' ἐπαγγελίαν ἤγαγε τῷ Ἰσραὴλ σωτηρίαν, προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ· ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον, ἔλεγε· Τί ἐμὲ ὑπονοεῖτε εἶναι, οὐκ εἰμὶ ἐγώ, ἀλλ' ἰδοὺ ἔρχεται μετ' ἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. Οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλήμ, καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν Σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν· καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο ἀναιρεθῆναι αὐτόν· ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον· ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινες νῦν εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ·" 3Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε" 3· ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι·" 3Δώσω ὑμῖν τὰ ὅσια Δαυῒδ τὰ πιστά" 3· διὸ καὶ ἐν ἑτέρῳ λέγει·" 3Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν" 3. Δαυῒδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδε διαφθοράν· ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν. Γνωστὸν οὖν ὑμῖν ἔστω, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. Βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ' ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις·" 3Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν" 3." Καὶ τούτοις ὁμοίως ἐκ τῶν προφητῶν διηγησάμενος οὐδὲν ἕτερον ἔλεγεν, ἢ ὅσα τοῖς ἄλλοις προείρηκε, θάνατον, ἀνάστασιν καὶ βασιλείαν οὐρανῶν, πάντα σπεύδων πείθειν, συνεργοῦντος αὐτῷ τοῦ Θεοῦ σημείοις τε καὶ τέρασι καὶ δυνάμεσιν, οἷς ἐποίουν αὐτός τε καὶ πάντες οἱ ἀπόστολοι ἐναντίον Ἑλλήνων τε καὶ Ἰουδαίων, πιστῶν καὶ ἀπίστων, ἔτι τε καὶ προρρήσεσι καὶ ἐκβάσεσι βεβαιῶν αὐτοὺς ἐν πᾶσιν, ἅπερ ὑπερβαίνει τὸν κόσμον τοῦτον," ὃς καὶ ἱκάνωσεν αὐτούς, καθὼς γράφει Παῦλος, διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ", ἵνα εἴπῃ· Ἐκ τοῦ Θεοῦ ἐγενόμεθα ἱκανοὶ διὰ τῶν σημείων τοῦ ἁγίου Πνεύματος εἰς τὸ πείθειν τοιαῦτα διδάσκοντες. Διακόνους γὰρ ἡμᾶς ὁ Θεὸς κατέστησε τῆς Καινῆς καὶ ζωοποιοῦ Διαθήκης, οὐ τοῦ παλαιοῦ γράμματος, τουτέστι τοῦ γραπτοῦ νόμου, τοῦ θανατοῦν ἀπειλοῦντος, ἀλλὰ τῆς δυνάμεως τῆς ζωοποιοῦ, τουτέστι τοῦ ἁγίου Πνεύματος· ὅθεν πάλιν λέγει·" Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες· ἐλεύσομαι δὲ ταχέως, ἐὰν ὁ Κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει", ἵνα εἴπῃ ὅτι πάντα λόγον ὑπερβαίνει ὁ λόγος τῆς βασιλείας τῶν οὐρανῶν, καὶ μάτην φυσῶνταί τινες διὰ λόγου συνιστᾶν πειρώμενοι· μόνον γὰρ ἀξιόπιστός ἐστιν ἐκ τῆς δυνάμεως τοῦ ἁγίου Πνεύματος καὶ τῶν ἐξ αὐτοῦ παρακολουθούντων σημείων· καὶ πάλιν λέγει·" Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν", ὡσανεί· Δυνατός ἐστιν ἐκ τῶν σημείων τῶν γινομένων ἐν ὑμῖν ἐν τῷ ὀνόματι αὐτοῦ. Καὶ ταῦτα μὲν περὶ τούτων. Τινὲς δὲ λέγουσι μὴ εἶναι ἐν τῷ κόσμῳ τούτῳ τοὺς ἀγγέλους, ἀλλ' ἐν τῷ ἀνωτέρῳ καὶ οὐρανίῳ χώρῳ· πρὸς οὓς ἐκ μέρους ὀλίγα παραθήσομεν ἀπὸ τῆς θείας Γραφῆς δηλούσης ὡς ἅμα ἡμῖν ἐν τῷ χώρῳ τούτῳ διάγουσι, καὶ οὔπω τις ἐξ αὐτῶν ἠξιώθη τῶν ἄνω τέως τυχεῖν. Πρῶτος ὁ Κύριος οὕτω πρὸς Νικόδημον διαλεγόμενός φησι·" Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ", σαφέστερον δηλώσας μηδένα τὸ σύνολον ἀναβεβηκέναι εἰς τὸν ἀνώτερον χῶρον, εἰ μὴ τὸν Δεσπότην Χριστόν· ὁ δὲ ἀπόστολος Παῦλός φησι·" Θέατρον ἐγενήθημεν τῷ κόσμῳ", καὶ σημαίνων τίνα λέγει" κόσμον" ἐπήγαγεν" ἀγγέλοις καὶ ἀνθρώποις", ἵνα εἴπῃ· Παρὰ πάντων ὡς ἐν θεάτρῳ θεωρούμεθα ἐν τῷδε τῷ χώρῳ, λέγω δὴ ἀγγέλων καὶ ἀνθρώπων, ὡς ἐν ἑνὶ χώρῳ ὄντων πάντων τούτων τε κἀκείνων. Εἶτα πάλιν·" Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται", καὶ ὡσανεί τινος αὐτῷ ἀποροῦντος καὶ λέγοντος τίνος χάριν ἢ τί ποιοῦσα ταύτην ἀπεκδέχεται, ἐπήγαγε καί φησι·" Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα", ἵνα εἴπῃ· Ἐν τῷ κόσμῳ τούτῳ τῷ φθαρτῷ καὶ τρεπτῷ ταύτην γὰρ καλεῖ" ματαιότητα" ἐκελεύσθησαν καθ' ὑποταγὴν τοῦ Θεοῦ οἱ ἄγγελοι δουλεύειν καὶ ἄκοντες· ἐντεῦθεν γινώσκομεν διὰ τοῦ" οὐχ ἑκοῦσα" ὅτι περὶ λογικῶν λέγει, καὶ νόμος αὐτοῖς ἐστιν οὗτος. Ἔστω, φησὶν ὁ ἀπορῶν, καὶ πῶς πάλιν δουλεύουσι νῦν κινοῦντες πάντα; Ἀποκρίνεται· Ναί, φησίν, ὅσον μὲν πρὸς τὸ ἁμάρτημα τοῦ Ἀδάμ, διὰ τὸ καταδικασθῆναι αὐτὸν θανάτῳ οὐκ ἠνείχοντο δουλεύειν καὶ πονεῖν ὑπὲρ ἡμῶν ἔτι ματαίως. Ἀλλά, φησί," διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι", τοῦτο λέγων ὅτι ἐλπίδα τινὰ δέδωκεν αὐτοῖς ὁ Θεὸς ἔσεσθαί τι χρήσιμον μετὰ χρόνον τοῖς ἀνθρώποις, καὶ διὰ τοῦτο ὑπετάγησαν καὶ δουλεύουσιν ἐκδεχόμενοι τὴν ἑαυτῶν ἐλευθερίαν, ὅταν καὶ οἱ ἄνθρωποι ἐλευθεροῦνται τοῦ θανάτου καὶ τῆς φθορᾶς καὶ τῶν ματαίων τούτων, καὶ ἀπολήψονται τὴν ἐλπίδα τοῦ Θεοῦ καὶ τὴν δόξαν τὴν αὐτοῖς ἀποκειμένην· διὰ τοῦτο ἐπήνεγκεν·" Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ." Καὶ πάλιν ἑτέρωθί φησιν·" Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;" πάντας ὁμοῦ εἰπὼν εἰς διακονίας τεταγμένους τῶν ἀνθρώπων, ὡς ἅμα αὐτοῖς ὄντων εἰς τὸν χῶρον τοῦτον· καὶ πάλιν·" Ἵνα γνωρισθῇ νῦν ταῖς Ἀρχαῖς καὶ ταῖς Ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος τοῦ Θεοῦ σοφία"· σαφῶς πάλιν οὐ μόνον ἐνταῦθα αὐτοὺς ἐσήμανεν, ἀλλὰ καὶ παιδευομένους εἶπεν ἐκ τῶν κατὰ τὸν ἄνθρωπον οἰκονομουμένων· τὸ γὰρ εἰπεῖν" διὰ τῆς Ἐκκλησίας" διὰ τῶν ἀνθρώπων προδήλως ἐσήμανεν. Εἶτα πάλιν καὶ ἐν τῇ Παλαιᾷ ὁ πατριάρχης Ἰακὼβ ἐθεώρησεν ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ κλίμακα, ταύτης δὲ ἐπὶ κορυφῆς ἑστῶτα τὸν Θεὸν καὶ τοὺς ἀγγέλους ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπ' αὐτῆς· ἀναβαίνοντας πρότερον ὁρᾶν ἔδοξε καὶ οὕτω καταβαίνοντας· εἶτα καὶ πάλιν ὁ αὐτὸς ἐθεώρησε πλῆθος ἀγγέλων, οὓς καὶ παρεμβολὴν Θεοῦ ἐκάλεσεν. Ὁμοίως Μωϋσῆς δύο μὲν οὐρανῶν ἐμνημόνευσε μόνων γενομένων, λέγω δὴ τοῦ ἐν ἀρχῇ σὺν τῇ γῇ γενομένου καὶ τοῦ δευτέρου τοῦ ἐν τῇ δευτέρᾳ ἡμέρᾳ γεγονότος, ὃν καὶ στερέωμα καλεῖ· ὁμοίως δὲ καὶ αὐτὸς πολλάκις καὶ τῇ Ἄγαρ καὶ τῷ Ἀβραὰμ καὶ τῷ Λὼτ καὶ αὐτῷ τῷ Ἰακὼβ καὶ ἑτέρους ἀγγέλους διακονησαμένους λέγει ἐν τῷ χώρῳ τούτῳ. Καὶ ἐν τῇ μεγάλῃ δὲ ᾠδῇ οὕτως φησίν·" Εὐφράνθητε, οὐρανοί, ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ", μετὰ τοὺς οὐρανοὺς εἰπὼν τοὺς ἀγγέλους ἐν τῷ χώρῳ τούτῳ· ὅθεν ἐπισυνῆψεν·" Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ", πάλιν τοὺς ἐν αὐτῷ τῷ χώρῳ εἰπών· ὁμοίως καὶ ὁ Δαυῒδ τῷ σκοπῷ Μωϋσέως ἀκολουθῶν καὶ αὐτὸς μετὰ τὸν Μωϋσέα γενόμενος προφήτης, διαιρῶν τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, οὕτω φησίν·" Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις· αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ"· ἀκολούθως ἀπὸ τοῦ στερεώματος καὶ τοῦ ὕψους ἀρξάμενος καὶ προϊὼν ἐπὶ τὰ κάτω, εἶπε πάντας τοὺς ἀγγέλους, τοὺς αὐτοὺς εἰπὼν καὶ Δυνάμεις. Λοιπὸν πάλιν τὰ ἅμα αὐτοῖς λέγει·" Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς"· ἐκ τούτου ἀνατρέχει εἰς τὸν ἀνώτερον χῶρον καί φησιν·" Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν", ἀντὶ τοῦ εἰπεῖν" ὁ οὐρανὸς τοῦ οὐρανοῦ"," οὐρανὸν οὐρανοῦ" καλέσας τὸν πρῶτον, ὃς οὐρανός ἐστι τούτου τοῦ ὁρωμένου στερεώματος· εἶτά φησι·" Καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν", ἵνα εἴπῃ τοῦ οὐρανοῦ· διαρρήδην νῦν τὰ ἐπάνω εἰρηκώς, εὔδηλός ἐστιν εἰδὼς τὰ πρότερα ὑποκάτω. Εἶτα πάντα εἰπὼν τὰ ἐν τοῖς οὐρανοῖς αἰνεῖν τὸν Θεόν, τὴν αἰτίαν ἐπιφέρει, δι' ἣν αὐτὸν ὤφειλον ὑμνεῖν, καί φησιν·" Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν· ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται"· εἶτα λοιπὸν μετέρχεται καὶ περὶ τὴν γῆν καὶ λέγει πάντα τὰ ἐν τῷ ἀέρι καὶ τοῖς ὕδασι καὶ ἐν τῇ γῇ διαιτώμενα, ἐν ᾗ καὶ τὸν ἄνθρωπον ἔταξε, καὶ πάλιν ἐγκελεύεται λέγων·" Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου", δι' ἣν αἰτίαν φησίν·" Ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου"· λοιπὸν τὰ πάντα συνάπτει λέγων·" Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ", ἅμα δηλώσας ὅτι καὶ ἔσωθεν γῆς καὶ οὐρανοῦ εἰσι πάντα, ὁμοίως καὶ αὐτὸς τῷ Μωϋσῇ εἰρηκώς, ὃς ἔφησεν·" Ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς", ἔτι φανερώτερον δηλώσας πάντας τοὺς ἀγγέλους ἔσωθεν ὄντας οὐρανοῦ καὶ γῆς καὶ περιγραφομένους ὑπ' αὐτῶν. Ἔτι πάλιν ἐν ἑτέρῳ λέγει ὁ Δαυΐδ·" Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ", σαφῶς περὶ τοῦ στερεώματος εἰπὼν ὡς ἐν τάξει στέγης ἡμῶν ὑπάρχοντος, ἐν ᾧ εἰσιν ἐπὶ νώτου τὰ ὕδατα· δέρριδες γὰρ κυρίως καλοῦνται τὰ ἄνωθεν σκέποντα τὴν σκηνήν, εἴτε ἱμάτια εἶεν, εἴτε ἀπὸ τριχῶν. Εἶτα ἐπισυνάπτει καί φησιν·" Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων, ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα"· πάλιν ἀπὸ τοῦ στερεώματος ἐπὶ τὰ κάτω νεφῶν καὶ ἀνέμων μνημονεύσας ἐπήγαγεν ὁμοῦ εἶναι καὶ τοὺς ἀγγέλους, τοὺς αὐτοὺς καὶ λειτουργοὺς καλέσας· καὶ ταῦτα μὲν ὁ Δαυΐδ. Μετέλθωμεν δὴ καὶ ἐπὶ τὸν μεγαλοφυέστατον Δανιὴλ τὸν προφήτην. Τί φησιν ἐκ προσώπου τοῦ ὕμνου τῶν τριῶν παίδων;" Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον· εὐλογεῖτε, οὐρανοί, τὸν Κύριον· εὐλογεῖτε, ἄγγελοι Κυρίου, τὸν Κύριον· εὐλογεῖτε, ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ, τὸν Κύριον", καὶ αὐτὸς μετὰ τοὺς οὐρανοὺς τῶν ἀγγέλων μνημονεύσας, μὴ καταλιπὼν δὲ ἀμνημόνευτα καὶ τὰ ἐπάνω τοῦ οὐρανοῦ ὄντα ὕδατα. Τῇ ἀκολουθίᾳ πάλιν χρησάμενος ἀνέλαβε τὸν λόγον, καὶ ἐκ τῶν ὑποκάτωθεν δευτερώσας τοὺς ἀγγέλους Δυνάμεις αὐτοὺς ἐξεῖπεν, ἐν οἷς ἐπισυνῆψεν ἥλιον καὶ σελήνην καὶ ἄστρα καὶ ὄμβρους καὶ δρόσους καὶ ἀνέμους καὶ πῦρ καὶ ψῦχος καὶ καῦμα καὶ νεφέλας καὶ νιφετοὺς καὶ ἀστραπὰς καὶ πάντα τὰ περὶ τὸν ἀέρα καὶ τὰ ὕδατα καὶ τὴν γῆν· ἑπόμενος τῷ τε Δαυῒδ καὶ τῷ Μωϋσῇ ὕστερον καὶ αὐτὸς τὰ περὶ τὸν ἄνθρωπον εἴρηκε, δι' ὃν τὰ πρότερα πάντα γεγόνασι· σύνδεσμος γάρ τις ὢν ὁ ἄνθρωπος πάσης τῆς κτίσεως καὶ ἐνέχυρον φιλίας παντὸς τοῦ κόσμου ἐξ ἀνάγκης πάντα τὰ προειρημένα περιέχει κατά τινα ἀναλογίαν. Εὖ γὰρ εἴρηται παρὰ τοῖς ἔξωθεν μικρὸς κόσμος ὁ ἄνθρωπος. Πάντες τοίνυν οἱ θεοφόροι ἄνθρωποι, προφῆταί τε καὶ ἀπόστολοι, σεμνοτάτῳ βίῳ κατακεκοσμημένοι καὶ παραδεδωκότες ἑαυτοὺς ὑπὲρ τῆς εὐσεβείας μυρίοις παθήμασι καὶ θανάτοις, καθὰ γέγραπται," ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος", ἔτι δὲ καὶ παράδοξα πάμπολλα λόγῳ μὴ ὑποβαλλόμενα καὶ δυνάμεις ποικίλας ἐργασάμενοι, καὶ παρὰ Θεοῦ ἱκανοὶ γενόμενοι εἰς τὸ διδάξαι καὶ πεῖσαι καὶ περινοστῆσαι τὴν ὑπ' οὐρανὸν καὶ ἑλκύσαι πάντα τὰ ἔθνη εἰς τὴν εὐσέβειαν, περὶ τῶν τοιούτων δύο καταστάσεων εἰρήκασιν ἑτέρας μὴ μνημονεύσαντες, καὶ πάντες ὁμοῦ τὸν χῶρον τοῦτον ἀγγέλων καὶ ἀνθρώπων ἐξεῖπον, καὶ τὸν ἀνώτερον χῶρον ὁμοίως ἀγγέλων καὶ ἀνθρώπων μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀπεφήναντο. Ποίαν οὖν ἀπολογίαν ἔχουσιν οἱ πεπλασμένοι χριστιανοὶ οἱ τούτοις πᾶσιν ἀπιστοῦντες καὶ καταλύεσθαι λέγοντες τοὺς οὐρανούς, ἐν οἷς ἡ βεβαία καὶ μόνιμος καὶ ἀκατάλυτος ἡμῶν ἐλπὶς τυγχάνει, ἡ παρὰ τοῦ Θεοῦ ἡμῖν ἀποκειμένη; Περὶ ἧς βοᾷ ὁ Παῦλος·" Ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν", καὶ πάλιν·" Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς", ὁμοίως πάλιν·" Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν εἰς ὑπερβολὴν καθ' ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα, πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα, αἰώνια", τοῦτο λέγων ὅτι· Ἐὰν ἀντιταλαντεύσῃς ζυγῷ τὰς θλίψεις τοῦ κόσμου τούτου καὶ τὰ ἀγαθὰ τοῦ μέλλοντος αἰῶνος, εὑρεθήσονται καθ' ὑπερβολὴν βαροῦντα τῇ δόξῃ τὴν ἐλαφρότητα καὶ κουφότητα τῶν εἰς ὑπερβολὴν προσκαίρων καὶ παρ' αὐτὰ ἐξαφανιζομένων θλίψεων τοῦ κόσμου τούτου· ταῦτα γάρ, φησί, τὰ βλεπόμενα, τουτέστι τὰ τοῦ κόσμου τούτου, πρόσκαιρά εἰσι, τὰ δὲ μὴ βλεπόμενα, τουτέστι τὰ τοῦ ἀνωτέρου καὶ οὐρανίου χώρου ἤτοι κόσμου, αἰώνια τυγχάνουσιν. Ἤδη δεῖ καὶ ἐκ τῶν Καθολικῶν παραγαγεῖν μαρτυρίαν περὶ τούτου· κἀκεῖ λέλεκται·" Εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι", ἵνα εἴπῃ· Οὔπω καὶ αὐτοὶ τετυχήκασι τῶν ἀποκειμένων ἡμῖν ἐν τῷ οὐρανῷ ἀγαθῶν, ἀλλ' οὔτε ἰδεῖν αὐτὰ καὶ αὐτοὶ νῦν ἀξιοῦνται· ὅμοιον γάρ ἐστι καὶ τοῦτο τῷ τοῦ Ἀποστόλου ῥητῷ τῷ λέγοντι·" Ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν", ὡσανεί· Βαρύνονται καὶ οἱ ἄγγελοι τῇ τροπῇ στενάζοντες μετὰ πάσης τῆς κτίσεως, ἐλευθερίαν ἱμειρόμενοι. Πῶς οἷόν τε ἐλπίζειν τοὺς οὐρανοὺς καταλύεσθαι καὶ ἑτέρους καινοὺς εἰσάγεσθαι; Ψευδῆ γὰρ δείκνυνται πάντα τὰ προλεχθέντα, ὅτι καὶ ἡτοιμασμένοι εἰσὶ καὶ ἀκατάλυτοι, καὶ ὅπου εἰσῆλθε Χριστός, εἰσερχόμεθα. Ἀλλὰ φενακισμός τις καὶ ἀπάτη εἰσὶ πάντα τὰ γραφόμενα ἐν τῇ θείᾳ Γραφῇ κατὰ τὸν μῦθον τῶν ἐπιπλάστων χριστιανῶν· ἄλλως τε δὲ καὶ καταλυομένων, ὥς φασι, τῶν οὐρανῶν καὶ ἑτέρων ἀντεισαγομένων, ἀνάγκη καταλύεσθαι καὶ τὸν ἐν αὐτοῖς ὄντα Χριστὸν καὶ ἕτερον καινὸν Χριστὸν εἰσάγεσθαι σὺν τοῖς ἑτέροις καινοῖς οὐρανοῖς, εἰ ἄρα σὺν Χριστῷ δεῖ ἡμᾶς εἶναι. Ἀλλ' ἄπαγε τῆς ἀτοπίας· εἰς κεφαλὴν αὐτῶν τράποιτο ἡ δυσφημία." Ἡμῶν γάρ, φησὶν ὁ Ἀπόστολος, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν", ἵνα εἴπῃ· Ἐκείνους λέγω τοὺς οὐρανούς, ἐξ ὧν καὶ προσδοκῶμεν τὸν Κύριον ἐλεύσεσθαι μετασχηματίζοντα ἡμᾶς ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν καὶ ἀναφέροντα ἡμᾶς ἔνθα καὶ πρὸ ἡμῶν αὐτὸς εἰσελήλυθε· τοῦτο γὰρ καὶ ἐν ἑτέρῳ λέγει πρόδρομον ὑπὲρ ἡμῶν αὐτὸν εἰσελθόντα. Ἐπειδὴ οὖν τινες παραφθείροντες τὴν ἔννοιαν τῶν θείων Γραφῶν παρερμηνεύουσι τὸ εἰρημένον παρὰ τοῦ Κυρίου, λέγω δή·" Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν", ἀγνοοῦντες ὅτι καθ' ὑπερβολὴν εἴρηται, ἡμεῖς αὐτοῖς τὴν ἔννοιαν ἑρμηνεύσομεν· λέγει γάρ· Ἐνδεχόμενόν ἐστι τούτους μὲν καταλύεσθαι, τοὺς δὲ λόγους μου οὐδέποτε· καὶ πάλιν τὸ εἰρημένον τῷ Δαυΐδ·" Σὺ κατ' ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς", μὴ νοοῦντες ὅτι καὶ ἐνταῦθα κατὰ ἀντιδιαστολὴν τοῦ ἀγενήτου Θεοῦ τὰ γενητὰ ἀπολλύμενα ἐκάλεσεν, ὡς μὴ πρότερον ὄντα, ὕστερον δὲ γενόμενα· καὶ εἰ βούλοιτο, τὸ ἀγένητον, ὥσπερ μὴ ὄντα αὐτὰ παρήγαγε, πάλιν καὶ ὄντα δύναται ἀπολέσαι· τὸ γὰρ ἀγένητον ὑπ' οὐδενὸς γενόμενον καὶ ὑπ' οὐδενὸς ἀπόλλυται· τὸ δὲ γενητὸν καὶ ἀπολέσθαι δύναται, τοῦ ποιήσαντος μάλιστα βουλομένου. Ὁμοίως καὶ τὸ ἐν ταῖς Καθολικαῖς εἰρημένον·" Ἐν ᾗ οὐρανοὶ πυρούμενοι λυθήσονται, στοιχεῖα δὲ καυσούμενα τήκεται, καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ", ἀμαθῶς καὶ τοῦτο ἐκλαμβάνοντες, μὴ συνιέντες τὸ λεγόμενον, ἀλλ' αὐτόχρημα τούτους μὲν καταλύεσθαι λέγουσιν, ἑτέρους δὲ καινοὺς εἰσάγεσθαι, ὅπερ ἐναντίον ἐστὶ πάσης τῆς θείας Γραφῆς. Εἰ γὰρ ἐν τοῖς οὐρανοῖς ἔνθα νῦν ὁ Χριστὸς ἀνελήλυθεν ἀναστὰς ἀπὸ τῶν νεκρῶν, ἄφθαρτος τῷ σώματι καὶ ἄτρεπτος κατὰ ψυχὴν γενόμενος, μέλλομεν καὶ ἡμεῖς εἰσιέναι ἀνιστάμενοι ἀπὸ τῶν νεκρῶν καὶ ταύτην ἀκατάλυτον ἐλπίδα καὶ ζωὴν καλεῖ ἡ θεία Γραφήπῶς οἷόν τέ ἐστι τούτους μὲν τοὺς οὐρανοὺς καταλύεσθαι καὶ ἑτέρους καινοὺς εἰσάγεσθαι; Εἰ γὰρ οἰκητήριόν ἐστι καὶ νῦν ἀφθάρτων καὶ ἀθανάτων καὶ ἀτρέπτων ὁ ἐν τοῖς οὐρανοῖς χῶρος, πῶς καὶ ἡμᾶς οὐ δέξεται ἀνισταμένους ἀφθάρτους καὶ ἀθανάτους καὶ ἀτρέπτους γινομένους; Ἄπαγε οὖν τῆς τοιαύτης μανίας. Οὐ γὰρ μεταμεμέληται ὁ Θεὸς ἐφ' οἷς πεποίηκε, τούτους μὲν ἀπολλύων, ἑτέρους δὲ εἰσάγων, ἀλλὰ πᾶσαν τὴν κτίσιν ἐπὶ τὸ κρεῖττον ἀνακαινίζει, καθὰ καὶ πολλάκις εἰρήκαμεν· εἰ γὰρ ὁ ἄνθρωπος, ὁ σύνδεσμος ὢν πάσης κτίσεως, ἀνακαινίζεται κατά τε τὸ σῶμα ἄφθαρτος καὶ ἀθάνατος καὶ κατά γε τὴν ψυχὴν ἄτρεπτος γινόμενος, εὔδηλον ὅτι πάντα τὰ στοιχεῖα, ἐξ ὧν καὶ σύγκειται τὸ σῶμα τοῦ ἀνθρώπου, καὶ πάντα τὰ λογικὰ συγγενῆ ὄντα καὶ αὐτὰ κατὰ ψυχὴν τοῦ ἀνθρώπου, ἀνακαινίζονται καὶ εἰς βελτίωσιν ἔρχονται;" Ἀνακεφαλαιώσασθαι γὰρ τὰ πάντα, φησὶν ὁ Ἀπόστολος, ἐν τῷ Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς", καὶ πάλιν·" Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά"," καινὰ" λέγων" τὰ πάντα" τὴν ἀνακαίνισιν πάντων τῶν ὄντων·" ἀνακεφαλαίωσιν" γὰρ εἰπὼν καὶ" καινὴν κτίσιν" δι' ἑκατέρου τὸ αὐτὸ ἐσήμανεν, ἐν τῷ Χριστῷ ἤδη γενομένην. Ὥσπερ γὰρ καὶ ὁ Χριστὸς κατὰ σάρκα ἀναστὰς ἀπὸ τῶν νεκρῶν οὐκ ἄλλος ἦν Χριστὸς παρὰ τὸν τετελευτηκότα, ἀλλ' αὐτὸς ἦν ὁ καὶ τὸν θάνατον ὑπομείνας ὁμοίως καὶ τὴν ἀνάστασιν, κρείττων γενόμενος παθῶν καὶ θανάτου, οὕτως καὶ πᾶσα ἡ κτίσις μὴ ἀπολλυμένη, ἀλλ' ἡ αὐτὴ ὑπάρχουσα ἐπὶ τὸ κρεῖττον μεθίσταται·" Ἔστησε γὰρ αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο καὶ οὐ παρελεύσεται", φησὶ τὸ θεῖον λόγιον. Διὰ τοῦτο" οὐκ ἀγγέλων ἐπελάβετο ὁ Θεός, ἀλλὰ σπέρματος Ἀβραάμ", καθὰ γέγραπται· εἰ γὰρ ἐπελάβετο ἀγγέλων, τὰ λογικὰ μόνον ἤλπιζον ἀνακαινίζεσθαι ὡς συγγενῆ αὐτῶν ὄντα· νυνὶ δὲ σπέρματος Ἀβραὰμ ἐπιλαβόμενος, τουτέστι σώματος καὶ ψυχῆς λογικῆς, καὶ ἀναγαγὼν εἰς τὸν οὐράνιον χῶρον πάσῃ τῇ κτίσει ἐλπίδα σωτηρίας προκατεβάλετο. Τὸ ἐν ταῖς οὖν Καθολικαῖς εἰρημένον" ἐν ᾗ οὐρανοὶ πυρούμενοι λυθήσονται, στοιχεῖα δὲ καυσούμενα τήκεται· καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν" τοῦτον ἔχει τὸν νοῦν, ὅτι ῥοιζηδόν, ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ, ὥσπερ ἐν χωνευτηρίῳ πυρούμενοι καὶ καθαριζόμενοι, τὴν ἐπὶ τὸ κρεῖττον ἀλλαγὴν ὑπομένουσι τὰ στοιχεῖα πάντα, καὶ οἱ οὐρανοὶ καὶ ἡ γῆ, καινῶν αὐτῶν τούτων γινομένων καὶ τῇ καταστάσει τῆς πολιτείας ἐναλλαττομένων, ὡς τὸ παρὰ τῷ Παύλῳ λεγόμενον·" Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου", ὡσανεὶ ἡ νῦν πολιτευομένη κατάστασις, τῆς διαδοχῆς τῆς νυκτὸς καὶ τῆς ἡμέρας παυομένης, καὶ τῶν ἄστρων δρόμον μὴ τελούντων, καὶ τοῦ ἀέρος μὴ κινουμένου, μήτε τοῦ ὕδατος μήτε τῆς γῆς φυούσης καρπούς, ἀλλ' ἑτέρας τινὸς καταστάσεως ἐπεισαγομένης, ἁρμοζούσης ἀθανάτοις καὶ ἀφθάρτοις καὶ ἀτρέπτοις ἀνθρώποις καὶ ἀγγέλοις. Σιωπῶμεν δὲ ὅτι τὰς Καθολικὰς ἀνέκαθεν ἡ Ἐκκλησία ἀμφιβαλλομένας ἔχει, καὶ πάντες δὲ οἱ ὑπομνηματίσαντες τὰς θείας Γραφάς, οὔτε εἷς αὐτῶν λόγον ἐποιήσατο τῶν Καθολικῶν· ἀλλὰ καὶ οἱ κανονίσαντες τὰς ἐνδιαθήκους βίβλους τῆς θείας Γραφῆς πάντες ὡς ἀμφιβαλλομένας αὐτὰς ἔθηκαν, λέγω δὴ Εἰρηναῖος, ὁ Λουγδούνων ἐπίσκοπος, ἀνὴρ ἐπίσημος καὶ λαμπροῦ βίου, μετ' οὐ πολὺ τῶν ἀποστόλων γενόμενος, καὶ Εὐσέβιος ὁ Παμφίλου καὶ Ἀμφιλόχιος, ἐπίσκοπος γενόμενος τοῦ Ἰκονίου, φίλος καὶ κοινωνικὸς τοῦ μακαρίου Βασιλείου, καὶ αὐτὸς ἐν τοῖς πρὸς Σέλευκον αὐτῷ γραφεῖσιν Ἰάμβοις ἀμφιβαλλομένας αὐτὰς ἐξεῖπεν, ὁμοίως καὶ Σευηριανὸς ὁ Γαβάλων εἰς τὸν Κατὰ Ἰουδαίων λόγον αὐτοῦ αὐτὰς ἀπεκήρυξεν. Οὐ γὰρ τῶν ἀποστόλων αὐτάς φασιν οἱ πλείους, ἀλλ' ἑτέρων τινῶν πρεσβυτέρων ἀφελεστέρων. Ὅθεν ὁ Παμφίλου εἰς τὴν Ἐκκλησιαστικὴν αὐτοῦ ἱστορίαν λέγει ὅτι ἐν Ἐφέσῳ δύο μνήματά εἰσιν, ἓν Ἰωάννου τοῦ εὐαγγελιστοῦ, καὶ ἓν ἑτέρου Ἰωάννου πρεσβυτέρου τοῦ γράψαντος τὰς δύο ἐπιστολὰς τῶν Καθολικῶν, τὴν δευτέραν καὶ τὴν τρίτην, ἔνθα προγέγραπται·" Ὁ πρεσβύτερος τῇ ἐκλεκτῇ κυρίᾳ", καί·" Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ". Εἰ μὴ γὰρ τὴν πρώτην Πέτρου καὶ τὴν πρώτην Ἰωάννου οὐ λέγει αὐτὸς καὶ Εἰρηναῖος εἶναι τῶν ἀποστόλων, ἕτεροι δὲ οὔτε αὐτὰς λέγουσι τῶν ἀποστόλων εἶναι, ἀλλὰ τῶν πρεσβυτέρων· πρώτη γὰρ καὶ δευτέρα καὶ τρίτη Ἰωάννου γέγραπται, ὡς δῆλον ἑνὸς προσώπου εἶναι τὰς τρεῖς. Ἕτεροι δὲ καὶ τὴν Ἰακώβου σὺν ταῖς ἄλλαις δυσὶ δέχονται· ἕτεροι πάσας δέχονται· παρὰ Σύροις δέ, εἰ μὴ τρεῖς μόναι αἱ προγεγραμμέναι, οὐχ εὑρίσκονται, λέγω δὴ ἡ Ἰακώβου καὶ ἡ πρώτη Πέτρου καὶ ἡ Ἰωάννου πρώτη· αἱ ἄλλαι γὰρ οὔτε κεῖνται παρ' αὐτοῖς. Οὐ χρὴ οὖν τὸν τέλειον χριστιανὸν ἐκ τῶν ἀμφιβαλλομένων ἐπιστηρίζεσθαι, τῶν ἐνδιαθέτων καὶ κοινῶς ὡμολογημένων Γραφῶν ἱκανῶς πάντα μηνυόντων περί τε τῶν οὐρανῶν καὶ τῆς γῆς καὶ τῶν στοιχείων καὶ παντὸς τοῦ δόγματος τῶν χριστιανῶν. Ἠλίθιοι τοιγαροῦν εἶναί μοι δοκοῦσι καὶ τῶν θείων Γραφῶν παντελῶς ἀμύητοι οἱ τῶν καινῶν δογμάτων εὑρεταί, οἱ τοὺς οὐρανοὺς καταλύεσθαι οἰόμενοι. Ἄνωθεν γὰρ καὶ ἐξ ἀρχῆς εἰδὼς καὶ προειδὼς ὁ Θεός, καὶ ἀεὶ γινώσκων καὶ μηδέποτε πρόσληψιν γνώσεως ἐπιδεχόμενος, βουλόμενος καὶ ἑτέροις μεταδοῦναι τοῦ εἶναι καὶ τῆς ἰδίας αὐτοῦ ἀγαθότητος καὶ γνώσεως καὶ σοφίας ἐμπλῆσαι, πεποίηκε τὸν σύμπαντα κόσμον περιγράψας ἐν οὐρανῷ καὶ γῇ· θεὶς δὲ μέσον τὸ στερέωμα καὶ συνδήσας τῷ πρώτῳ οὐρανῷ καὶ ποιήσας τὸν ἕνα χῶρον δύο χώρους ἀπένειμε τῇ θνητῇ καὶ τρεπτῇ καταστάσει τὸν χῶρον τοῦτον, προετοιμάσας καὶ τῇ μελλούσῃ καταστάσει τὸν ἀνώτερον, καθὰ καὶ ἡ καταγραφὴ τοῦ σχήματος ἐπὶ τέλει δείκνυσι, καὶ ἡ τῆς σκηνῆς κατασκευή, ἐκμαγεῖον καὶ αὐτὴ γεγονυῖα παντὸς τοῦ κόσμου. Καὶ ἐν μὲν ταύτῃ τῇ καταστάσει ἐδοκίμασεν ἡμᾶς νῦν διάγειν ὡς ἐν παιδευτηρίῳ χρησίμῳ ἔχοντι λυπηρὰ καὶ ἡδέα, ἵνα διὰ μὲν τῶν λυπηρῶν παιδευώμεθα, διὰ δὲ τῶν ἡδέων μὴ ἀπείπωμεν, διδασκόμενοι καὶ ἀναγόμενοι πρὸς ἐπίγνωσιν τοῦ πεποιηκότος διὰ τῆς ποικιλίας τῶν κτισμάτων καὶ τῆς πανσόφου ἁρμονίας καὶ τῆς διαφορᾶς τῶν ὄντων, ὅστις καὶ νόμους ἡμῖν δέδωκε κατὰ καιροὺς ὀπτανόμενος πρὸς βοήθειαν τῆς ἡμετέρας ἀσθενείας, ἀνάγων τοὺς λογικούς, ὡς εἴρηται, εἰς ἐπίγνωσιν τῆς αὑτοῦ παναγάθου φιλανθρωπίας, ὅπερ ἐστὶ κεφάλαιον πάντων τῶν λογικῶν· κτιστῶν γὰρ ἡμῶν ὄντων καὶ ἐξ ἑτέρου ἐχόντων τὸ εἶναι, ἐκείνου αὐτοῦ ἀεὶ δεόμεθα πρὸς σύστασιν καὶ γνῶσιν ἡμετέραν· οὐκ ἐνῆν γὰρ ἡμᾶς εὐθέως γενομένους πᾶσαν τὴν γνῶσιν ἔχειν· τοῦτο γὰρ ἴδιον τοῦ ἀγενήτου Θεοῦ. Ἐπειδὴ οὖν ἐξ ἀγαθότητος ὁ Θεὸς ἀπορρήτως ἐποίησε τὰ ἔμψυχα καὶ τὰ ἄψυχα, ἄμοιρα γνώσεως ὄντα, πρὸς διδασκαλίαν καὶ βοήθειαν ἡμῶν τῶν λογικῶν, μέσους τινὰς ἑαυτοῦ τε καὶ τούτων, ὡς ἐνεδέχετο, πεποίηκεν ὁ Θεὸς τοὺς λογικούς, ἵνα τῇ ποικιλίᾳ τοῦ παντός, ἔτι τε καὶ τοῖς παραδεδομένοις ἡμῖν νόμοις, τῇ συντριβῇ τῆς μαθήσεως, διὰ πείρας λυπηρῶν καὶ ἡδέων ποθοῦντες, κατὰ μέρος ἀναγώμεθα ἐπὶ τὴν αὐτοῦ γνῶσιν." Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν ὁ θεῖος Ἀπόστολος, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους", ἵνα εἴπῃ· Τὰ ἀόρατα αὐτοῦ, τὴν δύναμιν καὶ τὴν σοφίαν καὶ τὴν πρόνοιαν καὶ τὴν ἀγαθότητα τοῦ Θεοῦ καὶ αὐτὴν τὴν ἀΐδιον αὐτοῦ θεότητα ἐκ τῶν ὄντων καὶ τῶν ὁρωμένων νοοῦμέν τε καὶ ὁρῶμεν διὰ πάντων τῶν κτισμάτων ἀναλόγως τὸν δημιουργόν, ὥστε ἡμᾶς ἀφορμήν τινα ἀγνωσίας μὴ προβάλλεσθαιτοῦτο γὰρ δηλοῖ τὸ" ἀναπολογήτους" ἔχοντες ἐν χερσὶν ἐκ τούτων ἁπάντων ἀναλόγως γινώσκειν τὸν ἑαυτῶν τε καὶ τοῦ παντὸς δημιουργόν. Ὁμοίως πάλιν λέγει·" Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ", εἰς μέρη καὶ τρόπους, εἰς προφήτας καὶ Υἱὸν διελὼν τὸν λόγον· μέρη μὲν εἰπὼν τὴν διαφορὰν τῶν τόπων, ἐν οἷς ἐφαίνετό τε καὶ ἐλάλει τοῖς ἀρχαίοις ἀνθρώποις ὁ Θεὸς διὰ τῶν προφητῶν, τρόπους δὲ τὴν ποικιλίαν αὐτῶν τῶν ὀπτασιῶν, ὧν κατὰ καιρὸν ὀπτανόμενος πρὸς τὰς παρακειμένας χρείας ἐδείκνυεν, εἴτε δι' ἑαυτοῦ εἴτε διὰ τῶν προφητῶν, τοῦτο θέλων σημᾶναι ὡς πανταχόθεν ὁ Θεὸς ἔκ τε τῶν ὄντων, ἔκ τε τῶν ὀπτασιῶν, οὐκ ἠμέλησε διδάξαι προθέμενος τοὺς λογικοὺς περὶ τῆς αὑτοῦ γνώσεως, ποτὲ μὲν διὰ τῶν προφητῶν, νυνὶ δὲ διὰ τοῦ ἰδίου Υἱοῦ. Εἶθ' οὕτω λοιπὸν πεπειραμένοις ἡτοίμασε καὶ τὴν μέλλουσαν κατάστασιν, ἐν ᾗ ἀφθάρτους καὶ ἀθανάτους ἡμᾶς ἐργασάμενος καταστήσειεν, ἐμπιπλῶν ἡμᾶς ὡς ἐμπείρους καὶ τῆς τελείας αὑτοῦ γνώσεως, καθὼς δεῖ γνῶναι ἡμᾶς. Διὰ τοῦτο τὰς δύο καταστάσεις ἐξ ἀρχῆς πεποίηκεν, οὐ δυναμένων ἡμῶν, ὡς προείρηται, ὑφ' ἓν ἀθρόως πᾶσαν τὴν γνῶσιν δέξασθαι ἄνευ μαθήσεως· αὐτοδίδακτον γὰρ μόνον τὸ θεῖόν ἐστι καὶ πηγὴ γνώσεως, παρ' ἑτέρου μὴ προσλαβόν, ἀλλὰ δυνάμενον καὶ ἑτέροις χορηγῆσαι, ἡμᾶς δὲ διδαχθῆναι πάλιν, θνητοὺς ὄντας καὶ τρεπτούς, ἐκ τῶν δυσχερῶν, ἐπειδήπερ, φησὶν ὁ Ἀπόστολος·" Πᾶσα παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης"· χωρὶς γὰρ παιδείας καὶ λυπηρῶν ἀδύνατον μάθησιν γενέσθαι. Παιδείας οὖν ἕνεκα τοῦτον τὸν κόσμον πεποίηκε θνητὸν καὶ τρεπτὸν καὶ ποικίλον, ἵνα τῇ συντριβῇ τῆς μαθήσεως καὶ τῇ ποικιλίᾳ τοῦ παντὸς διὰ πείρας δυνηθῶμεν ἀνελθεῖν ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν. Εἰ γὰρ ἐξ ἀρχῆς ἀθανάτους καὶ ἀτρέπτους ἡμᾶς εἰργάσατο, οὐδὲν διεφέρομεν τῶν ἀλόγων τῶν φυσικῶς μὲν ἐχόντων τι χρήσιμον, ἀγνοούντων δὲ τί κέκτηνται, οἷον ἡ μέλιττα τὸ κηρίον σοφῶς ἐργαζομένη, καὶ ἡ ἀράχνη εὐτέχνως ἱστουργοῦσα, καὶ ὁ μύρμηξ θέρους ἑτοιμαζόμενος τὴν τροφήν, οὐκ ἐπιστήμῃ λογικῇ τινι ποιοῦσιν, ἢ ὡς ὁ χρυσὸς καὶ ὁ μαργαρίτης καλοὶ μέν, ἀλλ' οὐκ αἰσθάνονται τοῦ οἰκείου κάλλους. Σοφῶς οὖν καὶ πάνυ σοφῶς ὁ Θεὸς τὰς δύο καταστάσεις ἀνέκαθεν πεποίηκεν, ἵνα πεπειραμένοι ἀπεντεῦθεν ἡδέων καὶ λυπηρῶν γνῶμεν τελείως ἐν τῇ δευτέρᾳ καταστάσει τὴν δύναμιν τῆς αὐτοῦ ἀγαθότητος, διὰ τῶν παρεχομένων ἡμῖν ἀνεκλαλήτων καὶ αἰωνίων ἀγαθῶν, καὶ ἐξ οἵων εἰς οἷα μετερχόμεθα. Ταῦτα καὶ τὰ τοιαῦτα κηρύττει πᾶσα ἡ θεία Γραφή, καὶ οὗτος αὐτῆς ἅπας ὁ σκοπός. Ἀγνοοῦσι γὰρ οἱ βέλτιστοι τὸν σκοπὸν τῶν θείων Γραφῶν, οἱ τοὺς οὐρανοὺς ἀπόλλοντες καὶ ἑτέρους ἡμῖν καινοὺς εἰσάγοντες. Οὐ γὰρ ἠγνόησέ ποτε ὁ Θεός, νῦν δὲ κρεῖττον ἐπέγνω ποιῆσαι ἑτέρους οὐρανοὺς καὶ κρείττονα κατάστασιν, κατὰ τὸν μῦθον τῶν ἀνοήτων καὶ πεπλασμένων χριστιανῶν, ἀλλ' ἀεὶ ὁ αὐτὸς ὑπάρχει, ὡσαύτως καὶ κατὰ τὸ αὐτὸ ὤν, γινώσκων πῶς τε καὶ πότε καὶ πόσον καὶ ποῦ καὶ οἷον ποιήσειε τὸν σύμπαντα κόσμον. Ἀλλ' ὅμως προβάλλονται ἡμῖν δῆθεν εὐλόγως τὸ ἀνακύπτον ἐκ τούτου ἄπορον λέγοντες· Τί οὖν τὰ ἔμβρυα τελευτῶντα εἰς γνῶσιν Θεοῦ προκόπτουσι, μὴ πεπειραμένα ἡδέων καὶ λυπηρῶν καὶ ἀπεντεῦθεν διδαχθέντα περὶ Θεοῦ; Πρὸς οὓς ἐροῦμεν ὅτι τὸ ἔμβρυον τὸ λογικὸν γευσάμενον, ὡς ἔπος εἰπεῖν, τῆς μητρῴας γαστρόςἀμυδρῶς πως ὡς σύμβολον οὖσα τούτου τοῦ κόσμου ἡ μητρῴα γαστήρ, ἐν ᾗ καὶ θερμότης καὶ ψυχρότης καὶ ξηρότης καὶ ὑγρότης ὑπάρχει, λαμβάνον γνῶσιν ἐν τῇ μελλούσῃ καταστάσει ὑπομιμνῄσκεται καὶ εἰς αἴσθησιν ἔρχεται τῆς μητρῴας γαστρός, ἐν ᾗ πεπείραται μερικῶς καὶ αὐτὸ τῆς τοιαύτης καταστάσεως. Ἔτι δὲ ὁρᾷ καὶ τὰ στοιχεῖα καὶ τὸν σύμπαντα κόσμον ἱστάμενον ὡς διδάσκαλον, καὶ διὰ τῆς τελείας γνώσεως ἀναλογιζόμενον εὐθέως εἰς ἐπίγνωσιν καὶ αὐτὸ ἔρχεται τοῦ παρεληλυθότος βίου, ἐν ταὐτῷ καὶ τῆς ἐπιγνώσεως τοῦ Θεοῦ τοῦ δημιουργήσαντος τὰ πάντα. Περὶ δὲ τῆς κρίσεως αὐτῶν, αὐτῷ τῷ Θεῷ παραχωροῦμεν· οὐ γὰρ ἐνδέχεται ἡμᾶς εἰδέναι πάντα ἐν τῷδε τῷ βίῳ. Μόνον δὲ λέγομεν, ὡς ἔστι λέγειν, ὅτι μέσα τινά εἰσι, μήτε στεφάνους ληψόμενα, μήτε τιμωρίας ὑπομένοντα, τῆς μὲν γὰρ τιμωρίας ἐλευθερούμενα διὰ τὸ μὴ ἀπολαῦσαι τῶν ἀγαθῶν τοῦ βίου τούτου, τῶν δὲ στεφάνων στερισκόμενα ὡς μὴ καμόντα ἐν τῷδε τῷ βίῳ. Εἰ δὲ καὶ τοῦτο εἴποι τις ὅτι ἑκάστου αὐτῶν ὡς ἂν ἐπίσταται ὁ Θεός, εἰ ἐπέμενον ζῶντα, τὴν διαγωγὴν καὶ τὴν πολιτείαν, οὕτως αὐτὰ κρινεῖ, οὐκ ἀποβαλλόμεθα τὸν νοῦν, ἀλλὰ παραχωροῦμεν τοῖς πλέον τι εἰδόσιν. Ἡμεῖς γὰρ περὶ κρίσεως τὸ τέλειον οὐκ ἐπιστάμεθα, τῷ Θεῷ τὸ δοκοῦν πάντως καλὸν καὶ σοφὸν λογιζόμενοι, ὁμολογοῦντες ἐν τούτῳ τὴν ἡδίστην ἧτταν καὶ στεφανηφοροῦντες ἐπὶ τῇ τοιαύτῃ ἀγνοίᾳ κατὰ τὸν μέγαν ἀπόστολον Παῦλον·" Ἐκ μέρους γινώσκομεν, φήσαντος, καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται", τελείως τότε γινωσκόντων ἡμῶν, καθὼς δεῖ γνῶναι, καὶ τελείων πάντων ἀνισταμένων, καθάπερ πάλιν λέγει ὁ Ἀπόστολος·" Μέχρις οὗ καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ." Πάλιν δὲ ἀπορήσουσιν ἡμῖν ἐν τούτῳ, πῶς ὁ μικρὸς τῷ σώματι τέλειος ἀνίσταται, καὶ πῶς ὁ πηρὸς καὶ ὁ χωλός, ἢ ὁ ἀποκεκομμένος ἓν τῶν μελῶν, σῶος καὶ πληρέστατος ἀνίσταται· ἀκουσάτω παρ' ἡμῶν καὶ γραφικῶς καὶ φυσικῶς ὅτι ὥσπερ ὁ Θεὸς λαβὼν τὴν πλευρὰν τοῦ Ἀδὰμ σμικρότατον αὐτοῦ μέλος οὖσαν καὶ ᾠκοδόμησεν αὐτὴν εἰς τελείαν γυναῖκα, τὸ περισσὸν ἀπορρήτῳ λόγῳ ἀναπληρώσας, καὶ ὥσπερ συνάπτεται τὸ ἀνδρόγυνον πολλάκις τυφλὸν ὂν ἢ ἀποκεκομμένον καὶ τὸ τικτόμενον ἐξ αὐτῶν σῶον καὶ ὑγιὲς τίκτεται, οὕτω πιστευτέον, ἤτοι καὶ νοητέον, ἐπὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ὡς ἀναγεννωμένων ἡμῶν ἐκ τῶν τάφων κρείττονα γέννησιν ἤπερ ἐκ μήτρας. Διαγράψω δέ σοι, προσφιλέστατε, καὶ τὸ σχῆμα τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τοῦ κατὰ μεσόθεν στερεώματος, καὶ τὴν σκηνὴν τὴν διὰ Μωϋσέως κατασκευασθεῖσαν, ἣ καὶ ἐκτύπωμα τυγχάνει παντὸς τοῦ κόσμου, ἔτι δὲ καὶ τῶν ἔξωθεν τὴν πολύφημον σφαῖραν, ἵνα γνῷς καὶ δι' αὐτῆς τῆς ὄψεως ὡς ἁρμοδίως τῷ σχήματι καὶ ἡ θεία Γραφὴ καὶ τὸ χριστιανικὸν κήρυγμα διαλέγεται, τῆς δὲ ἔξωθεν σφαίρας παντελῶς ἀπηλλοτρίωται. Παραγραφαὶ ἁρμόζουσαι ἐκ τῆς θείας Γραφῆς περὶ τοῦ σχήματος τοῦ οὐρανοῦ καὶ τῆς γῆσ" Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν"· τούτων ὡς περιεκτικῶν ἐμνημόνευσε συνσημάνας καὶ ἔσωθεν τούτων τὰ ἅμα αὐτοῖς γενόμενα, καὶ πάλιν·" Καὶ συνετελέσθη ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν", ὡσανεὶ πάλιν περιεκτικῶν αὐτῶν ὄντων καὶ παντὸς τοῦ κόσμου αὐτῶν ἔνδον αὐτῶν ὑπάρχοντος, καὶ πάλιν·" Ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς", ὡσανεὶ πάλιν ἔνδον αὐτῶν πάντων ὑπαρχόντων καὶ περιεκτικῶν αὐτῶν ὄντων, καὶ πάλιν·" Καὶ κατέπαυσεν ὁ Θεὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι", ὡσανεὶ ὅτι καὶ ἤρξατο δημιουργεῖν καὶ ἔληξε δημιουργῶν, καὶ πάλιν·" Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς", ὡσανεί· Αὕτη ἡ βίβλος διηγεῖται τὴν γένεσιν τοῦ παντὸς κόσμου, ἥτις περιγράφεται ἐν οὐρανῷ καὶ γῇ. Καὶ πάλιν περὶ τοῦ σχήματός φησιν Ἠσαΐας·" Ὁ στήσας τὸν οὐρανὸν ὡς καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν"· τὸ μὲν" ὡς καμάραν" περὶ τοῦ πρώτου, τὸ δὲ" διατείνας ὡς σκηνὴν" περὶ τοῦ δευτέρου εἰρηκὼς δηλονότι ὡς οἶκον λέγει, ἔνθα οἰκοῦσιν, ἤγουν κατασκηνοῦσί τινες. Καὶ πάλιν ὁ Δαυΐδ·" Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν" περὶ τοῦ στερεώματος λέγων·" ὡσεὶ δέρριν" δὲ λέγει, ὡσανεὶ τὰ σκεπάσματα τὰ ἄνωθεν σκέποντα τὴν σκηνήν, οἷα δ' ἂν εἶεν, εἴτε τρίχινα εἴτε ἱμάτια· δέρριδες γὰρ κυρίως καλοῦνται τὰ ἄνωθεν σκεπάσματα τὰ σκέποντα τὴν σκηνήν, ἀμέλει ἐπιφέρει·" Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ", σαφέστερον καὶ στέγην καὶ περὶ αὐτοῦ τοῦ στερεώματος ἐξειπών. Περὶ τοῦ κεκολλῆσθαι τὸν οὐρανὸν τῇ γῇ οὕτω φησὶν ἐν τῷ Ἰώβ·" Οὐρανὸν δὲ εἰς γῆν ἔκλινε· κέχυται δὲ ὥσπερ γῆ κονία· κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθον κύβον", σημαίνων ὅτι κέκλιται εἰς γῆν καὶ κεκόλληται ὡς κύβος κάτωθεν, ὡσανεὶ τετράγωνος. Περὶ τοῦ μηδὲν εἶναι ὑποκάτω τῆς γῆς οὕτως φησὶν ἐν τῷ Ἰώβ·" Ὁ κρεμνῶν τὴν γῆν ἐπ' οὐδενός", ὡσανεὶ μὴ ἔχουσαν ὑποκάτω τι, ὁμοίως πάλιν ἐν αὐτῷ·" Ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν;" ὡσανεὶ οὐκ ἔστι τι ὑποκάτω, ἐν ᾧ πέπηγεν. Ἐν δὲ τῷ Δαυῒδ οὕτως λέγει·" Ἐθεμελίωσας τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς", ἵνα εἴπῃ αὐτὴν ἐφ' ἑαυτὴν θεμελιωθεῖσαν καὶ οὐχὶ ἐπί τινος. 1) Τὰ ὀπίσθια τῆς σκηνῆς· στῦλοι ἓξ ἀπὸ πήχεως μιᾶς ἥμισυ γίνονται πήχεις ἐννέα καὶ δύο στῦλοι εἰς τὰς γωνίας ἀπὸ πήχεως ἥμισυ γίνονται τῶν ὀκτὼ στύλων πήχεις δέκα· τοῦτο τὸ πλάτος τῆς σκηνῆς. 2) Ἔχουσα βῆλον συρτὸν λεγόμενον ἐπίσπαστρον. 3) Μοχλοὶ διὰ τῶν ψαλίδων διϊκνούμενοι. 4) Μοχλὸς μέσος διὰ τῶν σανίδων διϊκνούμενος. 5) Μοχλοὶ διὰ τῶν ψαλίδων διϊκνούμενοι. Τύπος οὖν ἐστι πᾶσα ἡ σκηνὴ τοῦ παντὸς κόσμου, καθὰ διηγεῖται ὁ θεῖος Ἀπόστολος, περὶ μὲν τῆς ἐξωτέρας οὕτως λέγων·" Εἶχε μὲν γὰρ καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν"," κοσμικὸν" αὐτὴν φήσας, ὡσανεὶ τοῦ κόσμου τούτου τύπον ὑπάρχουσαν, περὶ δὲ τῆς ἐσωτέρας οὕτω φησίν·" Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν"," ἀληθινὴν" μὲν τὸν οὐρανὸν εἰπών," ἀντίτυπα" δὲ τὴν ἐσωτέραν σκηνήν. Κατανοείτω οὖν ὁ ἀναγινώσκων τῷ σχήματι τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῷ ἐκτυπώματι, τουτέστι τὴν σκηνήν, πῶς ἁρμόδια πάντα τυγχάνουσι τῷ δόγματι τῷ χριστιανικῷ, ὅτι δύο χῶροί εἰσι τοῦ παντὸς κόσμου, οὗτος καὶ ὁ ἀνώτερος, ἡτοιμασμένοι ἀπὸ καταβολῆς κόσμου· οὗτος μὲν ἐν τῇ νῦν καταστάσει δέδοται ἀγγέλοις καὶ ἀνθρώποις, καὶ ὁ ἀνώτερος ἐν τῇ μελλούσῃ καταστάσει ἐξ ἀναστάσεως νεκρῶν δίδοται τοῖς δικαίοις ἀνθρώποις καὶ ἀγγέλοις. Ἡ γὰρ τῶν ἔξωθεν πολύφημος σφαῖρα οὐχ ἁρμόζει καθόλου τῷ χριστιανικῷ κηρύγματι, ἀλλὰ μᾶλλον τούτοις ἁρμόζει τοῖς ἀνάστασιν νεκρῶν μὴ ἐλπίζουσι, μήτε ἑτέραν κατάστασιν παρὰ ταύτην, τοῖς ἀεὶ ἐν γενέσει καὶ φθορᾷ διάγειν τὸν σύμπαντα κόσμον λέγουσιν. Παραγραφή Εἰ μὲν εἰς τὴν πρώτην σφαῖραν, ἔνθα ἐστὶν ἡ Σελήνη, λέγουσιν οἱ τῆς πλάνης διδάσκαλοι τὸν Δεσπότην Χριστὸν εἰσιέναι, πρέπον μὲν ἐν πρώτοις τῇ αὐτῶν πλάνῃ ὅτι μετὰ τῆς θεοῦ αὐτῶν λέγουσιν αὐτὸν διάγειν· δεύτερον ὅτι ναστῆς οὔσης τῆς σφαίρας εἰπάτωσαν, εἰ ἅμα τῆς Σελήνης, ὡς ἰχθὺς ἐν ὕδατι, διατέμνει τὸ οὐράνιον σῶμα τὴν ἐναντίαν βαδίζων, ἢ τὴν εὐθεῖαν ἅμα τῷ παντὶ βιαίως κυλίεται, ἅπερ καὶ ταῦτα καταγέλαστα· τρίτον ὅτι ὑπεράνω αὐτοῦ εἰσιν οἱ ἕτεροι πλανῆται ὑμῶν θεοί, λέγω δὴ Ἑρμῆς, Ἀφροδίτη, Ἥλιος, Ἄρης, Ζεύς, Κρόνος, ὁ πατὴρ τῶν θεῶν ὑμῶν, οἷς δεκαδύο ζῳδίων καὶ οἱ τριάκοντα ἓξ δεκανοί. Καὶ πῶς οὐ ψεύδεται καθ' ὑμᾶς ὁ Ἀπόστολος φάσκων" ὑπεράνω αὐτὸν" εἶναι" πάσης Ἀρχῆς καὶ Ἐξουσίας καὶ Δυνάμεως, καὶ Κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου"; Εἰ δὲ ἐν τῇ δευτέρᾳ σφαίρᾳ φήσουσιν αὐτὸν εἶναι, τὰ αὐτὰ πάλιν αὐτοῖς ἀπαντήσεται, καὶ εἰ ἐν τῇ τρίτῃ καὶ ἐν τῇ τετάρτῃ καὶ ἐν τῇ πέμπτῃ καὶ ἐν τῇ ἕκτῃ καὶ ἐν τῇ ἑβδόμῃ καὶ ἐν τῇ ὀγδόῃ καὶ ἐν τῇ ἐνάτῃ εἴπωσιν αὐτὸν ὑπεράνω πάντων, εὑρεθήσεται ψεῦδος τὸ παρὰ τῷ Ἀποστόλῳ εἰρημένον, ὅτι ἀπὸ τῆς πρώτης σκηνῆς, τουτέστιν ἀπὸ τοῦ κόσμου τούτου, ἐπὶ τὴν δευτέραν εἰσελήλυθεν ὁ Χριστός, τουτέστιν εἰς τὸν οὐράνιον χῶρον, αἰωνίαν λύτρωσιν εὑράμενος, ἐνάτης οὔσης καὶ οὐ δευτέρας. Ὁ ἀγαπῶν οὖν χριστιανὸς εἶναι τῇ θείᾳ Γραφῇ ἕπεται, καὶ οὐχὶ τῇ ἀπάτῃ τῶν ἔξωθεν ἐπιστηρίζεται, τῇ πολυθεΐαν καὶ ἰσοθεΐαν διδασκούσῃ καὶ ὄλεθρον ταῖς ψυχαῖς ἐμποιούσῃ. Τὸ κείμενον Πασῶν οὖν τῶν σφαιρῶν κατὰ τὸ συνεχὲς κειμένων καὶ ναστῶν οὐσῶν, πῶς ἐνδέχεται νοεῖν ἐν αὐτῷ τῷ σχήματι ἀνάστασιν νεκρῶν ἔσεσθαι καὶ ἄνοδον αὐτῶν γίνεσθαι ἐν οὐρανῷ καὶ βασιλεύειν ἐν οὐρανῷ τοὺς ἀνθρώπους, τουτέστιν ἐν τῇ δευτέρᾳ σκηνῇ, ἔνθα καὶ τὸν Χριστὸν λέγει ἡ Γραφὴ ἤδη εἰσιέναι πρῶτον πάντων, καὶ τὰ ἄλλα πάντα ὅσα προείρηται; Ἀκολούθως γὰρ οἱ ἔξωθεν τὴν σφαῖραν δοξάζοντες οὔτε ἀνάστασιν νεκρῶν ὁμολογοῦσιν, οὔτε τὴν ἄνοδον αὐτῶν τὴν εἰς τὸν οὐρανὸν λέγουσιν, οὔτε ὕδατα λέγουσιν εἶναι ἐπάνω τοῦ οὐρανοῦ, οὔτε ἀλλάσσεσθαι λέγουσι τὸ σχῆμα τοῦ κόσμου τούτου, τουτέστι τὴν περιφορὰν τῶν ἄστρων καὶ τῶν καθεξῆς, οὔτε ὅτι τις ἀνῆλθε μετὰ σώματος παντελῶς εἰς τὸν οὐρανόν, οὔτε ἀνέρχεται. Ἀλλ' οἱ μὲν αὐτῶν τὰς ψυχὰς μόνας μετὰ θάνατον περιπολεύειν σὺν τῇ σφαίρᾳ καὶ ὁρᾶν ἤτοι γινώσκειν πάντα λέγουσιν, οἱ δὲ καὶ μετενσωμάτωσιν βούλονται, ἄλλοι καὶ προβιοτὴν ἀσπάζονται· οἷς καὶ ἕπεται λέγειν ἐξ ἀκολουθίας καταλύεσθαι τὴν σφαῖραν, ἤτοι πάσας, καὶ πᾶσαν σωματικὴν φύσιν ἀπόλλυσθαι καὶ ὑποστρέφειν εἰς τὴν ἀρχαίαν τάξιν τὰς ψυχάς, ὥσπερ καὶ οἱ περὶ τὸν θαυμάσιον Ὠριγένην δοξάζουσι· ἕτεροι δὲ ἀεὶ ἄναρχον καὶ ἀτελεύτητον αὐτὸν τὸν οὐρανόν φασιν εἶναι καὶ ἐν γενέσει καὶ ἐν φθορᾷ ἀεὶ διάγειν τὸν κόσμον, οἷς συνάγεται χαιρεσίκακον μᾶλλον ἢ ἀδύναμον ἢ φθονερὸν τὸν Θεὸν λέγειν, ἤγουν παντελῶς ἀθεΐαν δοξάζειν· ἀνοίκειον γὰρ τὸ οὕτως πάντοτε μένειν τὸν κόσμον ἐν γενέσει καὶ φθορᾷ, καὶ ἕτερα πάμπολλα ἄπορα αὐτοῖς πᾶσιν ἀνακύπτει. Μόνοι δὲ τέλειοι χριστιανοὶ ὑπάρχουσιν ὡς στάχυες εὐσεβείας μέσον ἀκανθῶν καὶ ζιζανίων ὄντες, οἱ πιστεύοντες πάσῃ τῇ θείᾳ Γραφῇ, Παλαιᾷ τε καὶ Καινῇ Διαθήκῃ, καὶ μήτε πρὸ ταύτης τῆς καταστάσεως εἶναι ἑτέραν λέγοντες, μήτε μετὰ τὴν μέλλουσαν ἑτέραν ἀποφαινόμενοι, ἀλλὰ τὰς δύο μόνας, ἃς καὶ ἡ καταγραφὴ ἁρμοδίως δείκνυσιν, ὅτι ἐκ ταύτης τῆς καταστάσεως ἐπὶ τὴν μέλλουσαν καὶ οὐράνιον μετερχόμεθα καὶ πάλιν τότε σὺν Κυρίῳ διάγομεν, καθάπερ πᾶσα ἡ θεία Γραφὴ διαλέγεται, ἀρξάμενον μὲν τὸν Θεὸν δημιουργεῖν, ποιήσαντα δὲ τοὺς δύο χώρους, καὶ παυσάμενον τῆς δημιουργίας κατὰ τὸν ἄνωθεν αὐτοῦ καὶ ἐξ ἀρχῆς σκοπόν. Ἀλλόκοτα τοίνυν συνέγραψεν, ὦ βέλτιστε, ὃν εἴρηκας πεπλασμένον μᾶλλον χριστιανόν, τοὺς οὐρανοὺς καταλύεσθαι λέγων, οὓς καὶ σφαιροειδεῖς δοξάζει κατὰ τὴν ὑποθήκην τῶν ἔξωθεν, καὶ τούτους ἀεὶ περιστρέφεσθαι, μύθους μᾶλλον γραώδεις ἀναγραψάμενος ἢ χριστιανικὰ δόγματα, οὐδενὶ τὸ σύνολον ἀκολουθήσας, εἰ μὴ ἐκ μέρους τῷ χρηστῷ Ὠριγένῃ· τῆς γὰρ δόξης τῶν χριστιανῶν παντελῶς ἠλλοτρίωνται τὰ παρ' αὐτοῦ συγγραφέντα. Ὑμέτερον δὲ ἂν εἴη λοιπὸν κρῖναι καὶ συγκρῖναι ἕκαστον δόγμα καὶ σχῆμα καὶ σκοπῆσαι ποίῳ δόγματι καὶ σχήματι χρὴ τὸν ἀληθῶς χριστιανὸν τὸν εὐσεβεῖν βουλόμενον προστεθῆναι. Πολλὴν γὰρ ἀπάτην ὁρῶ καὶ δόλον τοῦ συγγραψαμένου τοὺς μύθους, καὶ τῷ οὐρανῷ τὸ σφαιρικὸν σχῆμα δωρουμένου καὶ πάλιν τοῦτον καταλύεσθαι λέγοντος. Ἐγὼ γάρ, ὦ προσφιλέστατε, οὕτως κατὰ τὴν θείαν Γραφὴν φρονῶ, θαρρῶ δὲ καὶ σὲ τοιοῦτον εἶναι οἷος κἀγώ, χριστιανὸν ἑπόμενον ταῖς θείαις Γραφαῖς καὶ τῇ παραδόσει τῆς ἁγίας Ἐκκλησίας φασκούσῃ· Πιστεύω εἰς ἕνα Θεόν, τουτέστι Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον, καὶ εἰς σαρκὸς ἀνάστασιν, εἰς μίαν ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν, ὡς καὶ αὐτὸ τὸ Σύμβολον λέγει· πιστεύω ἀνάστασιν ἔσεσθαι νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Καὶ ὡς οἱ ἱερεῖς ὁμοίως εὔχονται περὶ μὲν τῶν προσφερόντων οὕτως λέγοντες· Τὸ εὐχαριστήριον τῶν δούλων σου πρόσδεξαι εἰς τὸ οὐράνιον καὶ ἐλλόγιμόν σου θυσιαστήριον, εἰς τὰ μεγέθη σου τῶν οὐρανῶν, ἀποδιδοὺς αὐτοῖς ἀντὶ φθαρτῶν ἄφθαρτα, ἀντὶ προσκαίρων αἰώνια, ἀντὶ ἐπιγείων οὐράνια, περὶ δὲ τῶν κεκοιμημένων οὕτως· Τὴν ψυχὴν τοῦδε ἀνάπαυσον συνανεγείρων καὶ τὴν σάρκα αὐτοῦ ἐν ᾗ ἂν ἡμέρᾳ ὥρισας κατὰ τὰς ἀληθεῖς καὶ ἀψευδεῖς σου ἐπαγγελίας, οἷς κἀγὼ ἐπισυνάπτω ἐπευχόμενος ἅμα αὐτοῖς τὸ ὑπόλοιπον λέγων· Ἡμῖν δὲ χριστιανὰ τὰ τέλη καὶ εὐάρεστα ἐνώπιόν σου χάρισαι, εἰς τοὺς αἰῶνας. Ἀμήν. Χριστιανοῦ πρὸς Ἀναστάσιον περὶ οὐρανοῦ, τοῦ γραμματικοῦ αἰτησαμένου Ἀνατολίου/* 8. τ ΛΟΓΟΣ Η Εἰς τὴν ᾠδὴν Ἐζεκίου, βασιλέως τῆς Ἰουδαίας, καὶ εἰς τὸν ἀναποδισμὸν τοῦ ἡλίου*/ Εὖ εἰδώς, ὦ φίλε Πέτρε, τὸ δυσάρεστον τῶν ἀνθρώπων γένος ὄκνῳ πολλῷ κατειχόμην ἐπὶ τῇ ὑμετέρᾳ κελεύσει. Οἱ μὲν γὰρ τῶν ἀνθρώπων αὐτὸ τοῦτο τοὺς συγγράφειν τι ἐθέλοντας ψέγουσιν ὡς εἰς πράγματα καθιέντας ἑαυτούς, ἐξὸν αὐτοῖς ἀπηλλάχθαι καμάτου καὶ ἡσύχου διατριβῆς ἀπολαύειν· οἱ δὲ καὶ τὰ ἐπίπονα, ὡς μηδὲν λογιζόμενοι τὴν γραφήν, ἐν κρυπτῷ θέντες ἠρεμοῦσιν· ἕτεροι δὲ πόθῳ μὲν ἄρχονται τῆς ἀναγνώσεως, εἶτα κατολιγωρήσαντες τῶν τετραπόδων τὸ μέτρον ποιοῦνται· οἱ δὲ καὶ ἐν λόγῳ ὄντες τὸ χεῖρον ποιοῦσι· παρευδοκιμεῖσθαι γὰρ ἡγούμενοι τῇ τῶν νέων συγγραφῇ οὐδὲ προσέχειν αὐτῇ ἀξιοῦσιν, εἰ καὶ λίαν γενναίως συγγράφοιντο οἱ συγγραφόμενοι· πᾶς δὲ ἰδιώτης ἀγνοίᾳ φερόμενος καὶ τὰ καλῶς λεγόμενα ψέγει, καὶ ἁπλῶς εἰπεῖν, πάντων εὔπορος ἡ διαβολὴ καὶ πολλὰς ὕλας τοῦ σκώπτειν ἔχουσα πρὸς τὴν τῶν ψόγων κατασκευήν, ἣν ὁ φθόνος ἀφθόνως χορηγεῖ. Ταῦτα κατ' ἐμαυτὸν λογιζόμενος ἀνεβαλλόμην, πολλάκις σου ὀχλήσαντος καὶ τὴν ᾠδὴν τοῦ μακαρίου Ἐζεκίου ἐγγρά φως παρ' ἡμῶν ἑρμηνευθῆναι αἰτήσαντος. Ἀλλ' οὐκ οἶδ' ὅπως αὐτὸς νενίκηκας νῦν, ὦ θαυμασιώτατε, καὶ τὸν ὄκνον ἀφείλου τὸν ἡμέτερον, τοὺς τὸ πονεῖν προῃρημένους μὴ λείπειν φάσκων ἐν τῷ βίῳ, οἷς σπουδὴ τὰ πάντων ἀναγινώσκειν καὶ" δοκιμάζειν τὰ διαφέροντα" κατὰ τὸν θεῖον Ἀπόστολον, ὧν εἷς τυγχάνεις καὶ αὐτός. Ἄξιον γὰρ καὶ τοῦτο τῆς σῆς φιλοπονίας, μαθεῖν βουλόμενος, εἴ τι χρήσιμόν ἐστι λαβεῖν ἐξ αὐτῆς· τό τε γὰρ πεπεῖσθαι ὡς οὐδὲ τὸ σμικρότατον εἶναι δοκοῦν τῆς θείας Γραφῆς ὀλίγην τινὰ παρέχειν τὴν ὠφέλειαν δύναται τῆς σῆς ἂν εἴη περὶ ταῦτα συνέσεως, καὶ μὴν καὶ τὸ διὰ σπουδῆς ἔχειν περὶ ἁπάντων μανθάνειν τί τὸ ἐν αὐτοῖς χρήσιμον οὐ πόρρω καθέστηκε τῆς σῆς φιλοπονίας. Ἐγὼ μὲν οὖν, ἐπειδὴ τὴν τοῦ Ἄσματος τῶν ᾀσμάτων ἑρμηνείαν σὺν Θεῷ ἤμελλον πληροῦν, ἣν ὁ κοινὸς καὶ θαυμάσιος φίλος Θεόφιλος ἡμᾶς ᾐτήσατο, ὡς οἶσθα καὶ αὐτός, ἕως τοῦ νῦν ἀνεβαλλόμην· νυνὶ δὲ πληρώσας ἄρξομαι καὶ τὴν σὴν αἴτησιν βουλήσει τοῦ ἁγίου Πνεύματος πληροῦν, οὗ ἄνευ οὐδὲν τῶν ἀγαθῶν ἡμῖν ἐγγενέσθαι δυνατόν. Τὸν σκοπὸν δὲ δι' ὃν τὴν ᾠδὴν ἐξεῖπε προλέγω πρῶτον, εἶθ' οὕτω τὴν κατὰ μέρος ἑρμηνείαν· ἅμα δὲ καὶ τί τὸ ἐν αὐτοῖς χρήσιμον διαγγελῶ· οὕτω γὰρ σαφεστέρα τῶν λεγομένων ἡ δύναμις γενήσεται. Ἐζεκίας τοίνυν ὁ μακάριος τῶν Ἰουδαίων βασιλεὺς ὑπάρχων, εὐσεβὴς πάνυ γενόμενος καὶ ἐνάρετος καὶ τῷ Θεῷ μεμελημένος, ἐθεώρει τὸν μακαρίτην Δαυῒδ πολλοὺς ψαλμοὺς εἰς αὐτὸν προειρηκότα, ὧν εἷς τυγχάνει ὁ ἐννεακαιδέκατος καὶ ὁ εἰκοστὸς ὁμοίως καὶ ἕτεροι πλεῖστοι, ἔτι δὲ καὶ τὴν ἐπὶ τοῦ πατρὸς αὐτοῦ Ἀχὰζ γενομένην ὑπὸ Ἠσαΐου προφητείαν, τὴν" ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν", εἰς ἑαυτὸν ἑλκύσας καὶ ἀνθρώπινόν τι παθὼν ἐπήρθη τῷ λογισμῷ, οἰόμενος ἑαυτὸν εἶναι τὸν προφητευόμενον χριστόν. Ὅθεν τὰ πρῶτα κοινωνῆσαι βίῳ οὐχ εἵλετο διὰ τὸ ἑτέραν ὑπόνοιαν εἶναι ἐν Ἰουδαίοις, ὅτι ὁ χριστὸς ὅταν ἔρχεται οὐδέποτε ἀποθνῄσκει, ἀλλὰ μένει εἰς τὸν αἰῶνα, ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ ἔλεγον·" Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα." Ταύτης οὖν τῆς δόξης ὢν ὁ Ἐζεκίας οὐ κατεδέξατο σύμβιον λαβεῖν καὶ ποιῆσαι διαδοχὴν γένους, τουτέστι τέκνα, ἀεὶ ζῆν νομίζων. Ὅτε δὲ συνέβη τὸν Σεναχηρεὶμ τὸν τῶν Ἀσσυρίων βασιλέα πολεμῆσαι τὴν Ἰουδαίαν, ἀνελθεῖν δὲ καὶ ἐν Ἱερου σαλὴμ πορθῆσαι αὐτήν, ἀκούσας τὰ παρὰ τοῦ θεομάχου Ῥαψάκου λελεγμένα ὁ Ἐζεκίας, ἔτι δὲ καὶ τὰ παρ' αὐτοῦ τοῦ Σεναχηρεὶμ γραφέντα αὐτῷ, διαρρήξας τὴν βασιλικὴν ἐσθῆτα καὶ ἐνδυσάμενος σάκκον καὶ χοῦν πασάμενος εἰσῆλθεν ἐν τῷ ναῷ, ἱκετεύων τὸν Θεὸν ῥυσθῆναι ἐκ τῶν Ἀσσυρίων. Εἰσακουσθέντος δὲ αὐτοῦ, καὶ ἀναιρεθέντων ἐν μιᾷ νυκτὶ διὰ τοῦ ἀγγέλου ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδων ἐκ τῆς βοηθείας τῶν Ἀσσυρίων, καὶ νίκης αὐτῷ παραδόξου καὶ τηλικαύτης γενομένης ὑπὸ τοῦ Θεοῦ, ἐπεβεβαίωσεν ἐπὶ πλέον τὴν ὑπόνοιαν, ἣν εἶχε πρότερον, ἑαυτὸν πάντως εἶναι λέγων τὸν προφητευόμενον χριστόν. Ὅθεν πάλιν ἐκ τῆς ἐπάρσεως τοῦ λογισμοῦ φαντασθεὶς ὑπὲρ ἑαυτὸν οὐκ εἰσῆλθε μετὰ τὴν νίκην ἐν τῷ ναῷ, κατὰ τὸ δέον, εὐχαριστῆσαι καὶ δοῦναι δόξαν τῷ Θεῷ, ἀλλὰ μεγάλα ἐφρόνει καθ' ἑαυτόν, ὡς γέγραπται ἐν ταῖς Παραλειπομέναις ὅτι·" Ἐταπεινώθη Ἐζεκίας ἀπὸ ὕψους καρδίας αὐτοῦ", καί·" Κατέλιπεν αὐτὸν Κύριος τοῦ πειρᾶσαι αὐτόν, εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ". Ὁ δὲ φιλάνθρωπος Θεός, ὁ ἀεὶ τὴν σωτηρίαν τῶν ἀνθρώπων πραγματευόμενος, ἐκστῆσαι αὐτὸν βουλόμενος τῆς ὑπονοίας ἐκείνης, ἣν ὡς ἄνθρωπος παριδὼν ὑπώπτευσεν, ἔτι δὲ καὶ μνησθεὶς αὐτοῦ τῶν ἀρετῶν, οὐκ εἰς τέλος εἴασε καταπεσεῖν, ἀλλὰ πέμπει αὐτῷ ἀρρωστίαν εἰς ἀπόγνωσιν ἄγουσαν θανάτου. Καί φησιν Ἠσαΐας ὁ προφήτης εἰσελθὼν πρὸς αὐτόν·" Τάξαι περὶ τοῦ οἴκου σου· ἀποθνῄσκεις γὰρ σὺ καὶ οὐ ζήσῃ", ὁμοῦ τὰς δύο δόξας ἀνελὼν ἀπ' αὐτοῦ. Οἱ μὲν γὰρ τῶν Ἰουδαίων ἔλεγον μηδέποτε τὸν χριστὸν ἀποθνῄσκειν, οἱ δὲ ὅτι ἀποθνῄσκει μέν, ἀνίσταται δὲ ἀπὸ νεκρῶν. Τῷ οὖν εἰπεῖν ὅτι" ἀποθνῄσκεις σὺ" ἀνεῖλεν ἀπ' αὐτοῦ τὴν μίαν, δι' ἧς ἐνόμιζεν ἑαυτὸν μὴ ἀποθνῄσκειν ποτέ, τῷ δὲ προσθεῖναι καὶ εἰπεῖν" καὶ οὐ ζήσῃ" ἀνεῖλε καὶ τὴν ἑτέραν, δι' ἣν ἕτεροι ἔλεγον ὅτι ἀνίσταται ἀπὸ νεκρῶν· δι' ἑκατέρων γὰρ ἐδιδάχθη μὴ εἶναι ὁ χριστός, ὡς ὑπώπτευσεν ἑαυτόν. Εἶτα συνιεὶς ὁ Ἐζεκίας καὶ κλαύσας πικρῶς καὶ μετανοήσας καὶ στραφεὶς ἐν τῇ κλίνῃ ἐπὶ τὸν τοῖχον, ἔνθα συνέβαινεν εἶναι τὸν ναόν, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ποιεῖν, προσέχων δῆθεν τῷ ναῷ τὴν δέησιν ἐποιεῖτο. Ἐπιστραφεὶς δὲ τοῖς λογισμοῖς καὶ ἀνορθωθεὶς τὴν διάνοιαν, ἅτε δὴ εἰσακουσθεὶς καὶ τῆς ἀρρωστίας ἀπαλλαγεὶς καὶ προσθήκης ζωῆς ἐτῶν δεκαπέντε ἀξιωθεὶς καὶ ἑτέρῳ σημείῳ παραδοξοτέρῳ πιστωθείς, λέγω δὴ τῷ ἀναποδισμῷ τοῦ ἡλίου, οὗ τὴν αἰτίαν μικρὸν ὕστερον ἐρῶ, τότε ᾖσε τὴν ᾠδὴν τῷ Θεῷ δηλῶν ἐν αὐτῇ ἕκαστα τῶν προειρημένων· φησὶ γὰρ οὕτως·" Ἐγὼ εἶπα· Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορεύσομαι", ὡσανεί· Τοῦτον ἀεὶ τὸν λογισμὸν ἔσῳζον παρ' ἐμαυτῷ λέγων ὅτι ἀεὶ ζῶ καὶ οὐδέποτε τελευτῶ· τῷ γὰρ εἰπεῖν" ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορεύσομαι" ἐδήλωσεν ὡς οὐδέποτε κολοβωθήσονται αἱ ἡμέραι αὐτοῦ, καὶ ὥς τινος κατὰ ἀποσιώπησιν αὐτῷ λέγοντος ὅτι· Ταῦτά σου ἐνθυμουμένου, τί σοι συμβέβηκεν; ἐπάγει καί φησιν·" Ἐν πύλαις ᾅδου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα", ὡσανεί· Τοιαῦτά μου διαλογιζομένου, ἀθρόως ἀρρωστίᾳ δεινῇ περιπεσὼν ἔγνων μηκέτι τοῦ λογισμοῦ τοῦ προτέρου ἔχεσθαι, ἀλλ' ἐν τῷ ᾅδῃ διατρίβειν τὰ ἔτη τὰ ἐπίλοιπα." Εἶπα· Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ Θεοῦ ἐπὶ τῆς γῆς"· τὸ" σωτήριον τοῦ Θεοῦ" ἐνταῦθα τὸν Χριστὸν σημαίνει· οὕτως γὰρ καὶ Συμεὼν ἐν Εὐαγγελίοις δεξάμενος τὸν Χριστὸν εἰς τὰς ἀγκάλας τὸν Θεὸν παρεκάλει ἀπολυθῆναι τῆς ζωῆς, ἐπεὶ ἑωράκασιν οἱ ὀφθαλμοὶ αὐτοῦ τὸ σωτήριον τοῦ Θεοῦ, ὡσανεὶ αὐτὸν τὸν Χριστόν·" ἦν γὰρ αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος μὴ ἰδεῖν θάνατον, ἕως ἴδῃ τὸν Χριστὸν Κύριον". Τοῦτο οὖν ἐνταῦθα ὁ Ἐζεκίας βούλεται δηλοῦν λέγων ὅτι· Οὐ μόνον ἀπέστην τοῦ λογισμοῦ ἐκείνου καὶ πέπαυμαι τὰ ὑπὲρ ἐμὲ φανταζόμενος, ἀλλ' οὐδὲ αὐτὸν τὸν χριστὸν ἀξιοῦμαι ἰδεῖν ἐπὶ τῆς γῆς, πέντε καὶ δέκα μόνα ἔτη λοιπὰ ἔχων ζῆσαι." Οὐκέτι οὐ μὴ ἴδω ἄνθρωπον ἐκ τῆς συγγενείας μου", ἵνα εἴπῃ· Μετὰ γὰρ τὰ δεκαπέντε ἔτη τῆς προθεσμίας τῆς ζωῆς, ἧς ἔλαβον παρὰ τοῦ Θεοῦ, τελευτῶν οὐ μόνον ἔτι ἐκεῖνον οὐκ ἀξιοῦμαι ἰδεῖν, ἀλλ' οὐδέ τινα τῶν ἀνθρώπων, οὐδὲ τῆς συγγενείας μου." Κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου", ἵνα εἴπῃ· Ἀποβαλλόμενος τοίνυν τὸν πρότερον λογισμὸν καὶ τὸ δέον τοῦ λοιποῦ λογισάμενος ἔγνων ὅτι τέλος ζωῆς σχήσω." Ἐξῆλθε καὶ ἀπῆλθεν ἀπ' ἐμοῦ, ὥσπερ ὁ καταλύων σκηνὴν πήξας", ἵνα εἴπῃ· Καὶ τοσοῦτον ἀπέστη τῆς ἡμετέρας διανοίας ὁ πρότερος τῆς ὑπερηφανίας λογισμός, ὡς ἄν τις πήξας σκηνὴν εὐθέως αὐτὴν καταλύσῃ." Τὸ πνεῦμά μου παρ' ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν", τουτέστι· Παρ' ὀλίγον δὲ καὶ αὐτὴ ἡ ψυχή μου κατέλιπέ με, ὥσπερ ἱστὸς γυναικὸς ἐριθευομένης ἕτοιμος τοῦ τμηθῆναι." Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωῒ ὡς λέοντι, οὕτως συνέτριψε πάντα τὰ ὀστᾶ μου· ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην", ἵνα εἴπῃ· Ἐν ἐκείνῳ τοίνυν τῷ καιρῷ τῆς ἐμῆς ἀρρωστίας, ὥσπερ λέοντι φοβερῷ συντρίβοντι ὀστᾶ, οὕτως τῷ πυρετῷ παρεδόθην ἀδιαλείπτως, ἀφ' ἕωθεν ἕως ἑσπέρας καὶ ἀπὸ ἑσπέρας ἕως πρωῒ συντριβόμενος ὑπ' αὐτοῦ." Ὡς χελιδών, οὕτω φωνήσω, καὶ ὡς περιστερά, οὕτως μελετήσω", τουτέστιν· Ἐν αὐτῷ τῷ καιρῷ οὕτως ἥμην ἀφιεὶς τὴν φωνήν, ὥσπερ ἡ χελιδὼν ἀφίησιν ὀξείας καὶ διατρόμους φωνάς, καὶ οὕτως ἥμην τοῖς πόνοις ὀδυρόμενος, ὥσπερ ἔθος ταῖς πελειάσι μελετᾶν. Τὸ δὲ" φωνήσω" καὶ" μελετήσω" ἀντὶ τοῦ ἐφώνησα καὶ ἐμελέτησα κεῖται, χρόνος ἀντὶ χρόνου, ὥσπερ καὶ πολλαχοῦ ἐν τῇ θείᾳ Γραφῇ κεῖται τὸ τοιοῦτον ἰδίωμα, ὡς ὅταν ὁ Ἠσαΐας λέγῃ περὶ τοῦ Δεσπότου Χριστοῦ" ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη", ἀντὶ τοῦ ἀχθήσεται." Ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ ἀπὸ τοῦ βλέπειν με εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν Κύριον, ὃς ἐξείλετό με καὶ ἀφείλετό μου τὴν ὀδύνην τῆς ψυχῆς. Κύριε, καὶ περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι", ἵνα εἴπῃ· Καὶ τοσοῦτον ἀνέτεινον τὸ ὄμμα τῆς διανοίας ἀποβλέπων εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, πρὸς σὲ τὸν τῶν ὅλων Σωτῆρα Θεὸν ἀνατιθέμενος τὴν τῆς ἐμῆς ψυχῆς ὀδύνην, ἣν καὶ ἀφείλου παρ' ἐμοῦ ἀντιστρέψας τὸ τῆς ὑπερηφανίας εἶδος εἰς ταπείνωσιν καὶ ὑπακοὴν θεοσεβείας, ὑπὲρ ἧς καὶ διαπαντός, ὦ Δέσποτα, εὐχαριστῶ σοι." Καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα· εἵλου γάρ μου τὴν ψυχήν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου", ἵνα εἴπῃ· Ἐξήγειρας γάρ μου τὴν πνοὴν τῇ σῇ παρακλήσει καὶ ἔζησα, ἐπέστρεψάς μου τὴν ψυχὴν ἀπολλυμένην, ἧς τὰς ἁμαρτίας εἰς τοὐπίσω ἀπέστρεψας, μὴ ἐάσας ἔτι ταύτας ἐπεκτείνεσθαι ἔμπροσθέν μου." Οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου· οἱ ζῶντες εὐλογήσουσί σε, ὃν τρόπον κἀγώ", ἵνα εἴπῃ· Εἰ γὰρ οὐ συνεχώρησάς με τοῦ ζῆν ἔτι, πῶς ἂν εἶχον ἐπιστρέψαι, ἢ μετανοῆσαι καὶ σωθῆναι, ἢ ἐλπίσαι τὸ παρὰ σοῦ ἔλεος, τῶν ἐν ᾅδου νεκρῶν οὐ δυναμένων τοιοῦτό τι ποιῆσαι; Ἀλλά σου μᾶλλον τῇ σῇ εὐσπλαγχνίᾳ χαρισαμένου μοι τὸ ζῆν εὐλογήσω καὶ δοξάσω σε διὰ παντός, ὥσπερ καὶ πᾶς ζῶν ὀφειλέτης ἐστὶ ταῦτα ποιεῖν." Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελεῖ τὴν δικαιοσύνην σου, Κύριε τῆς σωτηρίας μου." Ἀλλὰ καὶ ἀπὸ τοῦ νῦν, φησίν, οὐκέτι ἐμαυτὸν ἀπατήσω τὰ ὑπὲρ ἐμὲ φανταζόμενος. Λαμβάνω γὰρ σύμβιον καὶ ποιήσω τέκνα καὶ ταῦτα διδάξω τοῖς σοῖς δικαιώμασιν ἕπεσθαι." Καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ Θεοῦ", ἵνα εἴπῃ· Οὐ μόνον δὲ τὰ τέκνα διδάξω τοῖς σοῖς προστάγμασιν ἕπεσθαι, ἀλλὰ καὶ ἐμαυτὸν κανονίσω παρ' ὅλον τὸν τῆς ζωῆς μου χρόνον εἰς σὴν αἴνεσιν σπεύδειν καὶ κολλᾶσθαι διὰ παντὸς τῷ σῷ ναῷ, μὴ ἀφιστάμενος ἢ ἀμελῶν ἔτι ἐν τοῖς αὐτόθι παραγίνεσθαι. Ταῦτα εἰπὼν ἐν τῇ ᾠδῇ ὁ Ἐζεκίας καὶ διεγερθεὶς ἐκ τῆς ἀρρωστίας, λαβὼν καὶ τῶν δεκαπέντε ἐτῶν τὴν προσθήκην τῆς ζωῆς ἔγημεν εὐθέως καὶ ἐγέννησε τὸν Μανασσῆν, ὃν δώδεκα ἐτῶν ἐάσας πλήρη διάδοχον τὸν βίον ὑπεξῆλθε κατὰ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ, πληρώσας ἐν τῇ βασιλείᾳ μετὰ τὴν ἀρρωστίαν τὰ τῆς προσθήκης τοῦ Θεοῦ ἔτη δεκαπέντε. Καὶ ταῦτα μὲν περὶ τῆς ᾠδῆς· ἅπερ καὶ δῆλα τυγχάνουσι τὰ προειρημένα ἐν τῷ προοιμίῳ ἐκ τῆς κατὰ μέρος ἑρμηνείας, ὡς τὸν προειρημένον λογισμὸν ἀπέσῳζεν ὁ Ἐζεκίας. Ἀρκτέον δὲ λέγειν, ὡς ἐπήγγελμαι, περὶ τοῦ ἀναποδισμοῦ τοῦ ἡλίου, τῆς θείας χάριτος καὶ ἐν τούτῳ ὁδηγούσης ἡμᾶς. Πρῶτον μὲν πῶς συμβέβηκεν εἶναι τὸν οἶκον Ἐζεκίου, καὶ ὅτι δείλης ὀψία ἦν, ὡς ὥρα ἐνάτη, ὅτε τὸ σημεῖον ἐγένετο, καὶ τίς ἡ αἰτία τοῦ τοιούτου σημείου καὶ τί τὸ ἐξ αὐτοῦ κέρδος γενόμενον. Ἡ θύρα τοίνυν τοῦ οἴκου Ἐζεκίου ἔνθα ἦσαν οἱ δέκα ἀναβαθμοὶ ἐπὶ τὴν ἀνατολὴν προσεῖχε· κλίναντος οὖν τοῦ ἡλίου ἐπὶ δυσμὰς περὶ ὥραν ἐνάτην τῆς ἡμέρας, ἀνάγκῃ κατῆλθεν ἡ σκιά, τοῦ οἴκου δυτικωτέρου ὑπάρχοντος τῶν ἀναβαθμῶν, ἕως τοῦ ἐσχάτου τῶν δέκα ἀναβαθμῶν. Τοῦ προφήτου οὖν Ἠσαΐου διὰ στόματος τοῦ Θεοῦ εἰπόντος τῷ Ἐζεκίᾳ τὸ μεσημβρινὸν αἰτήσασθαι σημεῖον, ἢ προβῆναι εἰς τὰ ἔμπροσθεν τὴν σκιὰν δέκα ἀναβαθμοὺς ἢ ὑποστρέψαι τὴν σκιὰν δέκα ἀναβαθμούς, ἀπεκρίνατο Ἐζεκίας λέγων·" Κοῦφον τὴν σκιὰν κλῖναι δέκα ἀναβαθμούς· οὐχί, ἀλλὰ ἐπιστρα φήτω ἡ σκιὰ δέκα ἀναβαθμοὺς εἰς τὰ ὀπίσω." Μετὰ τὸ κλῖναι οὖν τὴν σκιὰν προβάντος τοῦ ἡλίου τοὺς δέκα ἀναβαθμούς, τότε δυνάμει θείᾳ διὰ τῆς εὐχῆς τοῦ προφήτου ἀπεστράφη εἰς τοὐπίσω ὁ ἥλιος, καὶ γέγονε πάλιν μεσουράνιος, καὶ εὑρέθη ἀναδραμοῦσα ἡ σκιὰ τοὺς δέκα ἀναβαθμοὺς κατὰ τὸ Γράμμα τὸ ἱερόν. Εἰ γὰρ ἦν τὸ ἔμπαλιν τρίτη ὥρα τῆς ἡμέρας, οὐδὲ ἡ σκιὰ ἤδη δραμοῦσα ἀνέτρεχεν, οὔτε ὁ ἥλιος ἀνεπόδιζεν εἰς τοὐπίσω, εἰ καὶ συνέβη τὴν θύραν καὶ τοὺς ἀναβαθμοὺς τοῦ οἴκου Ἐζεκίου ἐπὶ τὴν δύσιν ὁρᾶν. Καὶ ταῦτα μὲν περὶ τῆς θέσεως τοῦ οἴκου. Ἡ αἰτία δὲ τοῦ τοιούτου σημείου αὕτη ἐστίν, ὅτιπερ τὰ πολλὰ τῶν ἐθνῶν, τάχα δὲ πάντα, τῇ στρατιᾷ τοῦ οὐρανοῦ μᾶλλον δουλεύοντα τὸν ἥλιον τιμῶσιν, ὡς μείζονα πάντων θεὸν καὶ πατέρα φώτων ὄντα. Τοῦτον οὖν ἀναποδίσαι κελεύσας ὁ Θεὸς ἐδήλωσε πᾶσι τοῖς ἔθνεσιν ἑαυτὸν μὲν εἶναι τοῦ παντὸς Δεσπότην, δοῦλον δὲ τοῦτον ὑπάρχειν καὶ οὐ θεόν· εἰ γὰρ τὸ τηλικοῦτο στοιχεῖον ἀναποδίσαι παρὰ τὴν συνήθειαν προσέταξε, πόσῳ μᾶλλον τοῖς ἥττοσιν ὡς ἰδίοις δούλοις κεχρημένος κελεύειν δύναται; Ἐρῶ δὲ σὺν Θεῷ καὶ τί τὸ ἐντεῦθεν κέρδος ἐγένετο. Ἀναδραμόντος τοίνυν τοῦ ἡλίου, πᾶσι τοῖς ἔθνεσιν ἕως ἐσχάτου τῆς γῆς γνωστὸς γέγονεν, ὥστε καὶ τὸν βαβυλώνιον βασιλέα, Μεωδάχ, υἱὸν τοῦ Λααδάν, πόρρωθεν ὄντα καὶ θεωρήσαντα τὸ σημεῖον εἰς ἔκπληξιν καὶ ἔρευναν ἐλθεῖν τοῦ φοβεροῦ καὶ παραδόξου θαύματος. Θάμβος γὰρ καὶ φόβος περιεῖχεν αὐτὸν τὸν βασιλέα καὶ τοὺς αὐτοῦ μεγιστᾶνας μετὰ σπουδῆς ζητοῦντας, περὶ τὴν ἀστρονομίαν πάντας ἐπτοημένους, τοῦ τοιούτου φοβεροῦ καὶ μεγάλου σημείου τὴν αἰτίαν μαθεῖν. Πολλῆς δὲ ζητήσεως γενομένης, μανθάνει ὡς Ἐζεκίας, ὁ βασιλεὺς τῆς Ἰουδαίας, ἀρρωστίᾳ περιπεσὼν καὶ εἰς ἀπόγνωσιν ἐλθὼν ηὔξατο τὸν Θεόν, καὶ δέδωκεν αὐτῷ ὑγείαν καὶ προσθήκην ζωῆς ἐτῶν δεκαπέντε· ἕνεκα τούτου πρὸς πίστωσιν τῆς ἐπαγγελίας ἐποίησεν ὁ Θεὸς τὸ μέγα καὶ φοβερὸν σημεῖον τοῦτο, ὅτι αὐτός ἐστιν ὁ Θεὸς τῶν θεῶν, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς. Ταῦτα μαθὼν καὶ παιδευθεὶς ἔργῳ ὁ Βαβυλώνιος αὐτὸν εἶναι Θεὸν τοῦ παντὸς τάχιστα πολλὰ δῶρα καὶ πρεσβείαν τῷ Ἐζεκίᾳ ἀπέστειλεν, ὡς δούλῳ γνησίῳ καὶ ἀγαπωμένῳ παρὰ τοῦ Θεοῦ τῶν ὅλων. Ἐν ταὐτῷ δὲ πάλιν διδάσκεται ὡς οὐ σφαῖρα στρεφομένη κατὰ τὴν τῶν Βαβυλωνίων δόξαν, ἣν ὡς ἀπὸ τῆς πυργοποιΐας ἐφ' ὑψηλοῦ ποτε γενόμενοι πρῶτοι ὑπώπτευσαν, ὁ οὐρανὸς ὑπάρχει, ἀλλ' ἱστάμενος καὶ πεπηγὼς εἰς γῆν ὡς καμάρα. Εἰ γὰρ ἦν σφαῖρα, οὐκ ἂν τοῦ παντὸς ἐπὶ τὰ πρόσω στρεφομένου ὁ ἥλιος τὴν ἐναντίαν ἐβάδισε μὴ συμπεριφερόμενος τῷ παντί, ὥστε ὡρῶν τριῶν διάστημα, τουτέστι τέταρτον ἡμέρας, ἀναπο δίσαι, καὶ πάλιν ἕτερον τέταρτον, ἕως ὅτε ἦλθεν εἰς τὸν τόπον, ἐξ οὗπερ τὴν ὑποστροφὴν ἐποιήσατο. Περὶ τούτων δὲ πάντων τῶν σχημάτων ἐν τῇ Χριστιανικῇ καὶ περιεκτικῇ Κοσμογραφίᾳ, ὡς οἶσθα καὶ αὐτός, θαυμάσιε, κατεγράψαμεν, τοῦ θεοφιλοῦς Παμφίλου τοῦ Ἱεροσολυμίτου ἡμᾶς εἰς τοῦτο προτρεψαμένου. Αὐτὸς γὰρ ὁ προφήτης, δι' οὗ γέγονεν ὁ ἀναποδισμὸς τοῦ ἡλίου, ἔργῳ ἀνελὼν διὰ τοῦ φοβεροῦ σημείου τὴν ὑπόνοιαν τῶν Βαβυλωνίων ὡς οὐκ ἔστι σφαῖρα στρεφομένη ὁ οὐρανός, ἀλλὰ πεπλασμένην δόξαν δοξάζουσι, μετ' οὐ πολὺ αὐτοῦ τοῦ οὐρανοῦ τὸ σχῆμα λέγει οὕτως·" Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν", καὶ πάλιν·" Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν", ὁμοῦ καὶ τὸ σχῆμα δηλώσας ὅτι ὡς καμάρα ἐστί, καὶ" στήσας" καὶ" πήξας", καὶ μὴ στρεφόμενον, εἰπών. Τοιαῦτα δὲ συγγραψάμενος, εὔδηλον ὡς καὶ τοὺς Βαβυλωνίους ὠφέλησεν. Ἔνεστι γὰρ μαθεῖν τῷ βουλομένῳ ἐκ τῶν κατὰ τὸν βασιλέα Περσῶν Κῦρον γενομένων. Λαβὼν γὰρ μετὰ χεῖρας τὴν βίβλον Ἠσαΐου καὶ ἀναγνοὺς εὗρεν τὴν περιοχὴν τὴν περὶ αὐτοῦ προρρηθεῖσαν γεγραμμένην· φησὶ γὰρ Ἠσαΐας ἐν τῇ περιοχῇ οὕτως·" Τάδε λέγει ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται. Ἐγὼ ἔμπροσθεν αὐτοῦ πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συγκλάσω καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς ὅτι ἐγὼ Κύριος ὁ Θεός, ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραήλ. Ἕνεκεν Ἰακὼβ τοῦ παιδός μου καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦμου ἐγὼ καλέσω σε τῷ ὀνόματί μου καὶ προσδέξομαί σε." Καὶ μετ' ὀλίγα·" Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὔτε μετὰ δώρων, εἶπε Κύριος Σαβαώθ." Καὶ θαυμάσας τὴν πρόγνωσιν καὶ τὴν πρόρρησιν, καὶ εὑρὼν καὶ τὸ ἴδιον ὄνομα διαρρήδην ὑπὸ τοῦ προφήτου προκηρυχθὲν ἐκέλευσε τὸν λαὸν ἀνελθεῖν ἐν Ἱεροσολύμοις, ἄφεσιν ποιησάμενος τῆς αἰχμαλωσίας, δοὺς καὶ δαπανήματα εἰς οἰκοδομὴν τῆς πόλεως καὶ τοῦ ναοῦ· οὐ μόνος δὲ αὐτὸς τοῦτο πεποίηκεν, ἀλλὰ καὶ οἱ μετ' αὐτόν, ἕως οὗ ἐτελειώθη ἡ πόλις καὶ ὁ ναός. Ἔστι δὲ καὶ ἡ πρόσταξις Κύρου ἐγγράφως ἐν ταῖς Παραλειπομέναις καὶ ἐν τῷ Ἔσδρᾳ τεταγμένη, παρακελεύουσα πάντα τὸν λαὸν ἀνελθεῖν, λέγουσα οὕτως·" Ἔτους πρώτου Κύρου βασιλέως Περσῶν, μετὰ τὸ πληρωθῆναι ῥῆμα Κυρίου διὰ στόματος Ἱερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε κηρῦξαι ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ ἐν γραπτῷ λέγων" 3Τάδε λέγει Κῦρος βασιλεὺς Περσῶν· Πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἱερουσαλὴμ ἐν τῇ Ἰουδαίᾳ. Τίς ἐξ ὑμῶν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ; Ἔσται ὁ Θεὸς μετ' αὐτοῦ, καὶ ἀναβήτω" 3." Ὅρα, θαυμάσιε, πῶς ἑαυτῷ ὁμολογεῖ ἀνεγνωκέναι τὴν βίβλον Ἠσαΐου, καὶ πεπιστευκέναι τοῖς γεγραμμένοις, καὶ μετὰ πάσης σπουδῆς καὶ δαπάνης πληρῶσαι τὰ γεγραμμένα ἐν τῇ Γραφῇ. Πῶς οὐκ εὔδηλον τυγχάνει ὅτι ἐκ τούτων ἁπάντων ὠφέλεια πολλὴ θεοσεβείας γέγονε πᾶσι τοῖς ἔθνεσι; Πῶς δὲ καὶ οἱ τοσαύτην πίστιν ἐσχηκότες εἰς τὴν γραφὴν τοῦ Ἠσαΐου ἀπιστήσειαν καὶ περὶ τοῦ σχήματος τοῦ οὐρανοῦ λέγοντι ἐν αὐτῇ·" Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν", μάλιστα καὶ νεαρῶν ὄντων κατ' ἐκεῖνο καιροῦ τῶν γενομένων θαυμάτων τῶν κατὰ τὸν Σεναχηρεὶμ καὶ τοῦ ἀναποδισμοῦ τοῦ ἡλίου; Ὅθεν καὶ πάντες οἱ ἔνδοξοι αὐτῶν πεπεισμένοι περὶ τούτων τῶν διαβοήτων σημείων καὶ ἐκ τῆς προρρήσεως τοῦ Ἠσαΐου συνέθεντο τῇ γνώμῃ τοῦ βασιλέως ἀπολύσαντες τὸν λαὸν μετὰ πάσης τιμῆς. Πρῶτον οὖν πάντων στοχασαμένων καὶ ὑποπτευσάντων τῶν Βαβυλωνίων σφαῖραν εἶναι τὸν οὐρανόν, πρῶτοι πάλιν ἐδιδάχθησαν διὰ Ἠσαΐου τοῦ προφήτου ὡς οὐ σφαῖρα τυγχάνει, ἀλλὰ καμάρα· ἐξ ὧν καὶ ἡμεῖς παραλαβόντες τὰ σχήματα πάντα κατεγράψαμεν ἐν τῇ Χριστιανικῇ Τοπογραφίᾳ, ὀνομάσαντες καὶ τὸν διδάσκαλον ἐν τῷ προοιμίῳ τὸν καὶ παραδόντα, λέγω δὴ τὸν μέγαν Πατρίκιον τὸν ἐκ γῆς Χαλδαίων ἐνταῦθα παραγενόμενον. Καὶ ταῦτα πάλιν περὶ τούτων. Ἐλθόντων δὲ τῶν πρέσβεων τοῦ Βαβυλωνίου πρὸς τὸν Ἐζεκίαν, πάλιν ἀνθρώπινον ὑπομείνας καὶ ἐπαρθεὶς τὴν διάνοιαν τούτους μετὰ πάσης χαρᾶς ὑπεδέξατο εἰς οἰκεῖον κλέος· εἰσήγαγε δὲ αὐτοὺς καὶ παρὰ γνώμην τοῦ Θεοῦ εἰς τὰ βασίλεια, δείξας αὐτοῖς τοὺς θησαυροὺς καὶ πάντα τὸν πλοῦτον αὐτοῦ. Τότε πάλιν ἀπεστάλη Ἠσαΐας πρὸς αὐτὸν ἐπανορθῶν τὴν διάνοιαν αὐτοῦ, καί φησι πρὸς αὐτὸν εἰρωνευόμενος·" Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι; Καὶ πόθεν ἥκασι πρὸς σέ; Καὶ εἶπεν Ἐζεκίας· Ἐκ γῆς πόρρωθεν ἥκασι πρὸς μὲ ἐκ Βαβυλῶνος· εἶπε πάλιν Ἠσαΐας· Τί εἴδοσαν ἐν τῷ οἴκῳ σου;" Ὁ δέ, ἐγνωκὼς ὅτι εἰδὼς ἐρωτᾷ, τὴν ἀλήθειαν λέγει καί φησι πρὸς αὐτόν·" Πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου." Τότε λέγει πρὸς αὐτὸν ὡς ἐν τάξει ἀπειλῆς, κολαφίζων αὐτοῦ τὴν ἔπαρσιν τῆς διανοίας, τὰ μέλλοντα μετ' αὐτὸν γίνεσθαι καί φησιν·" Ἄκουσον τὸν λόγον Κυρίου Σαβαώθ· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ ἐγκαταλίπωσιν. Εἶπε δὲ ὁ Θεὸς ὅτι καὶ ἀπὸ τῶν τέκνων σου, ὧν ἐγέννησας, λήψονται καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων", ἵνα εἴπῃ· Τί πάλιν ἐπαίρῃ τοῖς λογισμοῖς εἰς οἰκεῖον κλέος, καὶ οὐκ εἰς δόξαν Θεοῦ, δεξάμενος τοὺς πρεσβευτὰς τοῦ Βαβυλωνίου; Ἔδει σε ἐκ τῶν προλαβόντων παιδεύεσθαι ὅτι οὐ τοσοῦτον εἰς δόξαν σήν, ἀλλ' εἰς δόξαν ἐμήν, τὰ μεγάλα σημεῖα γεγόνασι, πρὸς τὸ καὶ τὰ ἔθνη παιδεύεσθαι τὴν ἐμὴν μεγαλειότητα, ἧς πάλιν καταφρονῶν ἐπήρθης μὴ εὐχαρι στήσας, ἀλλ' ἄνευ ἐμοῦ δεξάμενος καὶ δείξας τοῖς πρέσβεσιν ὃν παρ' ἐμοῦ ἐκτήσω πλοῦτον· τοιγαροῦν ἀπεντεῦθεν μαθήσῃ ὡς μετὰ ταῦτα, ἐπὶ τῶν σῶν διαδόχων, πάντα τὸν σὸν πλοῦτον εἰς ἁρπαγὴν καὶ αἰχμαλωσίαν παραδώσω τοῖς Βαβυλωνίοις, ὅτι ἠμέλησας πάλιν τῆς ἡμετέρας δόξης σεαυτὸν προτιμήσας ἐμοῦ· ἐπειδὴ δὲ ἀεὶ ἐνάρετος γέγονας καὶ εὐσεβής, ἐπὶ τῶν καιρῶν σου οὐδὲν τούτων συμβήσεται. Ταῦτα ἀκούσας ὁ Ἐζεκίας καὶ συνιεὶς καὶ ταπεινωθείς, ὡς δίκαιος καὶ ὑπήκοος Θεῷ, εὐχαριστήσας εἶπε πρὸς Ἠσαΐαν·" Ἀγαθὸς ὁ λόγος Κυρίου, ὃν ἐλάλησε· γενέσθω δὴ εἰρήνη ἐν ταῖς ἡμέραις μου." Ὅτι δὲ πάντα κατὰ τὸ ῥῆμα τοῦ προφήτου γεγόνασιν, εὔδηλον, ὡς Ναβουχοδονόσορ ὁ Βαβυλώνιος πορθήσας τὰ Ἱεροσόλυμα πάντα ἔλαβεν ἐν Βαβυλῶνι, καὶ ἐκ τοῦ γένους δὲ τοῦ βασιλικοῦ ἐκλεξάμενος νεανίσκους τοὺς περὶ Δανιήλ, καὶ Ἀνανίαν καὶ Ἀζαρίαν καὶ Μισαήλ, καὶ τὰ γεννητικὰ τῆς φύσεως ἐκτεμὼν ἀπ' αὐτῶν μόρια πρὸς ἰδίαν ὑπηρεσίαν κατέστησεν· ἐκ τοιούτων γὰρ ἔθος ἐστὶν ὑπηρετεῖσθαι τὸν βασιλέα· μετ' αὐτοῦ γὰρ καὶ ἀνεστρέφοντο· οὔτε γὰρ γάμος ἑνὸς ἐξ αὐτῶν φέρεται παρὰ τῇ θείᾳ Γραφῇ, οὐδὲ τέκνον, οὔτι τῶν τοιούτων ἠκούσθη περὶ αὐτῶν, ἀλλὰ καὶ ἡ παράδοσις καὶ ἡ συνήθεια κατὰ τὴν προφητείαν ἀγενείους καὶ λείους ἐν ταῖς εἰκόσιν ἀναγράφουσιν. Ὅτι δὲ καὶ ἐπὶ τούτων πολλὰ θαύματα καὶ παράδοξα καὶ ἀποκαλύψεις καὶ προρρήσεις καὶ πολλὴ ὠφέλεια παρά τε Βαβυλωνίοις καὶ Μήδοις καὶ Πέρσαις γέγονεν, οὐκ ἀγνοεῖς, ὦ θαυμάσιε Πέτρε, ὥστε τοὺς βασιλέας αὐτῶν τιμᾶν αὐτοὺς μεγάλως καὶ ἐκτίθεσθαι δόγματα θεοσεβείας εἰς τοὺς ἰδίους λαοὺς περὶ τοῦ Θεοῦ τῶν ὅλων, ὅτι Θεὸς θεῶν ἐστι καὶ Κύριος τῶν κυρίων, καὶ τοὺς λέγοντας βλασφημίαν κατ' αὐτοῦ τιμωρεῖσθαι προσέταξαν. Οὕτως ὁ Θεὸς ὁ ἀεὶ οἰκονομῶν τὰ πράγματα διὰ τοῦ ἰδίου λαοῦ παιδεύει πάντα τὰ ἔθνη, δικαιοπραγοῦντας μὲν αὐτοὺς δοξάζων, ἁμαρτάνοντας δὲ κολάζων καὶ αἰχμαλωσίαις παραπέμπων, δι' ἑκατέρου παιδεύων τὰ ἔθνη τὴν ἑαυτοῦ ἀγαθουργίαν καὶ μεγαλειότητα, ὅπως καὶ αὐτὰ μεταλάβωσι θεοσεβείας, προγυμναζόμενα εἰς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι πίστιν τὴν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὔτε γὰρ μία κεραία τῆς Γραφῆς οὔτε ἰῶτα ἓν ἀκαίρως συνεγράφη, ἀλλὰ πάντα χρησίμως καὶ πρὸς κοινὴν καὶ ποικίλην ὠφέλειαν τῶν ἀνθρώπων συνεγράφησαν. Διὸ παρακαλῶ, φιλόχριστε, διὰ σοῦ καὶ τοὺς ἐντυγχάνοντας ταύτῃ ἡμῶν τῇ γραφῇ συνεχῶς ἀναγινώσκειν τὴν θείαν Γραφὴν καὶ τὸ ἐκ ταύτης κέρδος καρποῦσθαι, ὠφελεῖν δυνάμενον πάντα ἄνθρωπον τὰ θεῖα καὶ τὰ ἀνθρώπινα πράγματα. Γένοιτο δὲ ἡμᾶς τῶν θείων εὐλογιῶν καὶ ἐπαγγελιῶν ἐπιτυχεῖν εὐχαῖς τῶν ἡμετέρων διδασκάλων καὶ τῆς σῆς ἀδελφότητος, τὰ πάντα φιλόχριστε. Χριστιανοῦ εἰς τὴν ᾠδὴν Ἐζεκίου καὶ εἰς τὸν ἀναποδισμὸν τοῦ ἡλίου/* 9. τ ΛΟΓΟΣ Θ Περὶ δρόμου ἄστρων*/ Ὁ κύκλος τῶν δεκαδύο μηνῶν ἀνώτερος ὑπάρχων, καὶ τούτου κατώτερος ὁ τοῦ ἡλίου, καὶ τούτου πάλιν κατώτερος ὁ τῆς σελήνης. Σημαίνει δὲ τοῦτο ἡ θεία Γραφὴ διὰ τῆς κατασκευῆς τῆς λυχνίας, διὰ τῶν ἐξ ἀμφοτέρων τῶν μερῶν αὐτῆς τριῶν καὶ τριῶν καλαμίσκων κυκλοειδῶν προϊόντων, εἷς τοῦ ἑνὸς προτρέχει. Καὶ τοῦ μὲν ἡλίου καθ' ἡμέραν ὁ τῶν δώδεκα μηνῶν κύκλος προτρέχει μοῖραν μίαν, ὡς εὑρίσκεσθαι τὸν ἥλιον ἐν τριάκοντα ἡμέραις διατρέχοντα τὸν ἕνα μῆνα, καὶ οὕτως ἐν δώδεκα μησὶν ἀποτελεῖν τὸν ἐνιαυτόν, ὑστεροῦντα, ὡς εἴρηται, καθ' ἡμέραν μοῖραν μίαν. Τοῦ δὲ κύκλου τῆς σελήνης ὁ τοῦ ἡλίου προτρέχει μοίρας δώδεκα καθ' ἑκάστην ἡμέραν, ὡς εὑρίσκεσθαι τὴν σελήνην ἐν τριάκοντα ἡμέραις ὑστεροῦσαν ἀποτελεῖν ὅλον τὸν κύκλον, τουτέστι μῆνα ἕνα. Εἰ δέ τις ἐξ ἀντιστρόφου βουληθείη νοεῖν, τοῦ μὲν ἡλίου ὁ τῆς σελήνης κύκλος ὑστερεῖ καθ' ἑκάστην ἡμέραν μοίρας δεκαδύο καὶ λεπτά τινα, τοῦ δὲ ἀνωτέρου πάντων κύκλου, τουτέστι τῶν δεκαδύο μηνῶν, ὑστερεῖ ὁ κύκλος τοῦ ἡλίου καθ' ἑκάστην ἡμέραν μοῖραν μίαν. Ταῦτα δὲ κινοῦσιν αἱ ἀόρατοι Δυνάμεις εὐτάκτως καὶ λογικῶς κατὰ βούλησιν Θεοῦ, νόμον τοῦτον εἰληφότες παρ' αὐτοῦ, καθὰ γέγραπται ἐν τῷ Δαυΐδ·" Εὐλογεῖτε τὸν Κύριον, πάντες ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ." Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ ταύτας κατὰ τὸ μῆκος τῶν τριῶν κύκλων πορείας, τῶν δώδεκα οἴκων τῶν ἀστέρων καὶ τῶν δύο μεγάλων φωστήρων, ἔκ τε θείας βοηθείας κινούμενοι, ἔκ τε τῶν φαινομένων διὰ τῆς ὄψεως συλλογιζόμενοι, ὡς ἐνῆν ἡμᾶς χριστιανικῶς εἰπεῖν, ἐξηγησάμεθα· περὶ δὲ τῆς κατὰ πλάτος τῶν δύο μεγάλων φωστήρων πορείας, μεταβάσεών τε ἀνόδων τε καὶ καθόδων, συνόδων καὶ πανσελήνων, συνδέσμων τε καὶ ἐκδιαμέτρων δρόμων, παραλλάξεών τε καὶ φάσεων, καὶ ὁμαλῶν κινήσεων καὶ ἀνωμάλων, καὶ βορείου πέρατος καὶ νοτίου, καὶ λοιπῶν ὀνομάτων ὧν βούλονται οἱ ἐκτὸς ὀνομάζειν, ἐν οἷς τὰς ἐκλείψεις τῶν αὐτῶν φωστήρων ψηφίζουσι, τοῖς εἰδόσι καὶ φιλοσοφοῦσι περὶ τὰ τοιαῦτα τὴν ψῆφον παραχωροῦμεν, ψηφίζειν τε καὶ προλέγειν ἐκλείψεις, μηδὲν ἡμεῖς ἐκ τούτου βλαπτόμενοι, ἀλλὰ μᾶλλον καὶ συνιστάμενοι. Εἰ γὰρ τὰ τοιαῦτα ὀνόματα, τὰς μεταβάσεις λέγω καὶ ἀνόδους καὶ καθόδους καὶ τὰ λοιπὰ πάντα, ἐν τῷ ἡμετέρῳ σῴζονται σχήματι, ἄκαιρος ἡ φιλονεικία. Οὐδὲν γὰρ ἕτερον δεικνύναι ἐσπουδάσαμεν διὰ ταύτης ἡμῶν τῆς πραγματείας ἢ ὅτι καὶ αὗται αἱ ἐκλείψεις ἀμφοτέρων τῶν φωστήρων συμβαίνουσί τε καὶ ἁρμόζουσιν ἐν τούτῳ τῷ ἡμετέρῳ σχήματι, αὐτοῦ τοῦ οὐρανοῦ μηδόλως κινουμένου ἀπὸ ἀνατολῶν ἐπὶ δυσμάς, ἢ ἀπὸ δυσμῶν ἐπὶ ἀνατολάς, μήτε σφαιροειδοῦς ὄντος, ἢ σφαιρῶν πολλῶν, ἀλλὰ τῶν ἄστρων καὶ τῶν φωστήρων ἐν τῷ ἀέρι διὰ τῶν λογικῶν Δυνάμεων καὶ τὸν δρόμον καὶ τὴν τάξιν ἐκτελούντων, καὶ τοῦ σχήματος τῶν δύο οὐρανῶν καὶ τῆς γῆς σῳζομένων κατὰ τὴν θείαν Γραφήν, ἐν ᾧ τὰς δύο καταστάσεις, τήν τε νῦν καὶ τὴν μέλλουσαν, ἐξ ἀρχῆς ὁ Θεὸς εἰργάσατο. Τοὺς κύκλους τούτους, οὓς κατεγράψαμεν, οὐκ οὐρανοὺς σφαιροειδεῖς, συνεχεῖς καὶ ναστοὺς τοῖς σώμασι καὶ διαφανεῖς, κατὰ τὴν τῶν ἔξωθεν ληρωδίαν κατεγράψαμεν, ἀλλὰ πορείας ἄστρων κυκλοφερεῖς ἀερίας διὰ τῶν ἀγγέλων ἐκτελουμένας θέλοντες σημᾶναι, τούτους κατεγράψαμεν, ἵν' εὐσύνοπτα τοῖς θεωμένοις γένωνται. Ἐν τῷ δευτέρῳ λόγῳ μεμνήμεθα εἰπόντες τοὺς ἀγγέλους κινεῖν τοὺς φωστῆρας καὶ τὰ ἄστρα καὶ τὰ ἄλλα πάντα, ὡς πρὸς διακονίαν τῶν ἀνθρώπων τεταγμένους, ἐνταῦθα δὲ καὶ τὸ σχῆμα κατεγράψαμεν, ὡς ἐνδέχεται αὐτὸ γραφῇ παραδοῦναι. Ἔχομεν γὰρ μαρτυρίας ἐκ τῆς θείας Γραφῆς σημαινούσας ὅτι ταῦτα οὕτως ἔχει· ὅτι μὲν γὰρ κυκλοφορητικῶς κινοῦνται, ὁ μακάριος Δαυῒδ σημαίνει λέγων·" Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου", θαυμασίως τὸν κύκλον τῶν δώδεκα μηνῶν" στέφανον" ἐξειπών, ὡς στεφανοῦντα τῷ κάλλει ἄνωθεν τὴν γῆν, ὅθεν ἐπήνεγκε·" Καὶ τὰ πεδία σου πλησθήσονται πιότητος." Τῷ γὰρ κύκλῳ καὶ τῇ διαδοχῇ τῶν τροπῶν οἱ καρποὶ τῆς γῆς αὔξουσί τε καὶ πεπαίνονται. Οὐ μὴν ἀλλὰ καὶ ὁ Μωϋσῆς ἐν μὲν τῷ τύπῳ τῆς γῆς, τουτέστι τῇ τραπέζῃ, ἄνωθεν ἔθηκε κύκλῳ τοὺς δώδεκα τῆς προθέσεως ἄρτους κατὰ γωνίαν τρεῖς, σημαίνων μὲν διὰ τῶν γωνιῶν τὰς τέσσαρας τροπὰς ἀπὸ μηνῶν τριῶν, διὰ δὲ τοῦ κύκλου τοὺς δώδεκα μῆνας, διὰ δὲ τῶν ἄρτων τοὺς ἐνιαυσίους καρποὺς τῆς γῆς, αἰνιγματωδῶς κύκλον τοὺς μῆνας ἐργασάμενος ἄνωθεν στεφανοῦντα τὴν γῆν. Ὁμοίως καὶ τὰς δεκαδύο φυλὰς κύκλῳ πάλιν τῆς σκηνῆς ἔταξεν, εἰς ἀνατολὰς τρεῖς καὶ εἰς νότον τρεῖς καὶ εἰς δυσμὰς τρεῖς καὶ εἰς βορρᾶν τρεῖς, ἐξ ἀνατολῶν μὲν ἀρξάμε νος, εἶτα ἀνιὼν ἐπὶ τὸν νότον καὶ πάλιν κατιὼν ἐπὶ τὴν δύσιν, εἶτα καὶ τὸ λοιπὸν τὸν βορρᾶν διατρέχων κατὰ τὴν κίνησιν τῶν ἄστρων καὶ τῆς θέσεως τῆς γῆς. Τοῦτον δὲ τὸν κύκλον οἱ ἔξωθεν ζῳδιακὸν καλοῦσιν, ὅνπερ καὶ αὐτὸν κατὰ τὴν αὐτῶν ὑποθήκην δεύτερον κατεγράψαμεν. Τοὺς δὲ ἄλλους ἑπτά, οὓς καλοῦσι πλανήτας, ἐν τῇ λυχνίᾳ ὁ Μωϋσῆς αἰνιγματωδῶς ἑπτὰ λύχνους ἔθηκε στήσας αὐτὴν εἰς τὸν νότον, ὥστε φαίνειν τῇ τραπέζῃ ἐπὶ τὸν βορρᾶν, σημαίνων ἅμα δι' αὐτῶν ἑβδομάδα ἡμερῶν, διὰ πάντων σημαίνων ἡμέρας, ἑβδομάδας, μῆνας, τροπάς, ἐνιαυτόν, διὰ μὲν τῶν ἐφημερινῶν ἄρτων τῶν καθ' ἑκάστην ἡμέραν νεαρῶν τιθεμένων ἡμέρας δηλῶν, διὰ δὲ τῶν ἑπτὰ λύχνων ἑβδομάδα, διὰ δὲ τοῦ ἀριθμοῦ τῶν δώδεκα μῆνας, διὰ δὲ τῶν τεσσάρων γωνιῶν τὰς τροπάς, διὰ δὲ τοῦ κύκλου τὸν ἐνιαυτόν· περὶ ὧν ἐν τῇ πρὸς Ἑβραίους ὁ θεῖος Ἀπόστολος οὕτω φησίν·" Εἰ μὲν οὖν ἦν ἐπὶ γῆς, οὐδ' ἂν ἦν ἱερεύς, ὄντων τῶν προσφερόντων κατὰ νόμον τὰς θυσίας· οἵτινες ὑποδείγμασι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν." 3Ὅρα γάρ, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει" 3." Ἀλλὰ καὶ ὁ σοφὸς Σολομῶν τῷ αὐτῷ πνεύματι τῷ θείῳ σοφισθείς φησιν·" Ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος, καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει· αὐτὸς ἀνατέλλων ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν· κυκλοῖ κυκλῶν, καὶ ἐπὶ κύκλους αὐτοῦ πορεύεται τὸ πνεῦμα", καὶ οὗτος τὰ αὐτὰ τῷ Μωϋσῇ καὶ τῷ Δαυῒδ ἐξειπών, ὅτι ἀπὸ μὲν ἀνατολῶν ἄνεισιν ἐπὶ τὸν νότον καὶ διὰ τοῦ βορρᾶ κυκλεύων τὰς τροπὰς καὶ τὸν μέγαν κύκλον τοῦ ἐνιαυτοῦ ἀπεργάζεται ἐν τῷ ἀέρι διατρέχων· τοῦτο γὰρ λέγει" πορεύεται τὸ πνεῦμα", ὡσανεὶ ἐν τῷ ἀέρι. Ὅτι δὲ καὶ ὑπὸ τῶν ἀοράτων Δυνάμεων κινοῦνται, καὶ τοῦτο σημαίνει ἡ θεία Γραφὴ λέγουσα οὕτως·" Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ", τουτέστιν ἐν τῇ συντελείᾳ ἐλευθεροῦνται οἱ ἄγγελοι ἀπὸ ταύτης τῆς δουλείας καὶ τῆς λειτουργίας, ἧς ποιοῦσι διὰ τοὺς ἀνθρώπους, τῶν ἀνθρώπων ἀθανάτων καὶ ἀτρέπτων γινομένων καὶ μηκέτι δεομένων τῶν τοιούτων, καθὰ καὶ ἐν Εὐαγγελίοις ὁ Κύριος οὕτως περὶ συντελείας λέγει·" Αἱ γὰρ Δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ πεσοῦνται ἐπὶ τὴν γῆν", τὰς" Δυνάμεις τῶν οὐρανῶν" τοὺς ἀγγέλους καλῶν· τὸ δὲ" σαλευθήσονται" ἀπὸ τῆς αὐτῶν τάξεως λέγει· σαφῶς οὖν ἐλευθερουμένων τῶν ἀγγέλων, τῶν αὐτὰ τὰ ἄστρα καὶ τὰ λοιπὰ κινούντων, τῆς τάξεως καὶ τῆς λειτουργίας ταύτης, πίπτειν εἰς γῆν ἔφησε τὰ ἄστρα. Καὶ τὸ παρὰ τοῦ Ἀποστόλου εἰρημένον τὸ" οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν" σαφέστερον δηλοῖ πάντας αὐτοὺς διὰ τοὺς ἀνθρώπους λειτουργοῦντας καὶ διακονοῦντας, νύκτας τε καὶ ἡμέρας καὶ τὰ ἄλλα πάντα ἐργαζομένους εἰς ἀνάπαυσιν καὶ χρείαν τῶν ἀνθρώπων· ὅτε γὰρ τούτων οὐκέτι χρῄζομεν, ἐκεῖνοι τῆς δουλείας ταύτης καὶ τῆς διακονίας ἐλευθεροῦνται ἐξεοῦντες τὰ ἄστρα ἐπὶ τὴν γῆν. Πάλιν τοῦ ἀποστόλου Παύλου πολλοὺς κόπους καὶ θλίψεις καὶ διωγμοὺς ὑπὲρ τῆς Ἐκκλησίας ὑπομένοντος, καὶ λοιπὸν ἐκ τοῦ πλήθους τῶν ἐπηρτημένων κινδύνων κατολιγωρεῖν ἀναγκαζομένου, ἡ θεία χάρις δι' ὀπτασιῶν συχνῶν αὐτὸν παρεμυθεῖτο μὴ ἀπειπεῖν, ἀλλ' ἐπιμένειν καὶ διακονεῖν πρὸς αὔξησιν καὶ πληθυσμὸν τῆς Ἐκκλησίας. Διηγεῖται οὖν ἡμῖν αὐτὸς ἐκ τούτων δύο αἰτίας, αἵτινες σημαίνουσιν ἡ μὲν περὶ κόπου, ἡ δὲ περὶ μισθοῦ· τί γάρ φησιν;" Οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν, ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ", καὶ πάλιν φησί·" Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι", διαρρήδην τὰ καθ' ἑαυτὸν ὡς εἰς ἄλλου πρόσωπον διηγούμενος. Οἶδα, φησίν, ἐμαυτόν, ὦ Κορίνθιοι, εἰ χρὴ ὅλως ἐλθεῖν εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου, παραδόξως πως καὶ ὑπὲρ λόγον ἁρπαγέντα εἰς ὕψος πολύ, λέγω δὴ τοῦ διαστήματος τοῦ ἀπὸ τῆς γῆς ἕως τοῦ στερεώματος τὸ δίμοιρον, ὡς περιλείπεσθαί μοι τοῦ παντὸς ὕψους τοῦ οὐρανοῦ τὸ τρίτον. Καὶ τί τὸ αἴτιον τῆς ἁρπαγῆς ταύτης σὺν Θεῷ λέξω. Ἐπειδὴ αἱ ἀόρατοι Δυνάμεις κατὰ τὸ ὕψος τοῦτο, ἔνθα ὁ Παῦλος ἡρπάγη, διακονοῦσαι τῷ θείῳ προστάγματι διὰ τοὺς ἀνθρώπους κινοῦσι τὰ ἄστρα ἀκαταπαύστως καὶ ἀνενδότως νυκτὸς καὶ ἡμέρας, τούτου ἕνεκα καὶ τὸν Παῦλον ἁρπάσας ἀνήγαγεν ἕως ἐκεῖ, δεικνύων αὐτῷ τὴν ἀνένδοτον αὐτῶν λειτουργίαν, ἣν διὰ τοὺς ἀνθρώπους ποιοῦσιν, ὡς λογικῶς καὶ εὐτάκτως καὶ εὐρύθμως καὶ σοφῶς μετὰ πολλοῦ κόπου καὶ σπουδῆς καὶ μερίμνης δουλεύοντες ἐκτελοῦσι, τρόπον τινὰ τὸν Παῦλον παραμυθούμενος μὴ ἀπειπεῖν κάμνοντα ὑπὲρ τῆς Ἐκκλησίας, ἀλλ' ἐπιμένειν τῇ διακονίᾳ, καθάπερ καὶ τοὺς ἀγγέλους ἐθεάσατο ποιοῦντας. Ὅθεν κατεθάρρησεν εἰπεῖν ὁ Παῦλος καὶ τὴν τούτων τάξιν, Ἀρχὰς λέγων καὶ Ἐξουσίας καὶ Δυνάμεις καὶ Θρόνους καὶ Κυριότητας. Οἱ μὲν γὰρ αὐτῶν τὸ ἔργον ἐκτελοῦσιν, οἱ δὲ τοῖς ἐργαζομένοις ἐπιστατοῦσιν, ἕτεροι κατεξουσιάζουσι ταξιαρχοῦντες καί, ἁπλῶς εἰπεῖν, πάντες ὁμοίως συστενάζοντες καὶ συνωδινοῦντες μετὰ πολλῆς φροντίδος καὶ μερίμνης καὶ τάξεως λογικῆς τὸ ἔργον ἐκτελοῦσιν, ἐπιθυμοῦντες οἱ πάντες ὁμοῦ ἐλευθερίας τυχεῖν ἧς ποιοῦσι δουλείας διὰ τοὺς ἀνθρώπους. Περὶ δὲ τῆς ἁρπαγῆς τῆς ἐν τῷ παραδείσῳ πάλιν τοῦ Θεοῦ ἡμῖν συνεργοῦντος λέξω. Ἐπειδήπερ μετὰ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ σώματος αἱ ψυχαὶ τῶν δικαίων τῶν ἀξιουμένων εἰσιέναι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐν τῷ παραδείσῳ ἐναποτίθενται, ὡς ἐκ τῶν κατὰ τὸν λῃστὴν τὸν τῷ Κυρίῳ συσταυρωθέντα διδασκόμεθα, ἄχρι τῆς ἀναστάσεως ὡς ἐν ἐξαιρετωτέρῳ καὶ τιμίῳ χωρίῳ, ὑπὸ τῶν ἀοράτων Δυνάμεων διατηρούμεναι μετὰ ὕμνων καὶ πάσης τιμῆς, ἐκεῖ πάλιν ἁρπάσας τὸν Παῦλον δείκνυσιν αὐτῷ τέως μερικῶς παραμυθούμενος τὰ τῶν κόπων ἔπαθλα καὶ τῶν ἀγώνων τοὺς στεφάνους· ὅθεν διηγήσασθαι τελείως τὰ πράγματα οὐκ ἠδυνήθη, εἰπὼν μᾶλλον ἄρρητα αὐτὰ τυγχάνειν καὶ ἀνέφικτα, συγγράψαι δὲ καταθαρρήσας ὡς, τὸν δρόμον τῆς διακονίας πληρώσας καὶ τὴν πίστιν τηρήσας, ἀποκεῖσθαι αὐτῷ στέφανον δικαιοσύ νης παρὰ τοῦ Κυρίου· οὐ μόνον δὲ αὐτῷ, ἀλλὰ καὶ πᾶσι τοῖς ὁμοίοις αὐτῷ. Καὶ ταῦτα μὲν περὶ τῶν ὀπτασιῶν εἴπομεν. Ἐπισημαντέον δὲ ἐνταῦθα ὅτι τὰ ἄστρα πάντα κάτωθέν εἰσι τοῦ στερεώματος, ὑπὸ τὸ δίμοιρον τοῦ οὐρανίου ὕψους, κινούμενα καὶ περιστρεφόμενα ὑπὸ τῆς λειτουργίας καὶ τάξεως τῶν ἀοράτων Δυνάμεων· καὶ ἐκ τούτου διδασκόμεθα ἐπέκεινα τῶν ἄστρων ἄγγελον μὴ ὑπερβαίνειν. Εἰ γὰρ" πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν", ὁ ἀντιλέγων εἰπάτω καὶ τὴν λειτουργίαν τοῦ ὑπερβαίνοντος ἀγγέλου· εἰ δὲ μὴ εὐπορεῖ δεῖξαι, πειθέσθω μᾶλλον μὴ ἡμῖν, ἀλλὰ τῇ θείᾳ Γραφῇ. Ἀδύνατον γὰρ θνητὸν ἔτι ὄντα ἢ φθαρτὸν ἢ τρεπτὸν ἐπέκεινα τῶν ἄστρων βαίνειν. Εἰ μὴ οὖν λάβομεν παρὰ Θεοῦ ἀφθαρσίαν καὶ ἀθανασίαν καὶ ἀτρεπτότητα ἐξ ἀναστάσεως νεκρῶν, ὁμοίως καὶ οἱ ἄγγελοι μεθ' ἡμῶν ἐλευθερούμενοι τῆς δουλείας καὶ ῥίπτοντες τὰ ἄστρα ἐπὶ τὴν γῆν κομίσονται καὶ αὐτοὶ τὴν ἀτρεπτότητα καὶ τὴν ἐλευθερίαν, οὐ βαίνομεν ἐπέκεινα καὶ τέμνομεν τὸ στερέωμα εἰσερχόμενοι εἰς τὴν τῶν οὐρανίων βασιλείαν· τοῦτο γὰρ δηλοῖ ὁ Ἀπόστολος λέγων·" Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται", ἵνα εἴπῃ διὰ τοῦ" σὰρξ" θνητότης, καὶ διὰ τοῦ" αἵματος" τροπήν· ἀδύνατον οὖν εἶπε θνητὸν ἢ τρεπτὸν ἔτι ὄντα κληρονομεῖν τὴν τῶν οὐρανῶν βασιλείαν· ἀμέλει ἐπιφέρει·" Οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ"· πάλιν καὶ τοῦτο προσέθηκε δηλῶν ὡς οὐδὲ φθαρτόν τι δύναται ἐκεῖ ἀνιέναι· βλάπτεται γὰρ ἤπερ ὠφελεῖται. Ὥσπερ γὰρ ἡμεῖς μακρόθεν ὄντες καὶ προσέχοντες τυχὸν τῷ δίσκῳ τοῦ ἡλίου διαμεῖναι οὐκ ἰσχύομεν, βλαπτόμενοι μᾶλλον καὶ τυφλούμενοι ἤπερ ὠφελούμενοι, οὕτως ἐστὶ καὶ ὁ θνητὸς ἢ ὁ ἔτι τρεπτὸς ὢν ἢ φθαρτὸς ὑπερβῆναι τοὺς ὅρους ζητῶν καὶ προσεγγίσαι αὐτῇ τῇ ὁδῷ τῆς βασιλείας τῶν οὐρανῶν, ἔτι μακρόθεν αὐτῆς ὤν. Καθάπερ οὖν καὶ ὁ Δεσπότης Χριστὸς ἀναστὰς ἐκ τῶν νεκρῶν, ἄφθαρτος τῷ σώματι καὶ ἀθάνατος γενόμενος καὶ κατὰ ψυχὴν ἄτρεπτος, τότε ὑπερέβη τὰς οὐρανίους Δυνάμεις καὶ τῷ στερεώματι προσεγγίσας, ὡς" κρείττων γενόμενος τῶν ἀγγέλων", καθὰ γέγραπται, ἔτεμε τοῦτο, εἰσελθὼν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, καθὰ ὁ Ἀπόστολος διηγεῖται λέγων αὐτὸν ἀναβεβηκέναι ὑπεράνω πάσης Ἀρχῆς καὶ τὰ λοιπά, οὕτως καὶ ἡμεῖς καὶ οἱ ἄγγελοι ταῦτα κομιζόμενοι εἰσερχόμεθα. Πάλιν τὰ δύο ξύλα τὰ ἐν μέσῳ τοῦ παραδείσου αἰνιγματωδῶς τὴν νῦν κατάστασιν καὶ τὴν μέλλουσαν προσημαίνουσι· καὶ τὸ μὲν ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν τύπος ἐστὶ τοῦ κόσμου τούτου, τοῦ θνητοῦ καὶ τρεπτοῦ, ὡς ἔχοντος αὐτοῦ ἡδέα καὶ λυπηρὰ καὶ παιδευτηρίου τυγχάνοντος ὥσπερ οὖν καὶ ὁ Ἀδὰμ ἐπαιδεύθη ἐν αὐτῷ τῷ ξύλῳ τό τε καλὸν καὶ τὸ κακόν· τὸ δὲ ξύλον τῆς ζωῆς τύπος ἐστὶ τοῦ μέλλοντος οὐρανίου κόσμου, ἐν ᾧ ζωὴ καὶ μακαριότης κρατεῖ· τῷ γὰρ εἰπεῖν" μήποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς" ἐσήμανε τὸ ὕψος τοῦ ξύλου, δι' αὐτοῦ δὲ τὰς ἄνω μονάς. Ὥσπερ οὖν ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς, οὕτως ἔταξε τοὺς ἀγγέλους καὶ τοὺς φωστῆρας τοὺς στρεφομένους περὶ τὸ ὕψος τοῦ στερεώματος, ἔνθα ἐστὶ καὶ ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, σημᾶναι βουλόμενος ἀβάτους εἶναι τέως τοῖς ἀνθρώποις τὰς ἄνω μονάς. Ἐν τῷ πάθει τοίνυν τῷ ἑαυτοῦ ὁ Δεσπότης Χριστὸς συνεισήνεγκε τὴν τοῦ λῃστοῦ ψυχὴν ἐν τῷ παραδείσῳ, παύσας τὴν φυλακὴν τῶν Χερουβὶμ καὶ τῆς φλογίνης ῥομφαίας τῆς στρεφομένης· μετὰ δὲ τὴν ἀνάστασιν ἐπὶ τῆς ἀναλήψεως παρελθὼν τὴν πληθὺν τῶν ἀοράτων Δυνάμεων καὶ τοὺς φωστῆρας καὶ αὐτὸ τὸ στερέωμα τεμὼν εἰσελήλυθεν εἰς τὴν βασιλείαν, ἔνθα ἀθανασία καὶ ἀτρεπτότης καὶ μακαριότης κρατεῖ. Ἐν τῇ οὖν συντελείᾳ παυομένων τῶν ἀγγέλων τοῦ περιστρέφειν τοὺς φωστῆρας καὶ πιπτόντων τῶν ἄστρων, οὐκέτι Χερουβὶμ καὶ φλογίνη ῥομφαία διαιροῦσα κωλύει τοὺς ἀνθρώπους βαίνειν ἐν τῇ ὄντως ζωῇ, ἀλλὰ μετάρσιοι γενόμενοι οἱ δίκαιοι καὶ τὴν πρόσφατον ὁδὸν ὁδεύοντες καὶ τέμνοντες τὸ στερέωμα σὺν τῷ Δεσπότῃ Χριστῷ τὴν βασιλείαν τῆς ζωῆς κληρονομοῦσιν. Ἀξίωσον καὶ ἡμᾶς σὺν τοῖς δικαίοις σου ταύτης τῆς ζωῆς καὶ τῆς κληρονομίας, ὁ ἔχων οἰκτιρμοὺς καὶ μέγα ἔλεος. Ἀμήν. Ὥσπερ οἱ δώδεκα ἄρτοι τῆς προθέσεως οἱ ἐν τῇ τραπέζῃ κείμενοι τύπος εἰσὶ τοῦ ἐνιαυσιαίου κύκλου καὶ τῶν καρπῶν τῆς γῆς, καθάπερ προείρηται μὲν ἐν τῇ σκηνῇ, κατεγράφη δὲ ἐν τῷ ἐννάτῳ λόγῳ, οὕτως καὶ νῦν κατεγράψαμεν τὸν κύκλον τῶν δώδεκα μηνῶν τοῦ ἐνιαυτοῦ, ἑκάστου μηνὸς τοὺς καρπούς, εὐχαριστοῦντες τῷ πάντων δοτῆρι Θεῷ, καθάπερ καὶ Δαυῒδ ἐν Πνεύματι ἁγίῳ κινούμενος λέγει ἐν ψαλμῷ πρὸς τὸν Θεὸν οὕτως·" Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου", θαυμασίως" στέφανον χρηστότητος" τὸν κύκλον τῶν δώδεκα μηνῶν τοῦ ἐνιαυτοῦ ἐξειπών, ὡς στεφανοῦντα μὲν ἄνωθεν τῷ κάλλει τὴν γῆν, αὐξάνοντα δὲ καὶ πεπαίνοντα διὰ τῆς τῶν στοιχείων κράσεως, ἣν αἱ ἀόρατοι Δυνάμεις ἐκτελοῦσι, τοὺς μηνιαίους αὐτῆς καρπούς. Διὰ τοῦτο πάλιν ἐπήγαγε·" Καὶ τὰ πεδία σου πλησθήσονται πιότητος", καὶ πάλιν·" Ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία", καὶ ἑτέρωθι δὲ πάλιν φησὶν οὕτως·" Πάντα πρὸς σὲ προσδοκῶσι δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον", ὡσανεί· Ἑκάστῳ καιρῷ ἁρμοδίως ἡμᾶς ἑτοιμάζων ἐκτρέφεις. Ἀλλαχοῦ δὲ περὶ τῆς ἀναγκαιοτάτης ἡμῶν τροφῆς, ἣν ἡ τροπὴ τοῦ θέρους ἀπεργαζομένη εἰς τοὺς τρεῖς μῆνας ἐφεξῆς δίδωσι, φησὶν οὕτως·" Ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν", ἐξαισίως πάλιν ἐν τῇ εὐχαριστίᾳ τὴν τάξιν φυλάξας καὶ πρῶτον μὲν εἰπὼν τὸν σῖτον, δεύτερον τὸν οἶνον καὶ τρίτον τὸ ἔλαιον, καθάπερ ἐξ εὐλογίας Θεοῦ διὰ τῶν λογικῶν ταγμάτων, ἀγγέλων λέγω καὶ ἀνθρώπων, εἰς τοὺς τρεῖς μῆνας τοῦ θέρους ἐφεξῆς κατεργάζονται. Χρὴ οὖν πάντα χριστιανὸν μὴ παρέργως μηδ' ὡς ἔτυχε τὴν θείαν Γραφὴν ἀναγινώσκειν, καθὰ καὶ ἐξ ἀρχῆς παρεκάλεσα, ἀλλὰ μετὰ σπουδῆς καὶ τάξεως τῆς προσηκούσης, ἵνα καὶ ἡ θεία χάρις τὴν προαίρεσιν ἡμῶν ἀποδεξαμένη συνεργὸς ἡμῶν γένηται εἰς τὸ δύνασθαι γινώσκειν τὰ μεγαλεῖα τοῦ Θεοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἔρρωσθε, Χριστιανοί, ἐν Κυρίῳ./* 10. τ ΛΟΓΟΣ Ι Χρήσεις Πατέρων*/ Τινὲς τῶν φιλονεικεῖν εἰωθότων, ἀναγνόντες τὴν βίβλον καὶ μὴ εὐποροῦντες ἀντοφθαλμεῖν πρὸς τὴν τοσαύτην μαρτυρίαν τὴν ἀπὸ τῶν θείων Γραφῶν παρ' ἡμῶν ἐν τῇδε τῇ βίβλῳ γενομένην, τοιάδε πρὸς ἡμᾶς ἔφασαν ὅτι· Ὑμεῖς καὶ οἱ ὑμέτεροι πατέρες ἄλλως πως κατὰ τὸ ὑμῖν συμβαλλόμενον ἑρμηνεύετε τὴν θείαν Γραφήν· οὐ γάρ τι τοιοῦτο φέρεται παρ' αὐτῇ περὶ σχημάτων καὶ τόπων, καθὼς ὑμεῖς φατε· ἀλλ' οἱ ἡμέτεροι πατέρες, οἱ καὶ τὸν σκοπὸν τῆς θείας Γραφῆς ἀκριβῶς ὀφείλοντες εἰδέναι, ἐξηγησάμενοι οὐδὲν τοιοῦτο ἡμῖν παρέδοσαν· τῆς γὰρ Γραφῆς λεγούσης" ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους", τῶν μὲν ἀποστόλων καὶ προφητῶν δοκεῖτε κατὰ τὴν ὑμετέραν ἑρμηνείαν ἐφάπτεσθαι, τῶν δὲ διδασκάλων τῶν καὶ τὸν ἀληθῆ σκοπὸν τῆς θείας Γραφῆς ἐξηγησαμένων οὐδ' ὅλως ἐφάπτεσθε, ἀλλὰ ξένην ὁδὸν ὁδεύετε μηδενὶ ἐγνωσμένην, εἰ μή γε ὑμῖν καὶ τοῖς καθ' ὑμᾶς. Τούτου οὖν ἕνεκα ἠναγκάσθημεν πάλιν ἔκδηλον αὐτῶν τὴν φιλονεικίαν πᾶσι καταστῆσαι, παραθέμενοι ἐν τούτῳ τῷ λόγῳ μαρτυρίας πατέρων τῶν καὶ παρ' αὐτοῖς, εἴτε προφάσει εἴτε ἐν ἀληθείᾳ, καταγγελομένων, ἵν' οἴκοθεν ἔχωσι τὸν ἔλεγχον ὡς καλῶς καὶ μεμαρτυρημένως παρὰ πάντων ἀποστόλων τε καὶ προφητῶν καὶ διδασκάλων κεῖσθαι τὴν ἡμετέραν συγγραφήν. Παρίτω δὲ εἰς μέσον πρῶτος ὁ μέγας Ἀθανάσιος τὰ αὐτὰ ἡμῖν κηρύττων. Ἀθανασίου ἐκ τῆς βʹ ἑορταστικῆσ Γένοιτο δ' ἂν καὶ παρ' ἡμῶν πρεπόντως εἰς ἑκάστοτε μέν, μάλιστα δὲ ἐν ταῖς ἡμέραις τῆς ἑορτῆς, μὴ μόνον ἀκροαταί, ἀλλὰ καὶ ποιηταὶ τῶν τοῦ Σωτῆρος προσταγμάτων γενοίμεθα, ἵνα καὶ τὸν τῶν ἁγίων τρόπον μιμησάμενοι συνεισέλθωμεν εἰς τὴν τοῦ Κυρίου ἄπαυστόν τε καὶ ὄντως μένουσαν ἐν οὐρανοῖς χαράν. Τοῦ αὐτοῦ ἐκ τῆς εʹ ἑορταστικῆσ Καὶ πρὸς ταῦτα τίς ἱκανός; Τὸν μὲν γὰρ κόσμον τῷ αἵματι τοῦ Σωτῆρος ἠλευθέρωσε· τὸν ᾅδην πάλιν τῷ τοῦ Σωτῆρος θανάτῳ πατεῖσθαι δέδωκε, κατὰ τὰς οὐρανίους πύλας ἀνεμπόδιστον τοῖς ἀνερχομένοις τὴν ὁδὸν παρασχών. Τοῦ αὐτοῦ ἐκ τῆς ʹ ἑορταστικῆσ Καὶ οὕτως ἑορτάσαντες δυνηθῶμεν εἰσελθεῖν εἰς τὴν τοῦ Κυρίου χαρὰν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Τοῦ αὐτοῦ ἐκ τῆς κβʹ ἑορταστικῆσ Ἵν' ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, ὁ τὸν ὑπὲρ πάντων ἀναδεξάμενος θάνατον οὐκ ἐν γῇ τινι κάτω, ἀλλ' ἐν αὐτῷ τῷ ἀέρι τὰς χεῖρας ἥπλωσεν, ἵνα πάντων τῶν ἁπανταχοῦ τὸ διὰ τοῦ σταυροῦ σωτήριον εἶναι δειχθῇ, τὸν μὲν ἐν τῷ ἀέρι ἐνεργοῦντα διάβολον καθελών, τὴν δὲ εἰς οὐρανὸν ἡμῖν ἄνοδον ἐγκαινίσῃ καὶ ἐλευθέραν κατασκευάσῃ. Τοῦ αὐτοῦ ἐκ τῆς κδʹ ἑορταστικῆσ Καὶ τότε μὲν ἐξιόντων καὶ περώντων αὐτῶν τὴν Αἴγυπτον, οἱ ἐχθροὶ θαλάττης ἐγένοντο θρύλημα, ἄρτι δὲ ἡμῶν ἀπὸ γῆς εἰς οὐρανὸν περώντων, αὐτὸς ὁ Σατανᾶς ὡς ἀστραπὴ λοιπὸν ἀπ' οὐρανοῦ καταπίπτει. Τοῦ αὐτοῦ ἐκ τῆς κηʹ ἑορταστικῆσ Ἵν' αὐτὸς μὲν ὑπὲρ πάντων θυσία γένηται, ἡμεῖς δὲ ἐντρεφόμενοι τοῖς λόγοις τῆς ἀληθείας καὶ τῆς ζώσης αὐτοῦ διδασκαλίας μεταλαμβάνοντες δυνηθῶμεν μετὰ τῶν ἁγίων καὶ τὴν ἐπουράνιον ἀπολαβεῖν χαράν. Ἐκεῖ γὰρ ἡμᾶς, ὡς ἐπὶ τὸ ἀνάγαιον τοὺς μαθητάς, ἐπὶ τὴν θείαν καὶ ἄφθαρτον ὄντως ἑστίασιν ὁ Λόγος καλεῖ μετ' αὐτῶν· ἐνταῦθα μὲν παθὼν ὑπὲρ ἡμῶν, ἐκεῖ δὲ τὰς οὐρανίους σκηνὰς ἑτοιμάζων τοῖς μάλιστα προθύμως ὑπακούσασι πρὸς τὴν κλῆσιν καὶ ἀνενδότως καὶ κατὰ σκοπὸν ἀκολουθήσασιν" εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως", ἔνθα τοῖς ἐπὶ τὸ δεῖπνον ἐρχομένοις τε καὶ πρὸς τοὺς ἐμποδίζοντας ἀγωνιζομένοις ἀπόκειται καὶ στέφανος καὶ ἡ ἄφθαρτος εὐφροσύνη. Εἰ γὰρ καὶ πολὺς ὡς πρὸς τοὺς οὐρανοὺς ὁ κάματος τῆς τοιαύτης ἐστὶν ὁδοῦ, ἀλλ' αὐτὸς ὁ Σωτὴρ καὶ ταύτην ἐλαφράν τε καὶ χρηστὴν κατεσκεύασεν. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆσ Ἡμεῖς δέ, ἀδελφοί, οἱ τὸν ἀμπελῶνα παρὰ τοῦ Σωτῆρος παραλαβόντες καὶ εἰς τὴν οὐράνιον εὐωχίαν κληθέντες, ὡς ἤδη τῆς ἑορτῆς ἐγγιζούσης, λάβωμεν τὰ βάϊα τῶν φοινίκων καὶ νικηταὶ τῆς ἁμαρτίας γενόμενοι, ὡς οἱ ἀπαντήσαντες τῷ Σωτῆρι τότε, οὕτω καὶ ἡμεῖς ἕτοιμοι γενώμεθα ταῖς πράξεσιν, ἵνα καὶ ἀπαντήσωμεν ἐρχομένῳ καὶ συνεισελθόντες αὐτῷ τῆς ἀθανάτου μεταλάβωμεν τροφῆς καὶ ἀϊδίως λοιπὸν ζήσωμεν ἐν τοῖς οὐρανοῖς. Τοῦ αὐτοῦ ἐκ τῆς κθʹ ἑορταστικῆσ Καὶ τὰ μὲν τῶν ἀνθρώπων παύεται, ἡ δὲ τοῦ Θεοῦ ἀγαθότης οὐ παύεται· ὅθεν καὶ ἀποθανόντας ἡμᾶς καὶ ἀσθενησάσης τῆς ἰδίας ἡμῶν φύσεως ἀνεγείρει, καὶ ἐκ γῆς γεγονότας εἰς οὐρανοὺς ἀνάγει. Τοῦ αὐτοῦ ἐκ τῆς μʹ ἑορταστικῆσ" Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ' ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου, κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου, βασιλείαν, ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου." Ἐπὶ δεῖπνον τοίνυν τὸ μέγα καὶ οὐράνιον διὰ τοῦ Εὐαγγελίου κληθέντες, εἰς τὸ ἀνάγαιον ἐκεῖνο τὸ σεσαρωμένον," καθαρίσωμεν ἑαυτούς", ὡς παρήγγειλεν ὁ Ἀπόστολος," ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ", ἵνα ἔσωθεν καὶ ἔξω ἄσπιλοι τυγχάνοντες, ἔξωθεν μὲν περιβεβλημένοι σωφροσύνην καὶ δικαιοσύνην, ἔσωθεν δὲ τῷ πνεύματι ὀρθοτομοῦντες τὸν λόγον τῆς ἀληθείας, ἀκούσωμεν·" Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου." Τοῦ αὐτοῦ ἐκ τῆς μβʹ ἑορταστικῆσ Κεκλήμεθα γάρ, ἀδελφοί, καὶ νῦν συγκαλούμενοι ὑπὸ τῆς σοφίας καὶ κατὰ τὴν εὐαγγελικὴν παραβολὴν ἐπὶ τὸ δεῖπνον ἐκεῖνο τὸ μέγα τὸ ὑπερκόσμιον καὶ πάσῃ τῇ κτίσει διαρκοῦν, ἐπὶ τὸ Πάσχα δὴ λέγω, τὸν τυθέντα Χριστόν." Τὸ γὰρ Πάσχα ἡμῶν ἐτύθη Χριστός." Καὶ μεθ' ἕτερα Οἱ μὲν οὖν οὕτω κεκοσμημένοι ἐρχόμενοι ἀκούσονται·" Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου." Τοῦ αὐτοῦ ἐκ τῆς μγʹ ἑορταστικῆσ Ἡμῶν δέ, ὧν ἐστι καὶ τὸ Πάσχα, ἡ κλῆσις ἄνωθέν ἐστι, καὶ τὸ πολίτευμα ἡμῶν ἐν οὐρανοῖς ἐστι μετὰ Παύλου λέγοντος·" Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν", ἔνθα καὶ ἀποβλέποντες ἑορτάζομεν καλῶς. Καὶ πάλιν μεθ' ἕτερα Ὑψηλὸς μὲν ὁ οὐρανὸς ἀληθῶς καὶ ἀπέραντον τὸ τούτου διάστημα πρὸς ἡμᾶς·" ὁ γὰρ οὐρανός, φησί, τοῦ οὐρανοῦ τῷ Κυρίῳ"· ἀλλ' οὐ διὰ τοῦτο ἀποκνητέον, οὐδὲ φοβητέον ὡς ἀδύνατον οὖσαν τὴν πρὸς ἐκεῖνον ὁδόν, ἀλλὰ καὶ μᾶλλον προθυμητέον. Οὐ γάρ, ὡς οἱ ἀπὸ ἀνατολῶν τότε κινήσαντες καὶ εὑρόντες πεδίον ἐν γῇ Σενναὰρ ἐπεχείρησαν, χρεία καὶ ἡμῖν ὀπτῆσαι πλίνθον ἐν πυρὶ καὶ ζητεῖν ἄσφαλτον ἀντὶ πηλοῦ. Συνεχύθησαν γὰρ ἐκείνων αἱ γλῶσσαι καὶ κατελύθη τὸ ἔργον· ἡμῖν δὲ ὁ Κύριος τὴν ὁδὸν ἐνεκαίνισε διὰ τοῦ ἰδίου αἵματος καὶ εὔκολον αὐτὴν κατεσκεύασεν. Καὶ πάλιν Οὐ γὰρ μόνον ἐν τῷ διαστήματι καὶ τῇ παρακλήσει παρεμυθήσατο, ἀλλ' ὅτι καὶ κεκλεισμένην ταύτην ποτὲ τὴν πύλην ἐλθὼν ἤνοιξε· κέκλεισται γὰρ ὄντως ἐξ ὅτου τὸν Ἀδὰμ ἐξέβαλεν ἐκ τοῦ παραδείσου τῆς τρυφῆς καὶ ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς, νῦν δὲ ἐκτεταμένην· καὶ πλείονι χάριτι καὶ φιλανθρωπίᾳ ἐμφανεὶς αὐτὸς ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ εἰσήγαγεν εἰς μὲν τὸν παράδεισον μεθ' ἑαυτοῦ τὸν ὁμολογήσαντα λῃστήν· εἰς δὲ τὸν οὐρανὸν ὁ αὐτὸς πρόδρομος ὑπὲρ ἡμῶν εἰσελθὼν πᾶσιν ἀνεπέτασε τὰς θύρας. Καὶ πάλιν Ὁ δὲ Παῦλος" κατὰ σκοπὸν διώκων εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως" ἡρπάσθη δι' αὐτῆς ἕως τρίτου οὐρανοῦ, ἑωρακὼς τά τε ἄνω, λοιπὸν κατερχόμενος κατηχεῖ καὶ ἡμᾶς εὐαγγελιζόμενος τὰ πρὸς Ἑβραίους γραφέντα·" Οὐ γὰρ προσεληλύθατε, λέγων, ψηλαφωμένῳ ὄρει καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ ζόφῳ καὶ θυέλλῃ καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων, ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς." Τίς οὐκ ἂν εὔξαιτο μετὰ τούτων ἔχειν τὴν ἄνω σύνοδον; Τίς οὐκ ἀγαπήσει μετὰ τούτων ἀπογράφεσθαι, ἵνα καὶ μετ' αὐτῶν ἀκούσῃ·" Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κατακληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου"; Τοῦ αὐτοῦ ἐκ τῆς μεʹ ἑορταστικῆσ Ἄρωμεν πάντες τὰς θυσίας ἑαυτῶν τὴν πρὸς τοὺς πτωχοὺς κοινωνίαν ἐπιγινώσκοντες, καὶ εἰσπορευώμεθα εἰς τὰ ἅγια, ὡς γέγραπται, ἔνθα καὶ" πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς αἰωνίαν λύτρωσιν εὑράμενος". Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆσ Τοῦτο δὲ μέγα τεκμήριον τὸ ξένους ἡμᾶς ὄντας ἀκοῦσαι οἰκείους, καὶ ἀλλοτρίους ποτὲ ὄντας γενέσθαι συμπολίτας τῶν ἁγίων καὶ τέκνα χρηματίσαι τῆς ἄνω Ἱερουσαλήμ, ἧς τύπος ἦν ἣν ᾠκοδόμησε Σολομών. Εἰ γὰρ κατὰ τὸν τύπον τὸν δειχθέντα ἐν τῷ ὄρει πάντα πεποίηκε Μωϋσῆς, τύπος ἦν δηλονότι ἡ ἐν τῇ σκηνῇ λατρεία τῶν ἐν οὐρανοῖς μυστηρίων, εἰς ἃ θέλων καὶ ἡμᾶς εἰσελθεῖν ὁ Κύριος ὡδοποίησεν" ἡμῖν τὴν ὁδὸν πρόσφατον" καὶ μένουσαν. Ὡς δὲ πάντα τύπος ἦν τὰ πάλαι τῶν νέων, οὕτω τύπος τῆς ἄνω χαρᾶς καὶ ἡ νῦν ἐστιν ἑορτή, εἰς ἣν ἐρχόμενοι μετὰ ψαλμῶν καὶ ᾠδῶν πνευματικῶν ἀρχόμεθα τῶν νηστειῶν. Κατανόει τὸν μέγαν τοῦτον διδάσκαλον πῶς πᾶν τὸ σχῆμα τοῦ κόσμου σὺν τῷ δόγματι ὁμοίως ἡμῖν συνεχῶς καταλέγει, τὴν βασιλείαν τῶν οὐρανῶν ἀνάγαιον μέγα καὶ ὑπερκόσμιον διαρκοῦν τῇ κτίσει εἰπών, καὶ πρόδρομον ὑπὲρ ἡμῶν γενόμενον ἐν αὐτῷ τὸν Δεσπότην Χριστὸν κηρύττει, καὶ ἡμᾶς συνεισέρχεσθαι αὐτῷ ἐν τῇ δευτέρᾳ παρουσίᾳ βοᾷ, καὶ τὸ" εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου" εἰς αὐτὸ τὸ ἀνάγαιον λέγει, τουτέστι τὸν οὐρανὸν τοῦ οὐρανοῦ, ἤτοι τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ὅτι ἀπὸ καταβολῆς κόσμου ἡτοίμασται τοῖς ἀνθρώποις ὑπὸ τοῦ Θεοῦ, καὶ ὅτι τύπος ἐστὶν ἡ κατὰ Μωϋσῆν σκηνὴ τῶν οὐρανίων. Εἰπάτωσαν οἱ φιλόνεικοι πῶς οὐ συμφωνεῖ ἡμῖν ὁ μέγας οὗτος διδάσκαλος; Ἢ πῶς ξένην ὁδὸν παρὰ τὴν ἐκκλησιαστικὴν ἐβαδίσαμεν; Ἀλλ' ἄπαγε τῆς τούτων ματαιοπονίας, καὶ προσθήσωμεν τούτῳ καὶ τὸν κατ' ἐκεῖνον καιρὸν Γρηγόριον τὸν Ναζιανζηνὸν ὑπ' αὐτῶν μάλιστα διαβοώμενον, τὰ αὐτὰ τῷ πρὸ αὐτοῦ καὶ ἡμῖν ἐξαγγέλλοντα. Γρηγορίου Ναζιανζηνοῦ ἐκ τοῦ δευτέρου λόγου τοῦ εἰς τὸ Πάσχα Ἀλλὰ θύσωμεν τῷ Θεῷ θυσίαν αἰνέσεως ἐπὶ τὸ ἄνω θυσιαστήριον μετὰ τῆς ἄνω χοροστασίας, διασχίσωμεν τὸ πρῶτον καταπέτασμα, τῷ δευτέρῳ προσέλθωμεν, εἰς τὰ Ἅγια τῶν ἁγίων παρακύψωμεν· εἴπω τὸ μεῖζον, ἡμᾶς αὐτοὺς θύσωμεν τῷ Θεῷ. Καὶ οὗτος τὰ ὅμοια τῷ πρὸ αὐτοῦ ἐξεῖπε περὶ τοῦ σχήματος πρῶτον καὶ δεύτερον μόνον καταπέτασμα καὶ θυσιαστήριον εἰπών, καὶ περὶ τῶν ἀγγέλων ὡς καὶ αὐτῶν καὶ ἡμῶν ἐν τῷ πρώτῳ καταπετάσματι ἔτι ὄντων, ἐπιθυμούντων δὲ ἅμα ἡμῖν ἐν τῷ δευτέρῳ παρακύψαι. Πῶς οὐ πρόδηλον ὅτι ξένην ὁδὸν ἢ ἀλλοτρίαν οὐκ ἐβαδίσαμεν παρὰ τὴν ἐκκλησιαστικήν; Αἰσχυνέσθωσαν οὖν οἱ φιλόνεικοι τὴν συμφωνίαν τῆς Ἐκκλησίας ὁρῶντες, καὶ μὴ δυσπετείτωσαν εἰς ἡμᾶς· σκληρὸν γὰρ αὐτοῖς πρὸς κέντρα λακτίζειν. Ἀλλὰ καὶ τὸν τρίτον παραγάγωμεν μετὰ τοῦτον γεγονότα κατ' ἐκεῖνο καιροῦ, τὸν τῆς Ἀλεξανδρέων ἐπίσκοπον Θεόφιλον, καὶ αὐτὸν μαρτυροῦντα τοῖς ἡμετέροις, μᾶλλον δὲ τῇ ἀληθείᾳ. Θεοφίλου ἐκ τῆς αʹ ἑορταστικῆσ Ἵνα τῶν γηΐνων ἄνω γενόμενοι πράξεων εἰς τὸν ὑψηλὸν τῆς ἀρετῆς οἶκον, καθάπερ οἱ μαθηταί, φάγωμεν ἐν τῷ ἀναγαίῳ τὸ πάσχα, ἔχοντες μεθ' ἑαυτῶν τὸν ὑπὲρ ἡμῶν τυθέντα Χριστόν, ὅλον αὐτὸν ὡς ζωὴν ἐσθίοντες. Τοῦ αὐτοῦ ἐκ τῆς ιʹ ἑορταστικῆσ Ἵνα πάλιν τὸ παραπέτασμα καὶ κάλυμμα τῆς λέξεως ἀναστείλαντες, ἀνακεκαλυμμένῳ προσώπῳ, τὴν διαβατήριον τοῦ θείου Πάσχα πανήγυριν κατοπτρίζωνται, βοῶντες τῷ Ἰησοῦ·" Ποῦ θέλεις ἑτοιμάσωμέν σοι τὸ πάσχα;" Ὅτε καὶ μαθόντες παρ' αὐτοῦ ἐν ἀναγαίῳ δεῖν ἐπιτελεῖν τοῦτο, ἄνω τῶν γεωδεστέρων πραγμάτων ἐγίνοντο, εἰς τὰ Ἅγια τῶν ἁγίων δρομαῖοι τῇ γνώμῃ βαδίζοντες, ἔνθα ὁ Χριστὸς αὐτὸς ὑπὲρ ἡμῶν εἰσῆλθε, τοῦ κατὰ τὸν τύπον ἀρχιερέως πέπαυκε τὴν χρείαν, ἡμῖν αἰωνίαν λύτρωσιν εὑράμενος καὶ ὑπὲρ ἡμῶν ἐμφανισθεὶς τῷ προσώπῳ τοῦ Θεοῦ· τότε μὲν γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς εἰσήρχετο εἰς τὰ Ἅγια τῶν ἁγίων, ἔξω τοῦ λαοῦ μένοντος διὰ τὸ μικρὸν τῆς δυνάμεως, ὁ δὲ Σωτὴρ ἐπιβὰς ἄδειαν τοῖς βουλομένοις εἰσελθεῖν δέδωκεν. Ὅρα καὶ τοῦτον σύμφωνον ἡμῖν ὄντα, ἀνάγαιον οἶκον λέγοντα Ἅγια ἁγίων, ἔνθα ὁ Δεσπότης Χριστὸς πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν, οὗ τύπος ἦν ὁ κατὰ τὴν σκηνὴν Μωϋσέως ἀρχιερεύς, ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ, καὶ ὅτι τοῖς βουλομένοις ἄδειαν δέδωκε τοῦ εἰσελθεῖν εἰς τὰ Ἅγια τῶν ἁγίων, τουτέστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Λεγέτωσαν οἱ τῆς μερίδος τῶν ἀποσχιστῶν προστάται πῶς ξένην ὁδὸν ἐβαδίσαμεν παρὰ τὴν ἐκκλησιαστικήν; Πῶς οὐκ αἰδοῦνται τῶν ἰδίων πατέρων τοὺς λόγους ἀλλὰ τούτων μὲν καταγιγνώσκουσιν ὡς ὄντως ἐριστικῶν; Καὶ τοῦτον δὲ παραδραμόντες ἐπὶ τὸν κατ' ἐκεῖνο καιροῦ συμμύστην, τὸν τῆς Γαβάλων ἐπίσκοπον Σευηριανόν, τέταρτον μετέλθωμεν, μαρτυροῦντα σχεδὸν πάσῃ τῇ ἡμετέρᾳ συγγραφῇ. Σευηριανοῦ ἐκ τοῦ πρώτου λόγου τῆς Ἑξαημέρου Τῇ γὰρ πρώτῃ ἡμέρᾳ ἐποίησε τὰς ὕλας τῶν κτισμάτων, ταῖς δὲ ἄλλαις ἡμέραις τὴν μόρφωσιν καὶ τὴν διακόσμησιν τῶν κτισμάτων, οἷόν τι λέγω, ἐποίησε τὸν οὐρανὸν μὴ ὄντα, οὐ τοῦτον, ἀλλὰ τὸν ὑπεράνω· οὗτος γὰρ τῇ δευτέρᾳ ἡμέρᾳ ἐγένετο· ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν τὸν ἀνώτερον·" ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων"· ὑπεράνω δέ ἐστι τούτου· καὶ ὡς ἐν οἴκῳ διωρόφῳ μεσολαβεῖ στέγη μέση, οὕτως ὡς ἕνα οἶκον κτίσας ὁ Θεὸς τὸν κόσμον μέσην στέγην ἔθηκε τὸν οὐρανὸν τοῦτον, καὶ ὑπεράνω τὰ ὕδατα· διὰ τοῦτο Δαυῒδ λέγει·" Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ." Ἐποίησεν οὖν τὸν οὐρανὸν μὴ ὄντα, τὴν γῆν μὴ οὖσαν, τὰς ἀβύσσους μὴ οὔσας, ἀνέμους, ἀέρα, πῦρ, ὕδωρ· πάντων τῶν γενομένων τὰς ὕλας ἐν τῇ πρώτῃ ἡμέρᾳ ἐποίησεν. Ἀλλ' ἐρεῖ τις ὅτι γέγραπται μὲν ὅτι ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, περὶ δὲ ὑδάτων καὶ πυρὸς καὶ ἀέρος οὐ γέγραπται. Πρῶτον μὲν οὖν, ἀδελφοί, εἰπὼν τὸν οὐρανὸν καὶ τὴν γῆν γεγενῆσθαι ἐκ τῶν περιεχόντων τὰ περιεχόμενα ἡρμήνευσεν. Καὶ μεθ' ἕτερα Εἶτα ὁ ἀὴρ πότε ἐγένετο, ἄκουε·" Καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τῶν ὑδάτων"· τὸ πνεῦμα δὲ οὐ τὸ ἅγιον λέγει ἐνταῦθα· οὐ γὰρ τῇ κτίσει συναριθμεῖται τὸ ἄκτιστον· ἀλλὰ" πνεῦμα" καλεῖ τὴν τοῦ ἀέρος κίνησιν. Καὶ πάλιν" Εἶπεν ὁ Θεός· Γενηθήτω φῶς", καὶ ἐγένετο τοῦ πυρὸς ἡ φύσις. Καὶ πάλιν Ἀλλὰ τὰς μὲν ψυχὰς ἡμῶν τῷ σώματι περιέφραξε, τοὺς δὲ ἀγγέλους ἀσωμάτους ἐποίησεν. Ὥσπερ οὖν ἐπὶ τῶν ψυχῶν καὶ ἐπὶ τῶν ἀγγέλων, οὕτω καὶ ἐπὶ τοῦ πυρὸς ἔστιν ἰδεῖν, τὸ πῦρ τὸ ἄνω ἄνευ ὕλης, τὸ πῦρ τὸ κάτω μετὰ ὕλης· τὸ γὰρ ἄνω πῦρ συγγενὲς τοῦ κάτω ἐστίν, ὥσπερ καὶ αἱ ψυχαὶ ἡμῶν συγγενεῖς εἰσι τῶν ἀγγέλων. Πῶς; Καθότι κἀκεῖναι πνεύματα, καὶ οὗτοι πνεύματα. Πάλιν λέγει Πάντα οὖν ἐγένετο, πῦρ, ἄβυσσος, ἄνεμοι, τὰ τέσσαρα στοιχεῖα, γῆ, πῦρ, ἀήρ, ὕδωρ· καὶ γὰρ ἅπερ παρέλιπεν, ὡς ἐν παραδόξῳ ἀνακεφαλαιοῦται Μωϋσῆς λέγων·" Ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς." Ὥσπερ δὲ ἐπὶ τοῦ σώματος οὐκ εἶπε πάντα τὰ μέλη, οὐδὲ ἐπὶ τῆς δημιουργίας ἐξηριθμήσατο, εἰ καὶ πάντα συγκατεσκευάσθη τῷ κόσμῳ. Εἰ δὲ μὴ ἦν ἐν τῷ κόσμῳ τὸ πῦρ, οὐκ ἂν σήμερον ἀπὸ πέτρας πῦρ ἐξεβάλλετο καὶ ἀπὸ ξύλων· παρατριβόμενον γὰρ τὸ ξύλον πῦρ γεννᾷ· εἰ δὲ μὴ εἶχεν ἡ φύσις, πόθεν γεννᾷ; Τοῦ αὐτοῦ ἐκ τοῦ δευτέρου λόγου Ἐν τῇ δευτέρᾳ ἡμέρᾳ" εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος". Ἐποίησε τὸν οὐρανόν, οὐ τὸν ἐπάνω, ἀλλὰ τὸν ὁρώμενον, ἐξ ὑδάτων πήξας ὡς κρύσταλλον. Βούλομαι δέ σοι παραστῆσαι πρᾶγμα· πολλὰ γὰρ τῇ ὄψει μᾶλλον ἢ τῷ λόγῳ παραδίδοται. Τοῦτο τὸ ὕδωρ ὑπερεῖχε, φέρε εἰπεῖν, τῆς γῆς πήχεις πέντε· εἶτα" εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος"· καὶ λοιπὸν ἐν μέσῳ τῶν ὑδάτων ἐπάγη πῆγμα κρυσταλλῶδες, καὶ ἐκούφισε τὸ ἥμισυ τοῦ ὕδατος ἄνω, καὶ ἀπέλιπε τὸ ἥμισυ κάτω, καθὼς γέγραπται·" Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔσται διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος." Διὰ τί δὲ αὐτὸ καλεῖ στερέωμα; Ἐπειδὴ ἀπὸ ἀραιῶν ὑδάτων καὶ διαλελυμένων αὐτὸ ἐστερέωσε· διὰ τοῦτο καὶ Δαυΐδ φησιν·" Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ." Καὶ ἵνα ἑτέρῳ χρήσωμαι ὑποδείγματι, ὥσπερ καπνός, ἐπειδὰν ἀπὸ ξύλων καὶ πυρὸς ἀναδοθῇ, ἠραιωμένος ἐστὶ καὶ κεχαυνωμένος, ἐπειδὰν δὲ δράμῃ εἰς ὕψος, εἰς νεφέλης παχύτητα μεταρρυθμίζεται, οὕτως τῶν ὑδάτων τῶν ἠραιωμένων τὴν φύσιν ὁ Θεὸς ὑψώσας ἔπηξεν ἄνω. Καὶ ὅτι ἀληθὲς τοῦτο τὸ δεῖγμα, μαρτυρεῖ Ἠσαΐας λέγων ὅτι" ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη". Παγεὶς τοίνυν ἐν μέσῳ τῶν ὑδάτων ὁ οὐρανός, ἐκούφισε τὰ ἡμίσεια τῶν ὑδάτων ἄνω καὶ τὰ ἡμίσεια ἀφῆκε κάτω. Διὰ τί δὲ ἄνω ὕδατα; Πρὸς ποίαν χρῆσιν; Ἵνα τίς πίῃ; Ἵνα τίς πλεύσῃ; Ὅτι μὲν γὰρ ἔστινὕδατα ἄνω, μαρτυρεῖ ὁ Δαυῒδ λέγων·" Καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν." Πρόσεχε λοιπὸν τῇ σοφίᾳ τοῦ δημιουργοῦ. Κρυσταλλώδης ἦν ὁ οὐρανὸς ἀπὸ ὑδάτων παγείς· ἐπειδὴ δὲ ἔμελλε δέχεσθαι ἡλίου φλόγα καὶ σελήνης καὶ ἄστρων ἄπειρα πλήθη, καὶ ἦν ὅλος πυρὸς πεπληρωμένος, ἵνα μὴ οὕτως ὑπὸ τῆς θερμότητος λυθῇ ἢ φλεχθῇ, ἐπέστρωσε τοῖς νώτοις τοῦ οὐρανοῦ τὰ πελάγη ἐκεῖνα τῶν ὑδάτων, ἵνα λιπαίνῃ καὶ ἐπαλείφῃ αὐτοῦ τὰ νῶτα, καὶ οὕτως ἀντέχῃ πρὸς τὴν φλόγα καὶ μὴ φρύγηται. Ἔχεις δὲ καὶ ὑπόδειγμα· ὥσπερ σήμερον, ἐὰν ἐπιθῇς λέβητα ἐπάνω πυρός, ἐὰν μὲν ὕδωρ ἐπάνωθεν ᾖ, ἀντέχει πρὸς τὸ πῦρ, ἐὰν δὲ μὴ ἔχῃ, διαλύεται, οὕτως ὁ Θεὸς ἀντέστησεν ἀντίπαλον τῷ πυρὶ τὸ ὕδωρ, ἵνα ἔχῃ ἀρκοῦσαν τὴν διαμονὴν διὰ τῶν ἀλειφόντων αὐτὸν ὑδάτων. Καὶ βλέπε τὸ θαυμαστόν· τοσοῦτον περισσεύει τῷ οὐρανίῳ σώματι τὸ ὑγρὸν ὑπὸ τοσούτου πυρὸς πολεμουμένῳ, ὅτι καὶ τῇ γῇ δανείζει. Ἐπεὶ πόθεν δρόσος νεφέλης; Οὐδαμοῦ; Ὁ ἀὴρ ὕδωρ οὐκ ἔχει· δηλονότι ὁ οὐρανὸς ἐκ τῶν περισσευόντων αὐτῷ στάζει· διὰ τοῦτο καὶ ὁ πατριάρχης Ἰσαὰκ εὐλογῶν τὸν Ἰακὼβ ἔλεγε·" Δῴη σοι ὁ Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς." Καὶ μεθ' ἕτερα Πρόσεχε δέ, παρακαλῶ, ὅτι καὶ ἑτέραν χρείαν τὰ ὕδατα ἀποτελεῖ τὰ ἐπάνω τοῦ οὐρανοῦ· οὐ μόνον γὰρ συντηρεῖ τὸν οὐρανόν, ἀλλὰ καὶ τὴν φλόγα τοῦ ἡλίου καὶ τῆς σελήνης κάτω πέμπει. Εἰ γὰρ ἦν διαφανὴς ὁ οὐρανός, ὅλη ἡ αὐγὴ ἄνω ἔτρεχε· τὸ γὰρ πῦρ ἀνωφερὲς ὂν ἔρημον τὴν γῆν κατελίμπανε· διὰ τοῦτο οὖν συνεπίλησε τὸν οὐρανὸν ἄνωθεν ἀπείροις ὕδασιν, ἵνα ἡ αὐγὴ στενουμένη κάτω πέμπηται. Ὅρα τοῦ τεχνίτου τὴν σοφίαν· ἔχεις δὲ καὶ ἐν σεαυτῷ τοῦ τεχνίτου τὴν εἰκόνα· καὶ πρόσεχε, παρακαλῶ· ὅρισαί μοι τὴν κεφαλὴν ταύτην τὸν οὐρανὸν τὸν ἄνω, τὰ ἐπάνω τῆς γλώττης τὸν ἄλλον οὐρανόν, τουτέστι τὸ στερέωμα, ὅθεν καὶ οὐρανίσκος καλεῖται· ἄνω ἐν τοῖς ἀοράτοις ἐγκέφαλος μὴ φαινόμενος, ἐν τῷ κάτω οὐρανῷ γλῶσσα φαινομένη, ὥσπερ ὁ οὐρανὸς ὁ ἄνω ἐν τοῖς νοητοῖς, ὁ δὲ κόσμος ἐν τοῖς λαλουμένοις. Τοῦ αὐτοῦ ἐκ τοῦ τρίτου λόγου Τῇ γὰρ τρίτῃ ἡμέρᾳ ἐβλάστησαν οἱ καρποί, καὶ ἵνα μὴ νομισθῇ πάλιν ὅτι τῇ φύσει τοῦ ἡλίου ἐβλάστησαν, ὅτε ἀπηρτίσθη ἡ δημιουργία, τότε λοιπὸν ποιεῖ ἥλιον καὶ τὴν σελήνην καὶ τὰ ἄστρα. Πόθεν δὲ αὐτὰ ἐποίησεν; Εἴρηται γὰρ ὅτι τῇ πρώτῃ ἡμέρᾳ ἐκ μὴ ὄντων ἐποίησε τὰ πάντα, ταῖς δὲ ἄλλαις ἐξ ὄντων. Πόθεν οὖν ἥλιος; Ἐκ τοῦ γενομένου φωτὸς τῇ πρώτῃ ἡμέρᾳ ὃ μετέβαλεν ὡς ἠθέλησεν ὁ τεχνίτης καὶ εἰς διαφόρους μετεσκεύασεν ὄψεις, ἐκεῖ μὲν τὴν ὕλην τοῦ φωτὸς δημιουργήσας, ὧδε δὲ τοὺς φωστῆρας ποιησάμενος, ὡς εἴ τις προβάλοιτο μᾶζαν χρυσίου, καὶ μετὰ ταῦτα νομίσματα κόψας οὕτω διαθείη τοῦ χρυσίου τὴν διακόσμησιν. Ὥσπερ γὰρ τὴν ἄβυσσον τότε ἓν ὕδωρ ὑπάρχουσαν ἐμέρισεν εἰς τὸ ἄνω ὕδωρ, εἰς τὰς θαλάσσας, εἰς τοὺς ποταμούς, εἰς πηγάς, εἰς λίμνας, εἰς φρέατα, οὕτω καὶ τὸ φῶς ἓν ὑπάρχον, μονοειδές, κατατεμὼν ὁ τεχνίτης ἐμέρισεν εἰς ἥλιον καὶ σελήνην καὶ ἄστρα. Καὶ μεθ' ἕτερα Ἐποίησεν οὖν τὸν οὐρανόν, οὐ σφαῖραν, ὡς φιλοσοφοῦσιν οἱ ματαιολόγοι· οὐ γὰρ ἐποίησε σφαῖραν κυλιομένην, ἀλλ' ὥς φησιν ὁ προφήτης·" Ὁ ποιήσας τὸν οὐρανὸν ὡς καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνήν"· καὶ γὰρ οὐδεὶς ἡμῶν οὕτως ἀσεβής, ὥστε πεισθῆναι τοῖς ματαιολόγοις, καὶ μὴ τοῖς προφητικοῖς λόγοις, οἵπερ λέγουσιν ὅτι ἀρχὴν καὶ τέλος ἔχει ὁ οὐρανός· διὰ τοῦτο οὖν καὶ ὁ ἥλιος οὐκ ἀναβαίνειν λέγεται παρ' αὐτοῖς, ἀλλ' ἐξέρχεσθαι· λέγει γὰρ ἡ Γραφή·" Ἐξῆλθεν ὁ ἥλιος ἐπὶ τὴν γῆν", οὐκ ἀνῆλθε, καὶ πάλιν φησίν·" Ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ", οὐκ ἄνοδος· εἰ δὲ σφαῖρά ἐστιν, ἄκρον οὐκ ἔχει· τὸ γὰρ πανταχόθεν περιφερὲς ποῦ ἔχει τὸ ἄκρον; Ἆρα οὖν ὁ Δαυῒδ μόνος τοῦτο λέγει, ἢ καὶ ὁ Σωτήρ; Ἄκουσον αὐτοῦ τοῦ Κυρίου λέγοντος·" Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ μεγάλης σάλπιγγος καὶ φωνῆς μεγάλης, καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου αὐτοῦ." Ζητοῦμεν δὲ πάλιν ποῦ δύνει ὁ ἥλιος καὶ ποῦ τρέχει τὴν νύκτα, εἰ οὕτως ἔχει καθὼς εἰρήκαμεν. Ἀλλὰ κατὰ τοὺς ἔξω ὑπὸ τὴν γῆν· καθ' ἡμᾶς δὲ τοὺς τὴν σκηνὴν αὐτὸν λέγοντας, πρόσεχε, παρακαλῶ, εἰ μὴ διαψεύδεται τὸ ῥῆμα, ἀλλ' ἔχει σφραγῖδα μεμαρτυρημένην ὑπὸ τῆς ἀληθείας. Συντρέχει δέ μου τῇ φράσει καὶ ὁ τόπος· τὰ γὰρ τοιαῦτα ὄψει μᾶλλον ἢ ἀκοῇ παραδίδοται. Νόμισον εἶναι καμάραν ἐπικειμένην τῇ ἐκκλησίᾳ ἐπὶ ἀνατολὴν μὲν κατὰ τὸν τύπον τῆς ἑῴας, ἄρκτον δὲ ἐκεῖσε καὶ μεσημβρίαν ἐνθάδε καὶ δύσιν ἐκεῖ, εἶτα τὸν ἥλιον ἀνατέλλοντα καὶ μέλλοντα δύνειν, οὐχ ὑπὸ γῆν δύνοντα, ἀλλὰ τὰ βόρεια μέρη διατρέχοντα καὶ ὥσπερ ὑπό τινα τοῖχον κρυπτόμενον, μὴ συγχωρούντων τῶν ὑδάτων φανῆναι αὐτοῦ τὸν δρόμον, καὶ τρέχοντα κατὰ τὰ βόρεια μέρη καὶ καταλαμβάνοντα τὴν ἀνατολὴν πάλιν. Ἀλλὰ πόθεν τοῦτο δῆλον ἔσται; Λέγει γοῦν ὁ μακάριος Σολομῶν ἐν τῷ Ἐκκλησιαστῇ, γραφὴ δέ ἐστιν αὕτη μαρτυρουμένη, οὐ παραγραφομένη·" Ἀνατέλλει γάρ, φησίν, ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει· ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν· κυκλοῖ κυκλῶν, καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα." Βλέπε οὖν αὐτὸν κατὰ μεσημβρίαν τρέχοντα καὶ τὸν βορρᾶν κυκλοῦντα, καὶ μάθε. Καὶ μεθ' ἕτερα Πάντα οὖν πείθεται Θεοῦ νόμῳ. Οὐρανὸς ἕστηκεν οὐκ ἰδίᾳ δυνάμει βασταζόμενος, ἀλλὰ θείῳ λόγῳ ἐστερεωμένος· ὅταν γὰρ ἀπορήσω πῶς ὁ οὐρανὸς ἐξ ὑδάτων πέπηκται, λύει μου τὴν ἀπορίαν ὁ μακάριος Δαυῒδ λέγων·" Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν"· διὰ τί ἐστερεώθησαν; Ἐπειδὴ ἀπὸ ὑδάτων. Οὐδέποτε γὰρ τὸ στερεὸν λέγεται ἐστερεώθη· ἄλλο γὰρ ἐστερεώθη, καὶ ἄλλο τὸ εἶναι στερεόν· στερεωθὲν οὖν λέγεται, ὅταν τὸ ἠραιωμένον καὶ κεχαυνωμένον παγῇ. Ἐκ τοῦ ἕκτου λόγου Οὕτω τὸ δένδρον ἐκεῖνο οὐ φύσιν εἶχε θανατοποιοῦ γνώσεως ἐργαστικήν, ἀλλ' ἀπὸ τῆς περὶ αὐτὸ γενομένης τῷ Ἀδὰμ τραγῳδίας ἔλαβε τὸ ὄνομα. Λύω δὲ τὸ πρᾶγμα συντόμως, οὐ γὰρ ἀπορεῖ ἡ θεία Γραφή. Σήμερον ἔχομεν βρῶμα σωτήριον, οὗ μετέχουσιν οἱ πιστοί. Ἆρα αὐτὸ τὸ δῶρον φυσικὴν ἔχει σωτηρίαν; Εἰ διὰ τὴν ἐπικαλουμένην δόξαν ἔχεις ἐνέχυρον ἀπὸ τῶν παρόντων, τί ἀμφιβάλλεις περὶ τῶν προλαβόντων; Ἐκεῖ βρῶμα θανατοποιόν, ὧδε βρῶμα ζωοποιόν. Εἰ ταῦτα φύσει σῴζει, καὶ οὐ τῇ χάριτι, κἀκεῖνο τῇ φύσει ἀνεῖλε, καὶ οὐ τῇ προθέσει. Καὶ μεθ' ἕτερα ἐκ τοῦ τετάρτου λόγου Καὶ γὰρ οἱ ἄγγελοι γενόμενοι συνεργοὶ μὲν οὐκ ἦσαν τοῦ Θεοῦ, ἀλλὰ λειτουργοὶ ὑμνοῦντες, εὐχαριστοῦντες ὅτι ἐγένοντο, εἰδότες ὅτι πρὸ τούτου οὐκ ὄντες, πνεύματι ἀγαθότητος γενόμενοι, ἑστήκεσαν θεωροὶ βλέποντες μόνον τὰ γενόμενα μετ' αὐτῶν καὶ μετ' αὐτούς· ἔβλεπον γὰρ οὐρανὸν ἐκ τοῦ μὴ ὄντος γενόμενον, καὶ ἐξεπλήσσοντο· ἔβλεπον θάλασσαν ἀφοριζομένην, καὶ ἐθαύμαζον· ἐθεώρουν γῆν κοσμουμένην, καὶ ἔφριττον. Ὅτι δὲ οὐκ ἦσαν ἄγγελοι συνεργοί, ἀλλ' ἢ θαυμασταί, λέγει ὁ Θεὸς τῷ Ἰώβ·" Ὅτε ἐποίουν ἄστρα, ᾔνεσάν με πάντες ἄγγελοί μου καὶ ὕμνησαν." Καὶ μεθ' ἕτερα Ἔβλεπε τὸν Ἀδὰμ ἁμαρτάνοντα, ἀλλὰ προεώρα τοὺς ἐξ αὐτοῦ δικαιοπραγοῦντας· ἔβλεπεν ἐκβαλλόμενον ἐκ τοῦ παραδείσου, ἀλλὰ προεώρα ὅτι ἡτοίμασται αὐτῷ βασιλεία. Τὸ δὲ θαυμαστὸν ὅτι καὶ πρὸ τοῦ παραδείσου ἡ βασιλεία ἐγένετο. Τί οὖν θαυμάζεις εἰ ἐξεβλήθη τοῦ παραδείσου; Ὅπου γε θαυμαστὸν ὅτι πρὸ τοῦ παραδείσου ἡ βασιλεία τῶν οὐρανῶν αὐτῷ ἡτοίμασται, καθὼς λέγει ὁ Σωτήρ·" Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου." Ἐκ τοῦ τρίτου λόγου Λοιπὸν ζητητέον διὰ τί πεπληρωμένην ὁ Θεὸς ἐποίησε τὴν σελήνην. Πρόσεχε, τὸ γὰρ νόημα βαθύ· ἐχρῆν γὰρ αὐτὴν τῇ τετάρτῃ ἡμέρᾳ γενομένην ὡς τεταρταίαν φαίνεσθαι· ἀλλὰ πάλιν, εἰ ἦν τεταρταία, τὸ ἄκρον τῆς δύσεως οὐ κατεῖχεν· εὑρέθη οὖν πλεονεκτοῦσα ἕνδεκα ἡμέρας· τεταρταία γὰρ ἐφαίνετο ὡς πεντεκαιδεκαταία. Ἕνδεκα ἡμέρας λοιπὸν πλεονεκτεῖ ἡ σελήνη τὸν ἥλιον, οὐ τῇ ποιήσει, ἀλλὰ τῇ φαύσει· διὰ τοῦτο ἃ τότε ἐπλεονέκτησεν, ἀποδίδωσι τῷ ἡλίῳ. Ὁ γὰρ κατὰ σελήνην ἀριθμὸς καθ' ἕκαστον μῆνα ἀπὸ εἰκοσιεννέα ἥμισυ ἡμερῶν γινόμενος, ὁ ἐνιαυτὸς ποιεῖ ἐν τοῖς δεκαδύο μησὶν ἡμέρας τριακοσίας πεντήκοντα τέσσαρας· ἐὰν γὰρ οὕτω ψηφίσῃς ἀπὸ εἰκοσιεννέα ἥμισυ ἡμερῶν τὸν μῆνα, γίνονται τοῦ ἐνιαυτοῦ ἡμέραι τριακόσιαι πεντήκοντα τέσσαρες, ἵνα ἃς ἐπλεονέκτησε τότε ἡμέρας ἡ σελήνη κατ' ἐνιαυτὸν ἀποδίδωσι τῷ ἡλίῳ. Ὁ ψηφιστὴς ψηφιζέτω. Τί ἂν ἐροῦσι καὶ περὶ τούτου οἱ τῆς φιλονεικίας φίλοι ἀκούοντες παρ' αὐτοῦ τὴν τοσαύτην συμφωνίαν τὴν πρὸς ἡμᾶς, περὶ τοῦ σχήματος τοῦ οὐρανοῦ τοῦ τε προτέρου καὶ τοῦ δευτέρου καὶ τῶν δύο χώρων, οὓς τὸ στερέωμα μεσολαβοῦν ἐποίησε, καὶ ὅτι οὐ σφαῖρα, ἀλλὰ καμάρα ἐστὶν ὁ οὐρανὸς ὁ πρῶτος κατὰ τὴν θείαν Γραφήν, καὶ ὁ δεύτερος οὗτος ὁ ὁρώμενος οὐρανὸς ἐξ ὑδάτων ἐπάγη καὶ βαστάζει τὰ ὕδατα διὰ τὸ μὴ διαλύεσθαι τῇ θέρμῃ τῶν ἄστρων, ἀλλὰ συντηρεῖσθαι τῇ ψύξει τῶν ὑδάτων, καὶ ὅτι ἡ δρόσος ἐκ τοῦ στερεώματός ἐστι, καὶ περὶ τοῦ δρόμου δὲ τῶν ἄστρων ὡς διὰ τῶν βορείων μερῶν τὴν νύκτα διατρεχόντων, καὶ περὶ τῶν ἀγγέλων ὡς σὺν τῷ οὐρανῷ γενομένων καὶ θεωρῶν ὄντων τῆς ἑξαημέρου δημιουργίας τοῦ Θεοῦ καὶ διδασκομένων καὶ ἐκπληττομένων, καὶ περὶ ψυχῶν δὲ φιλοσοφοῦντα ὡς ἐν τοῖς σώμασι περικλειομένων καὶ ἐν σώμασιν ἐνεργουσῶν. Πῶς οὐκ ἐμφραγήσεται πᾶν στόμα λαλοῦν ἄδικα κατὰ τοῦ Θεοῦ καὶ καθ' ἡμῶν τῶν τὴν θείαν Γραφὴν κατὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν μελετώντων καὶ ἐξ αὐτῆς διαλεγομένων; Ἰδοὺ γὰρ ἐδείχθη ὅτι καὶ οἱ προφῆται καὶ οἱ ἀπόστολοι καὶ εὐαγγελισταὶ καὶ αὐτὸς ὁ Κύριος καὶ πᾶσα ἡ θεία Γραφή, ἔτι δὲ καὶ οἱ παρ' αὐτοῖς, εἴτε ἀληθείᾳ εἴτε προφάσει, θρυλλούμενοι πατέρες τε καὶ διδάσκαλοι μὴ διαφωνοῦντες τοῖς ἡμετέροις, ἀλλὰ πάντες μαρτυροῦσι τῷ ἡμετέρῳ λόγῳ, ὅτι οὐ ξένην οὔτε ἄγνωστον τῆς ἐκκλησίας ὁδὸν ἐβαδίσαμεν, ἀλλὰ κατὰ τὴν ἔννοιαν τῆς θείας Γραφῆς εἰρήκαμεν πάντα καὶ κατεγράψαμεν. Οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν ἔξωθεν παλαιῶν τεθείκαμεν μαρτυρίας συμφωνούσας τῷ ἡμετέρῳ λόγῳ ὡς παραδόσεως γέννημα. Θεὸς μάρτυς, εἶτα ἀπόστολοι, προφῆται, ἁγίων πατέρων πολυώνυμος χορός, ἀποσχιστῶν ἔνιοι καὶ τῶν ἔξωθεν οὐκ ἄσημοι ἀρχαῖοι ἄνθρωποι, αὐτὴ ἡ φύσις τῶν πραγμάτων τὴν ἀληθείαν προδήλως κηρύττουσα. Ἀλλὰ τούτων ἅλις. Λοιπόν, ὦ προσφιλέστατε, ἀσφαλῶς ἀποδείξας πάντας τοὺς προειρημένους μάρτυρας τῆς ἡμετέρας συγγραφῆς, τῷ πάντων Σωτῆρι Θεῷ τὴν εὐχαριστίαν ἀναπέμψωμεν, δόξαν τε καὶ τιμὴν καὶ κράτος τῷ Πατρὶ καὶ τῷ μονογενεῖ αὐτοῦ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς σύμπαντας καὶ ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.... ὅπως ἂν ἐκ πάντων τὸ βέβαιον ἔχοι, καὶ φραγῇ πᾶν στόμα λαλοῦν ἄδικα. Ἀλλὰ καὶ τοῦτον παρελθόντες ἐπὶ τὸν τούτου συλλειτουργὸν πέμπτον, Ἐπιφάνιον ἐπίσκοπον, μεταβῶμεν, δεικνύοντες καὶ τοῦτον μαρτυροῦντα καὶ συμφωνοῦντα τῷ ἡμετέρῳ λόγῳ. Ἐπιφανίου, ἐπισκόπου Κύπρου, ἐκ τοῦ λόγου τοῦ Περὶ μέτρων καὶ σταθμῶν Εἴκοσι γὰρ καὶ δύο ἔργα, ὦ φιλόκαλε, ὁ Θεὸς ἐποίησεν ἀπ' ἀρχῆς ἄχρι τῆς ἑβδόμης ἡμέρας, ἅτινά ἐστι τάδε· τῇ πρώτῃ ἡμέρᾳ τὸν οὐρανὸν τὸν ἀνώτερον, τὴν γῆν, τὰ ὕδατα, ἐξ ὧν ἐστι χιών, κρύσταλλος καὶ χάλαζα, πάγος καὶ δρόσος, τὰ πνεύματα τὰ λειτουργοῦντα ἐνώπιον αὐτοῦ, ἅτινά ἐστι τάδε· ἄγγελοι πρὸ προσώπου καὶ ἄγγελοι τῆς δόξης, καὶ ἄγγελοι νεφελῶν καὶ γνόφων καὶ χιόνων καὶ χαλάζης καὶ πάγου, ἄγγελοι φωνῶν, βροντῶν καὶ ἀστραπῶν, ἄγγελοι ψύχους καὶ καύματος, χειμῶνος καὶ φθινοπώρου, καὶ πάντων τῶν πνευμάτων τῶν κτισμάτων αὐτοῦ, τῶν ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς καὶ τοῦ χάους, τὸ σκότος τὸ ἐπάνω τῆς ἀβύσσου τῶν ὑδάτων τῶν ποτὲ ἐπάνω τῆς γῆς, ἐξ οὗπερ σκότους ἑσπέρα καὶ νύξ, τὸ φῶς ἡμέρας τε καὶ ὄρθρου. Ταῦτα τὰ ἑπτὰ μέγιστα σημεῖα ἐποίησεν ὁ Θεὸς ἐν τῇ πρώτῃ ἡμέρᾳ, τῇ δὲ δευτέρᾳ ἡμέρᾳ τὸ στερέωμα τὸ ἐν μέσῳ τῶν ὑδάτων· ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐμερίσθη τὰ ὕδατα· τὰ ἡμίση αὐτῶν ἀνέβη ἐπάνω τοῦ στερεώματος, καὶ τὰ ἡμίση αὐτῶν ὑποκάτω τοῦ στερεώματος ἐν μέσῳ, ἐπὶ πρόσωπον πάσης τῆς γῆς· τοῦτο μόνον τὸ ἔργον ἐποίησεν ὁ Θεὸς τῇ δευτέρᾳ ἡμέρᾳ. Καὶ οὗτος ἡμῖν συμφωνεῖ μαρτυρῶν περὶ τοῦ σχήματος, ἀνώτερον οὐρανὸν εἰπὼν καὶ στερέωμα κατώτερον τὸ καὶ βαστάζον τὰ ὕδατα, καὶ περὶ τῶν ἀγγέλων δὲ διαρρήδην πάντα ὁμοίως ἡμῖν εἰπών, ὅτι καὶ πάντες ἐν τῷ κόσμῳ τούτῳ εἰσὶ καὶ πάντες πάντα κινοῦσι καὶ λειτουργοῦσι διὰ τὸν ἄνθρωπον, καὶ ὅτι καὶ αὐτοὶ τῇ πρώτῃ ἡμέρᾳ σὺν οὐρανῷ τῷ ἀνωτέρῳ καὶ τῇ γῇ ἐγένοντο. Καὶ τοῦτο ἀκούοντες, ἄνθρωποι, μὴ ἔριδι καὶ ζήλῳ κατεχόμενοι ἀγανακτήσητε, ἀλλὰ μᾶλλον φιλαλήθως ἐπίγνωτε τὴν συμφωνίαν τὴν ἐκκλησιαστικήν, ἤτοι καὶ τὴν ἀληθινήν. Μάτην γὰρ λοιδορεῖτε, ἀντοφθαλμεῖν τῇ ἀληθείᾳ μὴ δυνάμενοι. Ἐντράπητε τοίνυν τὸ πλῆθος τῶν μαρτύρων. Εἰ δὲ μηδέπω ἀρκεῖ ὑμῖν, ἔτι καὶ τοῦτον παρατρέχοντες ἐπὶ τὸν τῆς βασιλευούσης ἐπίσκοπον, τὸν θαυμάσιον Ἰωάννην, τὸν ἐκ τῶν τριῶν προλαβόντων ἀθετηθέντα παρελθόντες, δείξωμεν καὶ τοῦτον τὸν ἀοίδιμον ἀθλητὴν καὶ ἐλεήμονα, συμμαρτυροῦντα καὶ συμφωνοῦντα τῷ ἡμετέρῳ λόγῳ. Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ Περὶ ἐλεημοσύνης λόγου Μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων. Μεγάλα τὰ πτερὰ τὰ τῆς ἐλεημοσύνης· τέμνει τὸν ἀέρα, παρέρχεται τὴν σελήνην, τέμνει τὰς ἀκτῖνας τοῦ ἡλίου, εἰς αὐτὰς ἀνέρχεται τὰς ἀψῖδας τοῦ οὐρανοῦ· ἀλλ' οὔτε ἐκεῖ ἵσταται, ἀλλὰ καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ παρατρέχει, καὶ τοὺς δήμους τῶν ἀγγέλων παρέρχεται καὶ τοὺς χοροὺς τῶν ἀρχαγγέλων καὶ τὰς ἀνωτέρας ὅλας Δυνάμεις, καὶ αὐτῷ παρίσταται τῷ θρόνῳ τῷ βασιλικῷ. Καὶ ἐξ αὐτῆς διδάχθητι τῆς Γραφῆς· τοῦτό φησι·" Κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ." Τοῦ αὐτοῦ ἐκ τοῦ ὑπομνήματος τῆς πρὸς Ἐφεσίους Ἐπιστολῆσ" Ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ", τουτέστι σοφοὺς καὶ φρονίμους ποιήσας τῇ ὄντως σοφίᾳ, τῇ ὄντως φρονήσει. Βαβαὶ πόση φιλία. Τὰ γὰρ μυστήρια αὐτοῦ ἡμῖν λέγει." Τοῦ θελήματος αὐτοῦ" φησίν, ὡς ἂν εἴποι τις· Τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ ἡμῖν ἐγνώρισε. Τοῦτο γάρ ἐστι τὸ μυστήριον τὸ πάσης σοφίας γέμον καὶ φρονήσεως· τί γὰρ ταύτης τῆς σοφίας ἴσον ζητεῖς; Τοὺς οὐδενὸς ἀξίους ὄντας, τούτους εὗρεν ὅπως εἰς πλοῦτον ἀναγάγῃ. Τί ταύτης τῆς συμμαχίας ἴσον; Ὁ ἐχθρὸς ὁ μεμισημένος οὗτος ἐξαίφνης ἄνω γέγονε· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἐν τούτῳ τῷ καιρῷ καὶ τοῦτο σοφίας ἦν, καὶ τὸ διὰ τοῦ σταυροῦ. Μῆκος ἐνταῦθα ὁ λόγος δεῖξαι πῶς σοφίας ἦν τοῦτο, καὶ πῶς σοφοὺς ἡμᾶς εἰργάσατο. Πάλιν" Κατὰ τὴν εὐδοκίαν αὐτοῦ, φησίν, ἣν προέθετο ἐν αὐτῷ", τουτέστι τοῦτο ἐπεθύμει, τοῦτο ὤδινεν, ὡς ἄν τις εἴποι, ἐξειπεῖν τὸ μυστήριον. Ποῖον δὴ τοῦτο; Ὅτι ἄνθρωπον ἄνω καθίσαι βούλεται· τοῦτο δὲ γέγονεν" εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς". Τοῦ αὐτοῦ ἐκ τοῦ ὑπομνήματος τῆς πρὸς Ἑβραΐους Ἐπιστολῆς, εἰς τὸ κεφάλαιον τὸ λέγον" κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις" Ποῦ εἰσιν οἱ λέγοντες δονεῖσθαι τὸν οὐρανόν; Ποῦ εἰσιν οἱ σφαιροειδῆ αὐτὸν εἶναι ἀποφαινόμενοι; Ἀμφότερα γὰρ ταῦτα ἀνῄρηται ἐνταῦθα. Τοῦ αὐτοῦ ἐκ τοῦ ὑπομνήματος, εἰς τὸ κεφάλαιον τὸ λέγον" καὶ διὰ τοῦτο διαθήκης νέας μεσίτης ἐστί" Καὶ πῶς ἐστιν ὑποδείγματα ταῦτα τῶν ἐν τοῖς οὐρανοῖς; Τίνα δὲ καλεῖ" τὰ ἐν τοῖς οὐρανοῖς"; Τὰ ἡμέτερα· καὶ ἐπου ράνια τὰ ἡμέτερα, κἂν ἐν τῇ γῇ ἐπιτελῆται, ἐπεὶ καὶ ἄγγελοι ἐν τῇ γῇ εἰσιν, ἀλλ' ἐπουράνιοι λέγονται, καὶ Χερουβὶμ ἐπὶ τῆς γῆς ἐφάνη, ἀλλ' ἐπουράνιά εἰσι. Καὶ τί λέγω, ἐφάνη; Ἐπὶ τῆς γῆς μὲν οὖν διάγει, ὥσπερ οὖν ἐν τῷ παραδείσῳ; Ἀλλ' οὐδὲν τοῦτο. Ἐπουράνια γάρ εἰσι, καὶ ἡμῶν τὸ πολίτευμά ἐστιν ἐν τοῖς οὐρανοῖς, κἂν τοῖς ἐνταῦθα πολιτευώμεθα. Καὶ μεθ' ἕτερα Ἐγὼ δείκνυμι διὰ τῶν ἔργων τοὺς εἰς ἐκεῖνο τὸ ὕψος φθάσαντας. Τίνας δὴ τούτους; Τοὺς περὶ Παῦλον λέγω, οἵτινες ἐν τῇ γῇ ὄντες ἐν τῷ οὐρανῷ διέτριβον. Καὶ τί λέγω, ἐν τῷ οὐρανῷ; Ὑψηλότεροι ἦσαν καὶ τοῦ οὐρανοῦ καὶ εἰς τὸν ἄλλον οὐρανὸν πρὸς αὐτὸν ἀνῆλθον τὸν Θεόν. Καὶ οὗτος πάλιν ὁ σοφὸς καὶ μέγας διδάσκαλος συνῳδὰ ἡμῖν καὶ τοῖς καθ' ἡμᾶς περί τε τοῦ σχήματος θαυμασίως ἐξεῖπε, περὶ μὲν τοῦ σχήματος, ἀπὸ τῶν περὶ τὴν γῆν τόπων κατὰ πρόσβασιν ἀνιὼν ἕως τοῦ θρόνου τοῦ βασιλικοῦ τὴν ἄνοδον καλῶς καὶ κατὰ τάξιν ἐξηγησάμενος, πρῶτον θεὶς τὸν ἀέρα, εἶτα τὴν σελήνην, ἔπειτα τὸν ἥλιον, αὖθις τὸ στερέωμα, εἶθ' οὕτως πάλιν τὸν οὐρανὸν τοῦ οὐρανοῦ, πλέον δύο οὐρανῶν μὴ εἰπὼν καὶ κωμῳδῶν τοὺς σφαῖραν αὐτὸν λέγοντας καὶ κινεῖσθαι αὐτὸν ἀποφαινομένους, καὶ περὶ τῶν ἀγγέλων καὶ τῶν Χερουβίμ, ἐν τῷ κόσμῳ τούτῳ ἅμα ἡμῖν πάντας εἰρηκώς, ὅτι οὐδὲ εἷς αὐτῶν τέως τὸν κόσμον τοῦτον ὑπερέπτη, περὶ δὲ τοῦ δόγματος, πάλιν ἀσφαλῶς χρησάμενος σὺν τῷ σχήματι καὶ τὸ ἁρμόζον τῷ σχήματι δόγμα τρανῶς διηγησάμενος. Τί γάρ, φησίν, ὁ ἐχθρὸς ὁ μεμισημένος οὗτος ἐξαίφνης ἄνω γέγονε, καὶ πάλιν ὅτι ὁ Θεὸς ἄνθρωπον ἄνω καθίσαι βούλεται εἰς οἰκονομίαν τῶν καιρῶν καὶ ἀνακεφαλαίωσιν ἐπουρανίων καὶ ἐπιγείων; Οὕτω γὰρ καὶ" μυστήριον τοῦ θελήματος" τοῦ Θεοῦ τοῦτο ἐξεῖπε. Ποιήσας γὰρ ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τῇ δευτέρᾳ ἡμέρᾳ πάλιν τὸ στερέωμα πεποίηκε καὶ θεὶς καταμέσοθεν τοῦ ὕψους διεῖλε τὸν ἕνα κόσμον εἰς δύο κόσμους, τοῦτον καὶ τὸν ἀνώτερον. Τῇ δὲ ἕκτῃ ἡμέρᾳ τελέσας πάντα τὸν κόσμον τοῦτον εἰς ὕστερον πάντων, ὥσπερ τινὰ σύνδεσμον τοῦ παντὸς κόσμου, ὁρατῶν καὶ ἀοράτων, τὸν ἄνθρωπον ἐξ ἁπασῶν τῶν φύσεων ἓν ζῷον πεποίηκεν. Ἐπ' ἐσχάτου τοίνυν τῶν ἡμερῶν, ὅτε περ ἔδει καὶ τὸν δεύτερον κόσμον ἀναδειχθῆναι, αὐτὸν πάλιν τὸν σύνδεσμον τοῦ παντὸς κόσμου, ὁρατῶν καὶ ἀοράτων, τουτέστι τὸν ἄνθρωπον, λαβὼν καὶ ἐξ ἀναστάσεως νεκρῶν ἀνακαινίσας καὶ κρείττονα ποιήσας εἰς οὐρανόν, τουτέστιν εἰς τὸν δεύτερον χῶρον ἤτοι κόσμον, πρὸ πάντων εἰσήγαγεν. Ἀνακεφαλαίωσις γὰρ καὶ ἀνάκτισίς τις ᾠκονομεῖτο παρὰ τοῦ Θεοῦ ἐν τῷ ἀνθρώπῳ ὡς συνδέσμῳ ὄντι ἐπουρανίων καὶ ἐπιγείων, τουτέστιν ὁρατῶν τε πάντων καὶ ἀοράτων. Ταῦτα τοίνυν καὶ οὗτος ὁ πατὴρ ἐπιστάμενος καὶ" μυστήριον τοῦ θελήματος" τοῦ Θεοῦ αὐτὰ ἐξεῖπε καὶ" εὐδοκίαν", καὶ τὸν ἐκ τοῦ παραδείσου διωχθέντα, ὡς μεμισημένον διὰ τὴν παρακοήν, ἐξαίφνης οὐράνιον δι' εὐδοκίαν Θεοῦ γεγονότα ἐκήρυξεν ἐπὶ ἀνακεφαλαιώσει τοῦ παντός. Βαβαὶ συμφωνία τῆς Ἐκκλησίας. Βαβαὶ ὁμοφωνία μυστηρίων Θεοῦ. Βαβαὶ διδασκάλων ὁμόνοια πνευματική. Πῶς οὐ κατάκριτος ὁ τούτοις ἐναντιούμενος; Θεὲ τῶν ὅλων Κύριε, βεβαίωσον ἡμᾶς ἐν τοῖς μυστηρίοις σου διὰ παντός. Ἀμήν. Παυσάσθωσαν οἱ φιλόνεικοι καὶ μᾶλλον ὑποκυψάτωσαν τὸν αὐχένα τῇ Ἐκκλησίᾳ. Τοιαύτην γὰρ συνήθειαν καὶ ἡμεῖς σὺν τῇ Ἐκκλησίᾳ ἀποστρεφόμεθα. Ἀλλὰ καὶ τούτῳ πέρας δόντες ἕβδομον μάρτυρα παραγάγωμεν συμπληροῦντα τῆς θείας Διαθήκης, Παλαιᾶς τε καὶ Καινῆς, τὰ σύμβολα. Εἰ γὰρ" ἐπὶ δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα", εἴρηται ἐν τῇ θείᾳ Γραφῇ, πόσῳ μᾶλλον ἐπὶ τοῖς ἑπτά· τῆς γὰρ τελείας διαθήκης σύμβολα δείκνυσιν ὁ τῶν ἑπτὰ μαρτύρων χορός. Ἔστιν οὖν ὁ τῆς Καρπάθου ἐπίσκοπος Φίλων τὰ ὅμοια τοῖς ἄλλοις ἓξ μαρτυρῶν. Φίλωνος, ἐπισκόπου Καρπάθου, ἐκ τοῦ ὑπομνήματος τῶν Ἀσμάτων, εἰς τὸ ῥητὸν τὸ λέγον" εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ" Τοῦ δὲ ἐπουρανίου βασιλέως τὸ ταμιεῖον, δῆλον ὅτι τὸ σῶμα ὃ ἑαυτῷ ᾠκοδόμησεν οἶκον, ἔπειτα δὲ καὶ ἡ τῶν οὐρανῶν βασιλεία. Τοῦ αὐτοῦ εἰς τὸ" φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ" Ἔλαβε γὰρ ὁ μὲν Υἱὸς τοῦ Θεοῦ τὸν ἄνθρωπον ὃν ἐνεδύσατο ἀπὸ τῆς Ἐκκλησίας καὶ ἀνταπέδωκεν αὐτῇ πάλιν εἰς κοινωνίαν αὐτῆς ἁγίαν τὴν σάρκα εἰς μετάληψιν. Τοῦ αὐτοῦ εἰς τὸ" βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς. Τί ὡραιώθης καὶ τί ἱδρύνθης;" Παρατρέχων γὰρ ἐξ οὐρανοῦ ἐπὶ γῆς, εἰς τὰ καθ' ᾅδου καὶ κατώτερον ᾅδου βυθὸν κατελθών, ἐκεῖθεν ἀνασπάσει τὸν τεθνεῶτα. Καὶ μεθ' ἕτερα Ὡραιώθη γὰρ ὄντως καὶ ἱδρύνθη, οὐχ ἡ τῆς θεότητος δύναμιςοὐ γὰρ προσθήκην ἐπιδέχεται, οὐ μείωσιν, ἀλλ' ἡ σὰρξ ἣν ἀνείληφε καὶ ὁ ἄνθρωπος ὃν ἐφόρεσεν. Οὗτος ὡραιώθη τῇ τῆς θεότητος ὡραιότητι συμμορφωθείς, καὶ ἱδρύνθη ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ ἐν δεξιᾷ τοῦ Θεοῦ. Τοῦ αὐτοῦ εἰς τὴν Ἑξαήμερον, ἔνθα διαλαμβάνει περὶ τοῦ ἐκ γενετῆς τυφλοῦ Εἰ γὰρ καὶ ἄνθρωπον αὐτὸν ἔβλεπες, ἀλλὰ τὸν ἐν ἀνθρώπῳ Θεὸν ἐξ αὐτῶν τῶν ἔργων νοῆσαι ὤφειλες. Κατανόει καὶ τοῦτον τὸν πατέρα σκοπὸν ἕνα μεθ' ἡμῶν περὶ τοῦ σχήματος καὶ τοῦ δόγματος ἀποσῴζοντα, καὶ περὶ μὲν τοῦ σχήματος," ταμιεῖον" Θεοῦ τὴν βασιλείαν τῶν οὐρανῶν καλέσανταταμιεῖον δέ ἐστι τὸ ἐσώτερον καὶ ἀσφαλέστερον τοῦ οἴκου χώρημα, ὃ καὶ βασιλείαν οὐρανῶν εἶπε, περὶ δὲ τοῦ δόγματος, ἐν αὐτῷ τῷ ταμιείῳ, τουτέστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καθεσθέντα καὶ ἱδρυνθέντα τὸν ἄνθρωπον, ὃν ὁ Θεὸς ἐφόρεσε καὶ τοῦ θανάτου ἀνέσπασε καὶ τῆς ἐν δεξιᾷ τιμῆς ἠξίωσε. Πῶς οὖν οἱ ἐθελοφίλεχθροι βοῶσιν ὡς ξένην τινὰ ὁδὸν καὶ μηδενὶ ἐγνωσμένην ἐβαδίσαμεν; Παυσάσθωσαν τῆς ἐθελοκάκου μανίας, καὶ μὴ συκοφαντείτωσαν ἡμᾶς." Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;" Ὁ Θεὸς γὰρ πρῶτος τοῖς ἡμετέροις μαρτυρεῖ, ἔπειτα προφῆται καὶ ἀπόστολοι καὶ εὐαγγελισταὶ καὶ τῶν πατέρων πολυώνυμος χόρος, ἐξ ὧν πατέρων καὶ ὑμεῖς ἐνίους φατὲ δέχεσθαι, ἔτι δὲ καὶ παλαιοὶ τῶν ἔξωθεν συγγραφεῖς τοῖς ἡμετέροις εἰς ἔνια συνεφώνησαν. Ἵνα δὲ μὴ τὸν λόγον ἐπὶ πλεῖον μηκύνωμεν, ἀρκετὸν ἡγησάμεθα τὰς προτεθείσας μόνον μαρτυρίας θεῖναι τῶν φιλο νείκων καὶ μόνον ἕνεκα, τῶν τολμώντων διαβάλλειν τὰ ἡμέτερα, μᾶλλον δὲ αὐτὴν τὴν ἀλήθειαν, ἔκδηλον πᾶσι βουλόμενοι καταστῆσαι τὴν τούτων φιλονεικίαν. Ἵν' οἴκοθεν ἔχωσι τὸν ἔλεγχον τῆς ἀκαίρου μανίας, ἵνα δὲ μὴ μόνον ἀπὸ τούτων τῶν παλαιῶν μεμαρτυρημένη ᾖ ἡ ἡμετέρα συγγραφή, θήσω καί τινος νέου ἀποσχίστου αὐτῶν πατρὸς ἔτι καὶ νῦν ζῶντος καὶ ἐν Κωνσταντινουπόλει διάγοντοςἐκ περιουσίας καὶ τοῦτο ποιῶνμαρτυρίαν μαρτυροῦντος, εἴτε ἐξ ἀγνοίας εἴτε ἀπ' αὐτῆς τῆς ἀληθείας ἀναγκαζομένου, τῇ ἡμετέρᾳ συγγραφῇ. Θεοδοσίου, Ἀλεξανδρείας ἐπισκόπου, εἰς τὴν τεσσαρακοστὴν τῆς ἀναλήψεως τοῦ Κυρίου ἡμέραν Σήμερον ἡ ἀνθρώπινος φύσις σκευαγωγεῖται εἰς οὐρανόν, σήμερον οὐρανὸς ἀνοίγεται καὶ ἄνθρωπος εἰσέρχεται. Τί πρὸς ταῦτα ἐροῦσιν οἱ ἐναντίοι; Πῶς οὐ μεμαρτύρηκε τοῖς ἡμετέροις καὶ ἐν τῷ σχήματι καὶ ἐν τῷ δόγματι; Βαβαὶ ἰσχὺς τῆς ἀληθείας καὶ ἄκοντας τοὺς ἐχθροὺς εἰς ἑαυτὴν ἐπισπῶσα. Τοῦ αὐτοῦ ἐν ἑτέρᾳ ἐξηγήσει Οὐ μέγα, εἰ Θεὸς διάβολον ἥττησεν. Ὢ τοῦ θαύματος. Καὶ ἐνταῦθα δείκνυσιν ἡ ἀλήθεια τὴν τούτων ἄκαιρον φιλονεικίαν. Εἰ γὰρ οὐ μέγα λέγει Θεὸν μετὰ διαβόλου παλαίοντα καὶ νικῶντατοῦτο γὰρ καὶ λέγειν μανικὸν ὑπάρχει, Θεῷ γὰρ οὐ μόνον ὁ διάβολος, ἀλλὰ καὶ πᾶσα ἡ κτίσις ὑποτέτακται καὶ εἰς οὐδὲν λογισθήσεται, πῶς οὐκ εὔδηλον τυγχάνει ὅτι ἄνθρωπον βούλεται μετὰ τοῦ διαβόλου τὸν παλαίσαντα καὶ νικήσαντα; Τοῦτο γὰρ καὶ μέγα ὑπάρχει, ὃν καὶ ἀνωτέρω εἶπεν εἰσελθόντα ὡς νικητὴν εἰς τὸν οὐρανόν. Ὅτι δὲ τοῦτον τὸν σκοπὸν ἀποσῴζει, πάλιν ὁ αὐτὸς βοᾷ·" Ἔδει γάρ, ἔδει τὴν καταπαλαιωθεῖσαν φύσιν ταύτην ἀναδήσασθαι στέφανον", ὡσανεὶ αὕτη ἡ φύσις ἡ ἡττηθεῖσα ὑπὸ τοῦ διαβόλου, φησίν, ἐν τῷ παραδείσῳ, τουτέστιν ὁ ἄνθρωπος, ὃν καὶ ἐξ ἀναστάσεως κρείττονα γενόμενον πολλάκις καὶ διὰ πολλῶν ἐξηγήσατο, καὶ τοῦτον εἰς οὐρανὸν ἀναχθέντα μετὰ παρρησίας ἐξεῖπε. Τοῦ αὐτοῦ εἰς τὴν μεγάλην ἐκκλησίαν, τοῦ Εὐαγγελίου ἀναγνωσθέντος τὸ" Πάτερ, εἰ δυνατόν, παρελθέτω" Σαρκὸς τὰ πάθη ταύτης καὶ τοῦ πάθους γνωρίσματα, ἀγωνία καὶ ἱδρώς, λύπη καὶ ψυχῆς ταραχή, τὰ τῆς ἀνθρωπίνης φύσεως σύμβολα. Βαβαὶ τοῦ θαύματος. Τοιαῦτα λέγουσι καὶ φιλονεικοῦσι μεθ' ἡμῶν, ἀποσχίζοντες τὰς Ἐκκλησίας καὶ τυραννοῦντες. Ποῦ γὰρ γέγραπται ὅτι ἠγωνία καὶ ἵδρωσεν, εἰ μὴ ἐν τῷ Λουκᾷ ἔνθα λέγει·" Καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες εἰς τὴν γῆν· καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐνισχύων αὐτόν"; Πῶς τολμῶσιν αὐτὰ λέγειν καὶ πάλιν καταγινώσκειν τῶν τολμώντων αὐτὰ διηγεῖσθαι; Ἆρ' οὐκ ἔστι πρόδηλος φιλονεικία τῶν τοιούτων; Παραδραμόντες δὲ καὶ τοῦτον ἐπὶ τὸν πρὸ αὐτοῦ νῦν τετελευτηκότα νέον Τιμόθεον μετέλθωμεν, δεικνύοντες καὶ τοῦτον ἄκοντα συγκατατιθέμενον τῇ ἡμετέρᾳ γραφῇ. Γράφει τοίνυν εἰς τὸ αὐτὸ ῥητὸν ἐξηγούμενος ἐν τῇ περιόδῳ εἰς τὸ Πάσχα ἐν τῷ Ἁγίῳ Βίκτορι ἀναγνωσθέντος Ἠσαΐου τοῦπροφήτου καὶ λέγοντος·" Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος", καὶ μνησθέντες ἐν τῇ ἐξηγήσει τὸ" Πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο", λέγων οὕτως. Τιμοθέου εἰς τὸ" Πάτερ, εἰ δυνατόν, παρελθέτω" Φύσις γὰρ ἀεὶ ἐμφιλοχωρεῖν τὴν ψυχὴν ἐν τῷ σώματι καὶ δυσχεραίνειν πρὸς ἀποβίωσιν. Καὶ πάλιν, ἐν τῷ Ἁγίῳ Σαραπάμμωνι ἐβόα· Καὶ μείζονα δὲ τούτων δοθήσεταί μοι παρὰ τοῦ Πατρός, ἐκ νεκρῶν ἀνάστασις, φύσεως ἀνακαινισμὸς καὶ ἀντὶ φθορᾶς ζωοποίησις. Τοῦ αὐτοῦ εἰς τὰ Ἅγια Θεοφάνια, εἰς τὴν γενέθλιον τοῦ Χριστοῦ ἡμέραν, Χοιὰκ λʹ, ἰνδ. ιʹ Ἔτεκεν ἡ Παρθένος ἄνθρωπον τέλειον, ἀναμάρτητον. Καὶ μετ' ὀλίγα Συμπεριτμηθῶμεν Χριστῷ, ἵνα συγκαθαρθῶμεν αὐτῷ. Καὶ πάλιν, ἐν τῷ Ἁγίῳ Θεοδώρῳ, Τυβὶ ηʹ, ἰνδ. ιʹ Διὰ γὰρ τοῦ φαινομένου ἔδειξε τὴν δύναμιν τοῦ κρυπτομένου. Τοῦ αὐτοῦ ἐν τῇ Κυρίνου ἐκκλησίᾳ, Κυριακῆς οὔσης, Παχῶν κβʹ, ἰνδ. εʹ, ἀναγνωσθέντος τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου" ὁ δὲ Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο" Τοιγαροῦν ἐπειδὴ Θεός ἐστιν ἅμα καὶ ἄνθρωπος ὁ αὐτός, πιστοῦται διὰ τῶν ἔργων ἀμφότερα καὶ λανθάνειν τοὺς ὁρῶντας οὐκ ἀνέχεται. Ὅτι μὲν γὰρ φύσει Θεός τέ ἐστι διὰ τῶν σημείων ἐπιδείκνυται, λεπροὺς καθαιρῶν, φωτίζων τυφλοὺς καὶ παρειμένους ῥωννὺς καὶ τεθνηκόσι διδοὺς ζωήν, καὶ τὸ δὴ μέγιστονταῦτα γὰρ ἴσως καὶ προφῆται κατώρθωσαν, διαρρήδην παρρησιαζόμενος καὶ λέγων·" Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν"· ἀλλὰ τοῖς μέν, ὡς ἔφην, πιστοῦται τὸ μεγαλοφυὲς τῆς θεότητος. Ὅτι γε μὴν καὶ ἄνθρωπός ἐστιν ἀληθῶς ὁ αὐτός, οὐδὲ τοῦτο βούλεται λαθεῖν, προανακόπτων τοὺς τὴν φαντασίαν νοσοῦντας, δεικνὺς ἐναργῶς πάθεσιν ὑπουργῶν· καὶ ποίοις πάθεσιν; Ὅσα δι' ἀσθένειαν, οὐ δι' ἁμαρτίαν τῇ σαρκὶ προσῳκείωται, τὸ πεινῆν λέγω καὶ διψῆν καὶ ὑπνοῦν καὶ κοποῦσθαι· ταῦτα γὰρ φύσει καὶ οὐ προαιρέσει συμβαίνοντα ἁμαρτίαν τοῖς ὑπομένουσιν οὐ προστρίβεται. Τούτοις οὖν ὁ Κύριος τοῖς ἀναμαρτήτοις πάθεσιν ἔφησε τὴν ἑαυτοῦ σάρκα πειθαρχεῖν, δεικνὺς σαφῶς ὡς φύσει καὶ ἀληθείᾳ καὶ οὐ δοκήσει γέγονεν ἄνθρωπος. Τοῦ αὐτοῦ ἐν τῷ ἱερῷ, ἐν τῇ ἑορτῇ τῶν Παχῶν Θεοῦ μὲν ἴδιον τὸ θαυματουργεῖν καὶ τοῖς στοιχείοις ἐπιτάττειν καὶ τῶν μελλόντων ποιεῖσθαι τὴν προαγόρευσιν, ἀνθρώπου δὲ ἡμέρου καὶ κοινωνικοῦ ἡ πρὸς τοὺς γονεῖς τιμή, ἡ πρὸς τοὺς ἀδελφοὺς συνουσία, ἡ πρὸς τοὺς μαθητὰς καὶ γνωρίμους ὁμιλία. Διά τοι ταῦτα ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, καὶ Θεὸς ὢν ἐκ Θεοῦ καὶ δι' ἡμᾶς γεγονὼς ἄνθρωπος, καὶ τὴν τῆς θεότητος ἐπιδείκνυται δύναμιν καὶ τῆς ἀνθρωπότητος φυλάττει τοὺς νόμους, ὅπερ ἦν τε καὶ ἔστι διὰ τῶν σημείων πιστούμενος, καὶ ὃ γενέσθαι κατηξίωσε διὰ τῶν ἔργων ἐπιδεικνύμενος. Τοῦ αὐτοῦ ἐν τῇ τεσσαρακοστῇ τῆς ἀναλήψεως τοῦ Κυρίου ἡμέρᾳ, Παχῶν κεʹ, ἰνδ. θʹ, εἰς τὸ ῥητὸν τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου τὸ λέγον" συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω" Ἀλλ' οἷα καὶ νῦν τὰ παρ' αὐτοῦ πρὸς τοὺς ἀοιδίμους μαθητὰς εἰρημένα κατανοήσωμεν·" Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω." Διὰ τὴν ὑμῶν σωτηρίαν ἐπὶ τῆς γῆς παραγέγονα, διὰ τὴν ὑμῶν ὠφέλειαν πρὸς τὸν οὐρανὸν ἀνιέναι καλόν. Ἀσώματος κατῆλθον δι' ὑμᾶς, ἐκεῖ γενέσθαι μετὰ τοῦ σώματος συμφέρον· πρὸς οὐρανὸν γὰρ ὑμῶν ἑλκύσαι τὸ γένος προῄρημαι· δεῖ με μετὰ σαρκὸς τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν ἀπολαβεῖν· ἐγκαινίσαι με δεῖ τὴν ξένην πορείαν καὶ δεῖξαι βατὸν τοῖς ἀνθρώποις τὸν οὐρανόν· ὁδεύω πρῶτος διὰ τοῦ ἀέρος, ἵνα καὶ ὑμεῖς ὕστερον" ἁρπαγῆτε εἰς ἀέρα ἐν νεφέλαις εἰς τὴν ἡμετέραν ἀπάντησιν". Καὶ τούτου ἀκοῦσαι ᾠήθην τὸν ἀναγινώσκοντα, πῶς τὸν ἄνθρωπον διαρρήδην βοᾷ δυσχεραίνοντα πρὸς ἀποβίωσιν, καὶ τοῦτον διὰ τοῦ πάθους καὶ τῆς ἀναστάσεως ἀφθαρσίαν καὶ ἀνακαινισμὸν φύσεως λαμβάνοντα καὶ ζωοποίησιν, τὸν πρώην πάθεσιν ὑπουργοῦντα καὶ κοπούμενον διὰ τὴν περικειμένην ἀσθένειαν, καὶ πρὸς οὐρανὸν ἔτι ἑλκυσθέντα καὶ τῆς ἐκ δεξιῶν καθέδρας ἠξιωμένον καὶ τὴν ξένην πορείαν πρῶτον δραμόντα καὶ βατόν, πρῶτος ἀνθρώπων, τὸν οὐρανὸν ποιήσαντα. Ὢ τῶν ἀσυμφώνων συμφωνία, ὢ τῶν ἀποσχιστῶν ἀκούσιος συνάφεια, ὢ τῶν λοιδόρων οὐχ ἑκούσιος εὐφημία, ἤγουν συγκατάθεσις. Πῶς κατὰ πάντα οὐκ ἐδείχθημεν τέκνα τῆς Ἐκκλησίας; Πῶς οὐ πρόδηλον ὅτι ξένην ὁδὸν οὐκ ἐτρίψαμεν; Πῶς οὐ κατὰ πάντα κατάκριτοι οἱ τούτοις πᾶσιν ἀπειθοῦντες, ἢ ἀντιλέγοντες; Πῶς οὐ κατὰ πάντα μεμαρτυρημένη ἡ ἡμετέρα γραφὴ γνήσιον τῆς ἐκκλησιαστικῆς παραδόσεως γέννημα; Θεὸς μάρτυς, εἶτα ἀπόστολοι, προφῆται, ἁγίων πατέρων πολυώνυμος χορός./* 11. τ ΛΟΓΟΣ ΙΑ Καταγραφὴ περὶ ζῴων ἰνδικῶν καὶ περὶ δένδρων ἰνδικῶν καὶ περὶ τῆς Ταπροβάνης νήσου.*/ Τοῦτο τὸ ζῷον καλεῖται ῥινόκερως διὰ τὸ ἐν τοῖς μυκτῆρσι τὰ κέρατα ἔχειν· ὅτε δὲ περιπατεῖ, σαλεύονται τὰ κέρατα, ὅτε δὲ ὁρᾷ μετὰ θυμοῦ, ἀποτείνει αὐτὰ καὶ ἀσάλευτα εὑρίσκονται, ὥστε καὶ δένδρα δύνασθαι ἐκριζοῦν ἐν αὐτοῖς μάλιστα τὸ ἔμπροσθεν. Τοὺς δὲ ὀφθαλμοὺς κάτω περὶ τὰς γνάθους ἔχει. Φοβερώτατον δέ ἐστι πάνυ μάλιστα καὶ τῷ ἐλέφαντί πως ἀντικείμενον· οἱ πόδες δὲ καὶ τὸ δέρμα παραπλήσιά εἰσι τῷ ἐλέφαντι. Ἔχει δὲ καὶ τὸ πάχος τοῦ δέρματος αὐτοῦ ξηραινόμενον δακτύλους τέσσαρας, καὶ ἐξ αὐτοῦ ἔνιοι βάλλουσιν ἀντὶ σιδήρου εἰς τὰ ἄροτρα καὶ ἀροτριοῦσι τὴν γῆν. Καλοῦσι δὲ αὐτὸ οἱ Αἰθίοπες τῇ ἰδίᾳ διαλέκτῳ ἀρουὴ ἅρισι, δασύνοντες τὸ δεύτερον ἄλφα καὶ οὕτω προστιθέντες τὸ ῥισί, ἵνα εἴπῃ διὰ τοῦ μὲν ἀρουὴ θηρίον, διὰ τοῦ δὲ ἅρισι ἀροτριοῦν, ἐκ τοῦ σχήματος τοῦ περὶ τοὺς ῥώθωνας, ἅμα δὲ καὶ τοῦ δέρματος τὴν ἐπωνυμίαν αὐτῷ τεθεικότες. Τεθέαμαι δὲ καὶ ζῶντα ἐν τῇ Αἰθιοπίᾳ ἀπὸ μακρὰν ἱστάμενος καὶ νεκρὸν ἐκδαρὲν καὶ καταγγισθὲν ἄχυρα καὶ ἱστάμενον ἐν οἴκῳ βασιλικῷ, ὅθεν ἀκριβῶς κατέγραψα. Τοῦτο τὸ ζῷον ὁ ταυρέλαφος καὶ ἐν τῇ Ἰνδίᾳ καὶ ἐν τῇ Αἰθιοπίᾳ εὑρίσκεται. Ἀλλὰ τὰ μὲν τῆς Ἰνδίας ἥμερά εἰσι, καὶ ἐν αὐτοῖς ποιοῦσιν ἐν δισακκίοις βασταγὰς πιπέρεως καὶ ἑτέρων φορτίων, καὶ γάλα ἀμέλγουσιν ἐξ αὐτῶν καὶ βούτυρον. Ἅμα δὲ καὶ τὸ κρέας ἐσθίομεν, οἱ μὲν χριστιανοὶ σφάζοντες, οἱ δὲ Ἕλληνες κοτραφίζοντες. Τὰ δὲ τῆς Αἰθιοπίας ἄγριά εἰσι καὶ ἀνήμερα. Ἡ δὲ καμηλοπάρδαλις ἐν τῇ Αἰθιοπίᾳ μόνῃ εὑρίσκεται· καὶ αὗται πάλιν ἀνήμεραι καὶ ἄγριαί εἰσιν. Ἐν δὲ τῷ παλατίῳ εἰς λόγον τοῦ βασιλέως ἡμεροῦσιν ἀπὸ μικρόθεν μίαν ἢ δύο πρὸς θέαν αὐτοῦ. Ὅτε δὲ παραβάλλουσιν αὐτῇ πιεῖν ἔμπροσθεν τοῦ βασιλέως εἰς λεκάνην ἢ γάλα ἢ ὕδωρ, εἰ μὴ ἁπλώσει τοὺς ἔμπροσθεν δύο πόδας, οὐ δύναται φθάσαι καὶ πιεῖν εἰς τὴν γῆν διὰ τὸ καὶ τοὺς πόδας καὶ τὸ στῆθος καὶ τὸν τράχηλον ὑψηλὰ ὑπάρχειν· ἀναλόγως οὖν διασχίζουσα τοὺς ἔμπροσθεν πόδας τότε δύναται πιεῖν. Καὶ ταῦτα ὡς οἴδαμεν διεγράψαμεν. Ἀγριόβους ἐστὶ μέγας, τῆς Ἰνδικῆς τοῦτο τὸ ζῷον, ἐξ οὗ ἐστιν ἡ λεγομένη τοῦφα, ᾗ κοσμοῦσι τοὺς ἵππους καὶ τὰ βάνδα οἱ ἄρχοντες εἰς τοὺς κάμπους. Φασὶ δὲ περὶ αὐτοῦ ὅτι, ἐὰν ἀντιλάβηται δένδρον τῆς οὐρᾶς, οὐκ ἔτι κλίνεται, ἀλλ' ἵσταται ἀηδῶς ἔχων ἐᾶσαι μίαν τρίχα ἐξ αὐτῆς· λοιπὸν ἔρχονται οἱ ἐγχώριοι καὶ κόπτουσι τὴν οὐράν, καὶ τότε φεύγει τὸ πᾶν τῆς οὐρᾶς ἀπολέσας. Αὕτη ἡ φύσις τῷ ζῴῳ. Τὸ δὲ μικρὸν ζῷόν ἐστιν ὁ μόσχος· καλοῦσι δὲ αὐτὸ τῇ ἰδίᾳ διαλέκτῳ οἱ ἐγχώριοι καστοῦρι. Διώκοντες δὲ αὐτὸ τοξεύουσι, καὶ τὸ συναγόμενον αἷμα περὶ τὸν ὀμφαλὸν δεσμεύοντες ἀποκόπτουσι· τοῦτο γάρ ἐστι τὸ μέρος αὐτοῦ τὸ εὐῶδες, τουτέστιν ὁ παρ' ἡμῶν λεγόμενος μόσχος· τὸ δὲ λοιπὸν αὐτοῦ σῶμα ἔξω ῥίπτουσιν. Τοῦτο τὸ ζῷον καλεῖται μονόκερως. Οὐκ ἐθεασάμην δὲ αὐτό· στήλας δὲ αὐτοῦ χαλκᾶς ἀνατιθεμένας ἐν τῇ Αἰθιοπίᾳ ἐν οἴκῳ τετραπύργῳ βασιλικῷ τέσσαρας ἑώρακα, διὸ καὶ οὕτως κατέγραψα. Φασὶ δὲ περὶ αὐτοῦ ὅτι φοβερόν ἐστι καὶ ἀκαταμάχητον ἐν τῷ κέρατι ἔχον τὴν ὅλην ἰσχύν· καὶ ἡνίκα δόξῃ παρὰ πολλῶν διώκεσθαι καὶ καταληφθῇ, εἰς κρημνὸν ἐφάλλεται καὶ ῥίπτει ἑαυτὸν ἐκ τοῦ ὕψους, καὶ κατερχόμενον ἀντιστρέφεται, καὶ τὸ κέρας δέχεται τὴν ὅλην ὁρμήν, καὶ ἀβλαβὲς διαμένει. Τοιαῦτα δὲ καὶ ἡ θεία Γραφὴ διηγεῖται περὶ αὐτοῦ λέγουσα·" Σῶσόν με ἐκ στόματος λεόντων, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου", καὶ πάλιν·" Καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων"· καὶ πάλιν ἐν ταῖς εὐλογίαις τοῦ Βαλαάμ, αἷς εὐλόγησε τὸν Ἰσραήλ, φησὶν ἐκ δευτέρου·" Οὕτως ὁ Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξαν μονοκέρωτος", αὐτῷ διὰ πάντων ἰσχὺν καὶ πεποίθησιν καὶ δόξαν μαρτυροῦσα τῷ ζῴῳ. Τὸν δὲ χοιρέλαφον καὶ εἶδον καὶ ἔφαγον. Τὸν δὲ ἱπποπόταμον οὐκ εἶδον μέν, ἔσχον δὲ ὀδόντας ἐξ αὐτοῦ μεγάλους ὡς ἀπὸ λιτρῶν δεκατριῶν, οὓς καὶ πέπρακα ἐνταῦθα· πολλοὺς δὲ εἶδον καὶ ἐν τῇ Αἰθιοπίᾳ καὶ ἐν τῇ Αἰγύπτῳ. Τοῦτο τὸ δένδρον ἐστὶ τὸ τοῦ πιπέρεως· ἕκαστον δὲ δένδρον ἑτέρῳ ὑψηλῷ ἀκάρπῳ δένδρῳ ἀνακλᾶται διὰ τὸ λεπτὸν εἶναι πάνυ καὶ ἀσθενές, ὥσπερ καὶ τὰ κλήματα τῆς ἀμπέλου λεπτά· ἕκαστος δὲ βότρυς δίφυλλον ἔχει σκέπον· χλωρὸν δὲ πάνυ ἐστίν, ὥσπερ ἡ χρόα τοῦ πηγάνου. Τὸ δὲ ἄλλο τῶν ἀργελλίων ἐστὶ τῶν λεγομένων, τουτέστι τῶν μεγάλων καρύων τῶν ἰνδικῶν· παραλλάττει δὲ τοῦ φοίνικος οὐδέν, πλὴν ὅτι τελειότερόν ἐστι καὶ ἐν ὕψει καὶ ἐν πάχει καὶ ἐν τοῖς βαΐοις. Οὐ βάλλει δὲ καρπόν, εἰ μὴ δύο ἢ τρία σπάθια ἀπὸ τριῶν ἀργελλίων· ἔστι δὲ ἡ γεῦσις γλυκεῖα πάνυ καὶ ἡδεῖα, ὡς τὰ κάρυα τὰ χλωρά· ἐξ ἀρχῆς μὲν τοῦ ὕδατος γέμει γλυκέος πάνυ, ὅθεν καὶ ἐξ αὐτῶν πίνουσιν οἱ Ἰνδοὶ ἀντὶ οἴνου· λέγεται δὲ τὸ πινόμενον ῥογχοσοῦρα ἡδὺ πάνυ· τρυγώμενον δὲ καὶ παραμένον αὐτὸ τὸ ἄργελλιν, πήγνυται τὸ ὕδωρ αὐτοῦ κατὰ πρόσβασιν τὸ ἐπὶ τὸ ὄστρακον αὐτοῦ, καὶ μένει τὸ ὕδωρ εἰς τὸ μέσον ἄπηκτον, μέχρις ὅτου καὶ αὐτὸ ἐκλίπῃ· ἐὰν δὲ καὶ πλέον παραμείνῃ, ταγγίζει ὁ καρπὸς αὐτοῦ ὁ πεπηγὼς καὶ οὐ δύναται ἔτι βρωθῆναι. Φώκην τὴν λεγομένην καὶ τὸν δελφῖνα καὶ χελώνην ἣν ἐσθίομεν κατὰ θάλατταν, εἰ τύχοι πιασθῆναι. Τὸν μὲν δελφῖνα καὶ τὴν χελώνην σφάζοντες ἐσθίομεν, τὴν δὲ φώκην οὐ σφάζοντες, ἀλλὰ κοτραφίζοντες, ὡς ἐπὶ τῶν ἰχθύων τῶν μεγάλων. Καὶ τὸ μὲν κρέας τῆς χελώνης, ὡς προβάτου, ἐστὶ μελαμψόν· τὸ δὲ τοῦ δελφῖνος, ὡς χοίρου, μελαμψὸν δὲ καὶ βρομῶδες· τὸ δὲ τῆς φώκης, ὡς χοίρου, λευκὸν καὶ ἄβρομον. Περὶ τῆς Ταπροβάνης νήσου Αὕτη ἐστὶν ἡ νῆσος ἡ μεγάλη ἐν τῷ Ὠκεανῷ, ἐν τῷ Ἰνδικῷ πελάγει κειμένη, παρὰ μὲν Ἰνδοῖς καλουμένη Σιελεδίβα, παρὰ δὲ Ἕλλησι Ταπροβάνη, ἐν ᾗ εὑρίσκεται ὁ λίθος ὁ ὑάκινθος· περαιτέρω δὲ κεῖται τῆς χώρας τοῦ πιπέρεως. Πέριξ δὲ αὐτῆς εἰσι νῆσοι μικραὶ πολλαὶ πάνυ, πᾶσαι δὲ γλυκὺ ὕδωρ ἔχουσαι καὶ ἀργέλλια· ἀγχιβαθαὶ δὲ ὡς ἐπὶ τὸ πλεῖστον πᾶσαί εἰσιν. Ἔχει δὲ ἡ νῆσος ἡ μεγάλη, καθώς φασιν οἱ ἐγχώριοι, γαύδια τριακόσια εἴς τε μῆκος ὁμοίως καὶ πλάτος, τουτέστι μίλια ἐννακόσια. Δύο δὲ βασιλεῖς εἰσιν ἐν τῇ νήσῳ, ἐναντίοι ἀλλήλων· ὁ εἷς ἔχων τὸν ὑάκινθον, καὶ ὁ ἕτερος τὸ μέρος τὸ ἄλλο, ἐν ᾧ ἐστι τὸ ἐμπόριον καὶ ὁ λιμήν· μέγα δέ ἐστι καὶ τὸ τῶν ἐκεῖσε ἐμπόριον. Ἔχει δὲ ἡ αὐτὴ νῆσος καὶ Ἐκκλησίαν τῶν ἐπιδημούντων Περσῶν χριστιανῶν καὶ πρεσβύτερον ἀπὸ Περσίδος χειροτονούμενον καὶ διάκονον καὶ πᾶσαν τὴν ἐκκλησιαστικὴν λειτουργίαν. Οἱ δὲ ἐγχώριοι καὶ οἱ βασιλεῖς ἀλλόφυλοί εἰσιν. Ἱερὰ δὲ πολλὰ ἔχουσιν ἐν αὐτῇ τῇ νήσῳ· εἰς ἕνα δὲ ἱερὸν αὐτῶν ἐφ' ὑψηλοῦ κείμενόν ἐστιν ἕνα ὑακίνθιν, ὥς φασι, πυρροῦν καὶ μέγα ὂν ὡς στρόβιλος μέγας· καὶ λάμπει μακρόθεν, μάλιστα τοῦ ἡλίου αὐτὸ περιλάμποντος, ἀτίμητον θέαμα ὄν. Ἐξ ὅλης δὲ τῆς Ἰνδικῆς καὶ Περσίδος καὶ Αἰθιοπίας δέχεται ἡ νῆσος πλοῖα πολλά, μεσῖτις οὖσα, ὁμοίως καὶ ἐκπέμπει. Καὶ ἀπὸ μὲν τῶν ἐνδοτέρων, λέγω δὴ τῆς Τζινίστα καὶ ἑτέρων ἐμπορίων, δέχεται μέταξιν, ἀλοήν, καρυόφυλλον, ξυλοκαρυόφυλλον, τζανδάναν, καὶ ὅσα κατὰ χώραν εἰσί· καὶ μεταβάλλει τοῖς ἐξωτέρω, λέγω δὴ τῇ Μαλέ, ἐν ᾗ τὸ πίπερ γίνεται, καὶ τῇ Καλλιανᾷ, ἔνθα ὁ χαλκὸς γίνεται καὶ σησάμινα ξύλα καὶ ἕτερα ἱμάτιαἔστι γὰρ καὶ αὕτη μέγα ἐμπόριον, ὁμοίως καὶ Σινδοῦ, ἔνθα ὁ μόσχος καὶ τὸ κοστάριν καὶ τὸ ναρδόσταχυν γίνεται, καὶ τῇ Περσίδι καὶ τῷ Ὁμηρίτῃ καὶ τῇ Ἀδούλῃ, καὶ πάλιν τὰ ἀπὸ ἑκάστου τῶν εἰρημένων ἐμπορίων δεχομένη καὶ τοῖς ἐνδοτέρω μεταβάλλουσα καὶ τὰ ἴδια ἅμα ἑκάστῳ ἐμπορίῳ ἐκπέμπουσα. Ἡ Σινδοῦ δέ ἐστιν ἀρχὴ τῆς Ἰνδικῆς. Διαιρεῖ γὰρ ὁ Ἰνδὸς ποταμός, τουτέστιν ὁ Φεισών, εἰς τὸν κόλπον τὸν Περσικὸν ἔχων τὰς ἐκροίας, τήν τε Περσίδα καὶ τὴν Ἰνδίαν. Εἰσὶν οὖν τὰ λαμπρὰ ἐμπόρια τῆς Ἰνδικῆς ταῦτα, Σινδοῦ, Ὀρροθᾶ, Καλλιανᾶ, Σιβώρ, ἡ Μαλέ, πέντε ἐμπόρια ἔχουσα βάλλοντα τὸ πέπερι, Πάρτι, Μαγγαρούθ, Σαλοπάτανα, Ναλοπάτανα, Πουδαπάτανα. Λοιπὸν ἔξω ὡς ἀπὸ πέντε νυχθημέρων τῆς στερεᾶς εἰς τὸν Ὠκεανόν ἐστιν ἡ Σιελεδίβα, τουτέστιν ἡ Ταπροβάνη. Εἶτα λοιπὸν ἐνδοτέρω εἰς τὴν στερεὰν ἐμπόριον ἡ Μαραλλὼ βάλλουσα κοχλίους ἐστί, Καβὲρ βάλλουσα τὸ ἀλαβανδηνόν, εἶτα ἐφεξῆς λοιπὸν τὸ καρυόφυλλον, καὶ τὸ λοιπὸν ἡ Τζινίστα τὴν μέταξιν βάλλουσα, ἧς ἐνδοτέρω οὐκ ἔστιν ἑτέρα χώρα· ὁ Ὠκεανὸς γὰρ αὐτὴν κυκλοῖ κατὰ ἀνατολάς. Αὕτη οὖν ἡ Σιελεδίβα μέση πως τυγχάνουσα τῆς Ἰνδικῆς, ἔχουσα δὲ καὶ τὸν ὑάκινθον, ἐξ ὅλων τῶν ἐμπορίων δέχεται καὶ ὅλοις μεταβάλλει, καὶ μέγα ἐμπόριον τυγχάνει. Ποτὲ γοῦν τις ἀπὸ τῶν ἐνταῦθα πραγματευομένων ὀνόματι Σώπατρος, ὃν ἴσμεν πρὸ τριάκοντα πέντε ἐτῶν τελευτήσαντα, εἰσελθὼν ἐν τῇ Ταπροβάνῃ νήσῳ πραγματείας ἕνεκα ἔτυχε καὶ ἀπὸ Περσίδος ὁρμῆσαι πλοῖον. Κατῆλθον οὖν οἱ ἀπὸ Ἀδούλης, μεθ' ὧν ἦν ὁ Σώπατρος, κατῆλθον καὶ οἱ ἀπὸ Περσίδος, μεθ' ὧν ἦν καὶ πρεσβύτης Περσῶν. Εἶτα κατὰ τὸ ἔθος οἱ ἄρχοντες καὶ οἱ τελῶναι δεξάμενοι τούτους ἀποφέρουσι πρὸς τὸν βασιλέα. Ὁ δὲ βασιλεὺς δεξάμενος καὶ προσκυνηθεὶς κελεύει αὐτοὺς καθεσθῆναι· εἶτα ἐρωτᾷ· Πῶς αἱ χῶραι ὑμῶν καὶ πῶς τὰ πράγματα; Οἱ δὲ εἶπον· Καλῶς· εἶτα ὡς ἐν τῷ μεταξὺ ἠρώτησεν ὁ βασιλεύς· Ποῖος τῶν βασιλέων ὑμῶν μειζότερος καὶ δυνατώτερος; Ὁ δὲ Πέρσης ἁρπάσας τὸν λόγον ἔφη· Ὁ ἡμέτερος καὶ δυνατώτερος καὶ μειζότερος καὶ πλουσιώτερος καὶ βασιλεὺς βασιλέων ἐστί· καὶ εἴ τι θέλει, δύναται. Ὁ δὲ Σώπατρος ἐσιώπα. Εἶτα φησὶν ὁ βασιλεύς· Σύ, Ῥωμεῦ, οὐδὲν λαλεῖς; Ὁ δὲ Σώπατρος· Τί ἔχω εἰπεῖν, τούτου ταῦτα εἰπόντος; Εἰ θέλεις μαθεῖν τὴν ἀλήθειαν, ἔχεις ἀμφοτέρους τοὺς βασιλέας ἐνταῦθα· κατα νόησον ἑκάστῳ καὶ ὁρᾷς ποῖος λαμπρότερος καὶ δυνατώτερός ἐστιν. Ἐκεῖνος ἀκούσας ἐξενίσθη λέγων· Πῶς ἔχω τοὺς ἀμφοτέρους βασιλέας ἐνταῦθα; Ὁ δὲ εἶπεν· Ἔχεις ἀμφοτέρων τὰς μονίτας, τοῦ μὲν τὸ νόμισμα, τοῦ δὲ τὴν δραχμήν, τουτέστι τὸ μιλιαρίσιν· κατανόησον τῇ εἰκόνι ἑκάστου καὶ ὁρᾷς τὴν ἀλήθειαν. Ὁ δὲ ἐπαινέσας καὶ ἐπινεύσας ἐκέλευσεν ἐνεχθῆναι ἀμφότερα. Ἦν οὖν τὸ νόμισμα ὄβρυζον, λαμπρόν, εὔμορφον· τοιαῦτα γὰρ ἐκλεκτὰ προχωροῦσιν ἐκεῖ· ἦν δὲ καὶ τὸ μιλιαρίσιν, ἅπαξ εἰπεῖν, ἄργυρος, καὶ ἀρκεῖ μὴ συγκρινόμενος τῷ χρυσίῳ. Στρέψας δὲ ὁ βασιλεὺς καὶ ἀντιστρέψας καὶ κατανοῶν ἀμφότερα, ἐπαινέσας πάνυ τὸ νόμισμα, ἔφη· Ὄντως οἱ Ῥωμεῖς καὶ λαμπροὶ καὶ δυνατοὶ καὶ φρόνιμοι. Ἐκέλευσεν οὖν τὸν Σώπατρον τιμηθῆναι μεγάλως, καὶ καθίσας αὐτὸν εἰς ἐλέφαντα μετὰ τυμπάνων τὴν πόλιν περιῆγεν ἐν τιμῇ πολλῇ. Ταῦτα ὁ Σώπατρος ἡμῖν διηγήσατο, καὶ οἱ μετ' αὐτοῦ ὄντες ἐν τῇ νήσῳ ἐκείνῃ ἀπὸ Ἀδούλης ἀπελθόντες. Τούτων δὲ γενομένων, ὡς ἔφησαν, ὁ Πέρσης πάνυ ἐνετράπη. Μεταξὺ δὲ τῶν λαμπρῶν ἐμπορίων τῶν προρρηθέντων εἰσὶ καὶ ἕτερα ἐμπόρια πολλά, καὶ παραθαλάττια καὶ μεσόγεια, καὶ πολλὴ χώρα. Ἀνώτεροι δέ, τουτέστι βορειότεροι, τῆς Ἰνδικῆς εἰσι λευκοὶ Οὔννοι, ὁ λεγόμενος Γολλᾶς ἐκβάλλων εἰς πόλεμον, ὥς φασιν, οὐκ ἔλαττον τῶν δισχιλίων ἐλεφάντων καὶ ἵππον πολλήν· κατακρατεῖ δὲ καὶ τῆς Ἰνδικῆς καταδυναστεύων καὶ φόρους ἀπαιτῶν. Ποτὲ γοῦν, ὥς φασι, βουλόμενος πόλιν τῶν Ἰνδῶν μεσόγειον πορθῆσαι, τῆς δὲ πόλεως κύκλῳ ὕδατι φρουρουμένης, αὐτὸς ἱκανὰς ἡμέρας περικαθίσας καὶ φρουρήσας καὶ ἀναλώσας τὸ ὕδωρ διὰ τῶν ἐλεφάντων καὶ ἵππων καὶ τοῦ στρατοπέδου, ὕστερον διὰ ξηρᾶς περάσας τὴν πόλιν παρέλαβεν. Οὗτοι καὶ τὸν σμάραγδον λίθον ἀγαπῶσι καὶ εἰς τὸν στέφανον αὐτῶν φοροῦσιν. Εἰσφέρουσι γὰρ οἱ Αἰθίοπες συναλλαγὰς ποιοῦντες μετὰ τῶν Βλεμμύων ἐν τῇ Αἰθιοπίᾳ τὸν αὐτὸν λίθον ἕως εἰς τὴν Ἰνδίαν· καὶ αὐτοὶ τὰ καλλιστεύοντα ἀγοράζουσι. Καὶ ταῦτα πάντα, τὰ μὲν πείρᾳ μαθὼν ἐξηγησάμην καὶ διέγραψα, τὰ δὲ καὶ ἐγγὺς τῶν τόπων γενόμενος ἀκριβῶς μεμαθηκὼς ἐξεῖπον. Οἱ δὲ κατὰ τόπον βασιλεῖς τῆς Ἰνδικῆς ἔχουσιν ἐλέφαντας, οἷον ὁ τῆς Ὀρροθᾶ καὶ ὁ Καλλιανῶν καὶ ὁ τῆς Σινδοῦ καὶ ὁ τῆς Σιβὼρ καὶ ὁ τῆς Μαλέ, ὁ μὲν ἑξακόσια, ὁ δὲ πεντακόσια, ἕκαστος πλέον ἢ ἔλαττον. Ὁ δὲ τῆς Σιελεδίβα καὶ τοὺς ἐλέφαντας οὓς ἔχει καὶ τοὺς ἵππους, τοὺς μὲν ἐλέφαντας πηχισμῷ ἀγοράζειμετρεῖται γὰρ ἀπὸ τῶν χαμαὶ τὸ ὕψος αὐτοῦ, καὶ οὕτω συμφωνεῖ τῷ πήχει παρέχων, φέρε εἰπεῖν, πεντήκοντα ἢ ἑκατὸν νομίσματα ἢ καὶ πλέον, τοὺς δὲ ἵππους ἀπὸ Περσίδος φέρουσιν αὐτῷ, καὶ ἀγοράζει καὶ τιμᾷ ἀτέλειαν τοὺς φέροντας. Οἱ δὲ καὶ εἰς τὴν στερεὰν βασιλεῖς ἡμεροῦσιν ἐκ τοῦ ἀγροῦ τοὺς ἐλέφαντας καὶ κτῶνται αὐτοὺς εἰς πολεμικὴν χρείαν. Συμβάλλουσι δὲ καὶ μάχην ἐλεφάντων πολλάκις, θεωροῦντος τοῦ βασιλέως. Μεσάζουσι γὰρ τοὺς δύο ξύλον μέγα πλάγιον, δεδεμένον εἰς ἄλλα δύο ξύλα ὄρθια, φθάνοντα ὥσπερ εἰς τὸ στῆθος αὐτῶν· καὶ ἵστανται πολλοὶ ἔνθεν κἀκεῖθεν ἄνθρωποι μὴ ἐῶντες αὐτοὺς συμμῖξαι ἀλλήλοις καὶ συμβάλλουσιν αὐτούς· καὶ ταῖς προβοσκίσι τύπτουσιν ἀλλήλους, μέχρι ὁ πρότερος αὐτῶν παραιτήσεται. Ὀδόντας δὲ μεγάλους οἱ ἰνδικοὶ οὐκ ἔχουσιν, ἀλλὰ καὶ ἐὰν σχῶσι, πρίζουσιν αὐτοὺς διὰ τὸ βάρος, ἵνα μὴ βαρῇ αὐτοὺς ἐν τῷ πολέμῳ. Οἱ δὲ Αἰθίοπες οὐκ ἴσασιν ἡμερῶσαι ἐλέφαντας, ἀλλ' εἰ τύχοι θελῆσαι τὸν βασιλέα ἕνα ἢ δεύτερον πρὸς θέαν, μικροὺς πιάζουσι καὶ ἀνατρέφουσιν· ἔχει γὰρ ἡ χώρα αὐτῶν πλῆθος καὶ μεγάλους ὀδόντας ἔχοντας· ἐκ τῆς γὰρ Αἰθιοπίας καὶ εἰς Ἰνδίαν πλωΐζονται ὀδόντες καὶ ἐν Περσίδι καὶ ἐν τῷ Ὁμηρίτῃ καὶ ἐν τῇ Ῥωμανίᾳ. Καὶ ταῦτα παρειληφὼς ἔγραψα. Πᾶσαν δὲ τὴν Ἰνδικὴν καὶ τὴν Οὐννίαν διαιρεῖ ὁ Φεισὼν ποταμός. Καλεῖται γὰρ παρὰ τῇ θείᾳ Γραφῇ ἡ γῆ τῆς Ἰνδικῆς χώρας" Εὐιλάτ"· οὕτως γὰρ γέγραπται ἐν τῇ Γενέσει·" Ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς· ὄνομα τῷ ἑνὶ Φεισών, οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐιλάτ· ἐκεῖ οὖν ἐστι τὸ χρυσίον, τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος", γῆν Εὐιλὰτ σαφέστερον αὐτὴν ὀνομάσας. Οὗτος δὲ Εὐιλὰτ ἐκ τοῦ Χάμ ἐστιν· οὕτω γὰρ πάλιν γέγραπται·" Υἱοὶ Χάμ, Χοὺς καὶ Μεσραείμ, Φοὺδ καὶ Χαναάν· υἱοὶ δὲ Χούς, Σαβᾶ καὶ Εὐιλάτ", τουτέστιν Ὁμηρῖται καὶ Ἰνδοί· ἡ Σαβᾶ γὰρ ἐν τῷ Ὁμηρίτῃκεῖται, καὶ Εὐιλὰτ ἐν τῇ Ἰνδίᾳ ἐστί· τὰς δύο γὰρ ταύτας χώρας ὁ Περσικὸς κόλπος διαιρεῖ. Ἔχει δὲ καὶ ἡ γῆ ἐκείνη τὸ χρυσίον κατὰ τὸ ἱερὸν Γράμμα· ἔχει καὶ τὸν παιδέρωτα λίθον, αὐτὸν γὰρ καλεῖ ἄνθρακα· ἔχει καὶ τὸν ἴασπιν, τοῦτον γὰρ εἶπε λίθον πράσινον. Σαφέστερον οὖν ἡ θεία Γραφή, ὡς ὄντως θεία, διηγεῖται τὰ πράγματα, καθὰ καὶ πᾶσα ἡ πραγματεία δηλοῖ./* 12. τ ΛΟΓΟΣ ΙΒ Ἔτι ἕτερος λόγος σημαίνων ὅτι πολλοὶ τῶν ἔξωθεν ἀρχαίων συγγραφέων μαρτυροῦσι τῇ ἀρχαιότητι τῶν θείων Γραφῶν τῶν διὰ Μωϋσέως καὶ τῶν προφητῶν εἰρημένων, καὶ ὅτι ὕστερον πάντων οἱ Ἕλληνες φαίνονται μεμαθηκότες καὶ γράμματα καὶ περὶ τῶν θείων Γραφῶν, ἐρριζωμένην ἔχοντες τὴν ἀπιστίαν.*/ Ἐν τοῖς χαλδαϊκοῖς γράμμασι Βηρώσου καὶ ἑτέρων τινῶν γέγραπται οὕτως ὅτι δέκα βασιλεῖς ἐβασίλευσαν παρ' αὐτοῖς ἐτῶν μυριάδας δισχιλίας διακοσίας τεσσαράκοντα δύο. Ἐπὶ δὲ τοῦ δεκάτου βασιλέως Ξισούθρου, παρ' αὐτῶν οὕτω καλουμένου, γενέσθαι ἔφησαν μέγαν κατακλυσμόν· ἐμβάντα δὲ εἰς πλοῖον τὸν Ξίσουθρον σὺν τῇ γαμετῇ καὶ τοῖς συγγενέσι καὶ τοῖς ἀλόγοις, χρηματισθέντα ὑπὸ θεῶν καὶ διασωθέντα λέγουσιν ἐπὶ τὰ ὄρη τῆς Ἀρμενίας καὶ μετὰ τὸν κατακλυσμὸν θύσαντα θυσίας εὐχαριστηρίους τοῖς θεοῖς, πάντα σχεδὸν μεταπλάσαντες τὰ Μωϋσέως. Δισχιλίας διακοσίας τεσσαράκοντα δύο γὰρ καὶ προσέτι δέκα γενεὰς ἔμειναν ἐν τῇ πέραν γῇ οἱ ἄνθρωποι, καὶ ἐπὶ τοῦ δεκάτου, λέγω δὴ τοῦ Νῶε, γενομένου τοῦ κατακλυσμοῦ μετέβησαν διὰ τῆς κιβωτοῦ· τοῦτον γὰρ τὸν Νῶε αὐτοὶ καλοῦσι Ξίσουθρον. Τὰς ἡμέρας δὲ εἰς ἔτη μεταπλάσαντες δῆλοί εἰσιν, ἤγουν τὰ ἔτη μυριοπλάσαντες, δισχιλίας διακοσίας τεσσαράκοντα δύο μυριάδας ἐτῶν ζήσαντας τοὺς δέκα βασιλεῖς εἶπον, οὕσπερ ὁ Μωϋσῆς ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ τοῦ Νῶε δισχιλίας διακοσίας τεσσαράκοντα δύο ἔτη ἠρίθμησεν. Ὁμοίως Τίμαιος, ὁ φιλόσοφος, οὕτω καὶ αὐτὸς δια γράφει τὴν γῆν ταύτην κυκλουμένην ὑπὸ τοῦ Ὠκεανοῦ, καὶ τὸν Ὠκεανὸν ὑπὸ τῆς πέραν γῆς. Ἀτλαντίδα γὰρ νῆσόν τινα ὑποτίθεται ὑπὸ τὴν δύσιν ἔξω εἰς τὸν Ὠκεανὸν ἐπὶ τὰς Γαδείρους μεγάλην καὶ ἄφατον, καὶ τὰ κατοικοῦντα ἐν αὐτῇ ἔθνη μισθωσαμένους δέκα βασιλεῖς ἐκ τῆς πέραν γῆς ἐλθόντας καὶ πολεμήσαντας Εὐρώπην καὶ τὴν Ἀσίαν, καὶ μετέπειτα ὑπὸ τῶν Ἀθηναίων ἡττηθέντας, καὶ αὐτὴν δὲ τὴν νῆσον ὑπὸ Θεοῦ καταποντωθεῖσαν λέγει. Τοῦτον δὲ καὶ Πλάτων καὶ Ἀριστοτέλης ἐπαινοῦσι, καὶ Πρόκλος ὑπομνηματίζει, καὶ οὗτος τὰ ὅμοια ἡμῖν λέγει μεταπλάσας τὸν λόγον καὶ ἀντὶ τῆς ἀνατολῆς τὴν δύσιν εἰπών, ἔτι δὲ καὶ αὐτὸς τῶν δέκα γενεῶν μνησθεὶς καὶ τῆς πέραν τοῦ Ὠκεανοῦ γῆς. Καὶ ἁπλῶς εἰπεῖν, εὔδηλοί εἰσι πάντες ἐκ τοῦ Μωϋσέως λαμβάνοντες καὶ ὡς ἴδια ἐκτιθέμενοι. Οἱ τὰ Χαλδαϊκὰ γὰρ συγγραψάμενοι, ὡς ἀρχαιότεροι καὶ ἀνατολικώτεροι, ἐμνήσθησαν ἐν τοῖς ἑαυτῶν συγγράμμασι τοῦ τε κατακλυσμοῦ καὶ τῆς πυργοποιΐας, ὁρῶντες αὐταῖς ὄψεσι τὸν πύργον καὶ τὴν κατασκευὴν αὐτοῦ, ὡς διὰ τὸν κατακλυσμὸν δῆθεν ἐπινοήσαντες αὐτοῖς καταφυγὴν καὶ σωτηρίαν ἐποίησαν ἑαυτοῖς οἱ τότε ἄνθρωποι. Ἀναγνόντες δὲ καὶ Μωϋσέα οἱ μετέπειτα καὶ εὑρόντες ἀπὸ Ἀδὰμ δέκατον ὄντα τὸν Νῶε, ἐφ' οὗπερ γέγονε κατακλυσμός, ἀνεπλάσαντο καὶ αὐτοὶ δέκα βασιλεῖς παρ' αὐτοῖς βασιλεύσαντας ἐτῶν μυριάδας δισχιλίας διακοσίας τεσσαράκοντα δύο, ὥσπερ εἴρηται πρόσθεν, ὧν ἐστιν ὁ πρῶτος Ἄλωρος, τουτέστιν Ἀδάμ, ὁ δεύτερος Ἀλάαπρος, Σήθ, ὁ τρίτος Ἀλμηδών, Ἐνώς, ὁ τέταρτος Ἀμμέων, Καϊνᾶν, ὁ πέμπτος Ἀμμεγάλαρος, Μαλελεήλ, ὁ ἕκτος Δαόνος ποιμήν, Ἰάρεδ, ὁ ἕβδομος Εὐεδώραγχος, Ἐνώχ, ὁ ὄγδοος Ἀμεμψίναγχος, Μαθουσάλα, ὁ ἔνατος Ὀτιόρτης, Λάμεχ, ὁ δέκατος Ξίσουθρος, Νῶε. Ἐπὶ τούτου γενέσθαι λέγουσι τὸν μέγαν κατακλυσμὸν κατὰ τὸν Μωϋσέα. Οἱ δὲ τὰ Αἰγυπτιακὰ συγγραψάμενοι, τουτέστι Μανεθὼν καὶ Χαιρήμων καὶ Ἀπολλώνιος ὁ Μόλων καὶ Λυσίμαχος καὶ Ἀπίων ὁ Γραμματικός, μέμνηνται Μωϋσέως καὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ τῆς Αἰγύπτου. Ὡς Αἰγύπτιοι γὰρ καὶ Αἰγυπτιακὰ ἀναγραφόμενοι ἁρμοδίως καὶ αὐτοὶ τὰ ἐπὶ τῶν τόπων γενόμενα διηγοῦνται, οἵτινες καὶ διασύρουσι Μωϋσέα ὡς στασιάσαντα καὶ πλῆθος τῶν ἀγυρτῶν καὶ λελωβημένων ἀναστατώσαντα καὶ ἐκβαλόντα τῆς Αἰγύπτου, καὶ ἀπελθόντας εἰς τὸ Σίναιον ὄρος καὶ εἰς Ἱεροσόλυμα καὶ κληθέντας Ἰουδαίους. Καὶ ἁπλῶς εἰπεῖν, Χαλδαῖοι καὶ Αἰγύπτιοι τρόπον τινά, ὡς ἀρχαιότεροι τῶν Ἑλλήνων, μαρτυροῦσι τῇ θείᾳ Γραφῇ, ὅτι καὶ ὁ κατακλυσμὸς γέγονεν ὁ ἐπὶ τοῦ Νῶε καὶ πυργοποιΐα καὶ ἡ ἔξοδος ἡ ἀπ' Αἰγύπτου τῶν υἱῶν Ἰσραήλ. Ἕλληνες δὲ μεταγενέστεροι τυγχάνοντες καὶ ὀψέ ποτε συγγράφειν μεμαθηκότες, καὶ τῆς ἀνατολῆς μακράν που περὶ τὴν δύσιν ἀπῳκισμένοι, τῆς τε Ἰουδαίας καὶ Αἰγύπτου πορρώτερον διάγοντες, τὰ τοιαῦτα ἠγνόησαν μήτε ὄψει μήτε ἀκοῇ αὐτὰ παραλαβόντες. Διὸ καὶ ἕως τοῦ παρόντος ἀπιστοῦσι τῇ θείᾳ Γραφῇ, Παλαιᾷ τε καὶ Καινῇ Διαθήκῃ, μύθους ἡγούμενοι τὰ κατ' αὐτήν. Οἱ Χαλδαῖοι δὲ καὶ οἱ Μῆδοι καὶ οἱ Πέρσαι ἐπιστάμενοι πλέον τι ἐκ τῆς πυργοποιΐας καὶ τοῦ κατακλυσμοῦ καὶ τῶν συμβεβηκότων ἐπὶ Ἐζεκίου καὶ Ἰωνᾶ καὶ τῆς αἰχμαλωσίας, τῶν τοῦ τε Δανιὴλ καὶ τῶν τριῶν παίδων, ἐπαιδεύθησαν αὐτοῖς ἐκ μέρους τοῖς γράμμασιν· ὁμοίως καὶ οἱ Αἰγύπτιοι ἐπαιδεύθησαν διὰ τῶν κατὰ τὸν Ἰωσὴφ καὶ Μωϋσέα καὶ τοῦ λαοῦ τῶν Ἰσραηλιτῶν, ἑτοιμότερα ταῦτα τὰ ἔθνη γενόμενα εἰς ὑποδοχὴν τοῦ χριστιανισμοῦ. Ἐπίστευσαν μέντοι καὶ Ἕλληνες ὕστερον διὰ τῶν ἀποστόλων θεωροῦντες τὰ ὑπ' αὐτῶν γινόμενα θαύματα· ὕστερον δὲ πάλιν τῶν σημείων παυσαμένων καὶ τοῦ χρόνου διαδραμόντος, πολλοὺς μὲν εὑρήσεις Ἕλληνας πεπιστευκότας καὶ βαπτισθέντας, ἀπιστοῦντας δὲ καὶ ἀγνοοῦντας τὴν Παλαιὰν καὶ Καινὴν Διαθήκην, τουτέστι τὴν θείαν Γραφήν, ὡς μὴ ἔχοντας ἔκπαλαι εἰς βάθος ῥίζαν θεοσεβείας καὶ θεμέλιον πίστεως. Διὸ οὐδὲ ἐν ταῖς συγγραφαῖς ἑαυτῶν ὡς πρῶτοι ἐμνήσθησαν οἱ Χαλδαῖοι καὶ οἱ Αἰγύπτιοι περί τε τοῦ κατακλυσμοῦ καὶ πυργοποιΐας καὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ τῆς ἐξ Αἰγύπτου καὶ τοῦ πρώτου συγγραφέως Μωϋσέως, ἀνωτέρους δὲ καὶ σοφωτέρους καὶ πρώτους πάντων ἑαυτοὺς ἡγούμενοι, ἐκ τοῦ τύφου τοῦ αὐτοῖς περικειμένου τὰ πολλὰ ἀγνοήσαντες· διὸ καλῶς τις τῶν Αἰγυπτίων, Σολομῶν δ' οὗτος, τῷ Πλάτωνι ἔλεγεν· Ἕλληνες ἀεὶ παῖδες, γέρων δ' Ἕλλην οὐκ ἔστιν, οὐδ' ἔτι παρ' ὑμῖν χρόνῳ πολιὸν μάθημα. Ἀλλὰ καί τινες, τουτέστι Δῖος καὶ Μένανδρος, οἵτινες τὰ Τυρίων ἀρχαῖα μετέφρασαν εἰς τὴν ἑλληνίδα φωνήν, εἰς τὰς ἑαυτῶν συγγραφὰς μαρτυροῦσι τῷ Σολομῶνι καὶ τοῖς Ἰουδαίοις· καὶ ἔτι σχεδὸν εἰπεῖν, πᾶσα ἡ Αἰθιοπία καὶ τὰ νότια μέρη μαρτυροῦσι τῇ θείᾳ Γραφῇ, Ἕλληνες δὲ μόνοι παρ' ἑαυτοῖς σοφοὶ τὴν ἰδίαν ἀγνοοῦντες σωτηρίαν· μόνος δὲ Τίμαιος ὁ προγεγραμμένος, οὐκ οἶδα πόθεν λαβών, τάχα δὲ ἐκ τῶν Χαλδαϊκῶν, μετέπλασε τοὺς δέκα βασιλεῖς ἐκ τῆς πέραν γῆς ἐλθόντας εἰς τὴν νῆσον τὴν Ἀτλαντίδα, ἣν λέγει καταποντωθεῖσαν, καὶ μισθωσαμένους τὰ οἰκοῦντα ἐν αὐτῇ ἔθνη καὶ ἐλθόντας ἐν τῇ γῇ ταύτῃ καὶ πολεμήσαντας Εὐρώπην καὶ τὴν Ἀσίαν, ὅπερ σαφέστατόν ἐστι πλάσμα· μὴ δυνάμενος γὰρ δεῖξαι τὴν νῆσον καταποντωθεῖσαν αὐτὴν εἶπεν ὑπὸ Θεοῦ. Ἀλλ' οὔ γε οἱ προειρημένοι Ἕλληνες, οἱ ἐπὶ σοφίᾳ θαυμαζόμενοι, ὀψὲ δέ ποτε καὶ γράμματα μεμαθηκότες καὶ νόμων ἀξιωθέντες, ἐνόμισαν ἑαυτοὺς μόνους τὴν σοφίαν ἐξωμβρηκέναι. Λυκοῦργοι γὰρ καὶ Σόλωνες καὶ Ζάλευκος ὁ τῶν Λοκρῶν καὶ πάντες οἱ λοιποὶ ὡς χθὲς καὶ πρώην πρὸς ἐκεῖνον τὸν Μωϋσέα παραβαλλόμενοι φαίνονται γεγονότες, ὅπου γε μηδὲ αὐτὸ τοὔνομα πάλαι ἐγινώσκετο τοῦ νόμου παρὰ τοῖς Ἕλλησι· καὶ μάρτυς Ὅμηρος οὐδαμοῦ τῆς ποιήσεως αὐτῷ χρησάμενος. Οὐδὲν γὰρ ἦν κατὰ τοῦτον, ἀλλὰ γνώμαις ἀρίσταις πλήθη διῳκεῖτο καὶ προστάγμασι τῶν βασιλέων· ἀφ' οὗ καὶ μέχρι πολλοῦ διέμειναν ἔθεσιν ἀγράφοις χρώμενοι καὶ πολλὰ τούτων ἀεὶ πρὸς τὸ συντυγχάνον μετατιθέντες. Λακεδαιμόνιοι μὲν γὰρ καὶ Κρῆτες ἔθεσιν ἐπαίδευον, οὐ λόγοις· Ἀθηναῖοι δὲ καὶ σχεδὸν οἱ ἄλλοι πάντες ἃ μὲν χρὴ πράττειν ἢ μὴ προσέταττον διὰ τῶν νόμων, τοῦ δὲ πρὸς αὐτὰ διὰ τῶν ἔργων ἐθίζειν ὠλιγώρησαν· οὗτοι δὲ κἀκεῖνοι κατὰ βραχὺ εἰς προκοπὴν σταθερῶν νόμων καὶ βεβαίων ἐληλυθότες οὐ μὴν ἐξ ἀρχῆς, ὡς ὁ πάλαι Μωϋσῆς καὶ γραμμάτων πεῖραν καὶ νόμου σταθεροῦ τὸ ἴδιον ἐξεπαίδευσεν ἔθνος, λόγῳ καὶ ἔργῳ πρῶτος ἐνδεικνύμενος τοῦ νόμου καὶ τῶν γραμμάτων τὸ βέβαιον, ἄχρις οὗ χρόνῳ πολλῷ τὸ ἔθνος ἐπὶ τὸν προκηρυττόμενον Δεσπότην Χριστὸν καὶ τὴν τούτου διδασκαλίαν ὡδήγησε τῇ βεβαιότητι τοῦ νόμου ὁδηγούμενόν τε καὶ φρουρούμενον. Φοίνικες οὖν τῷ ἔθνει γειτνιῶντες καὶ ἐξ αὐτῶν μαθόντες γράμματα καὶ ἀναγραφὰς τῶν Ἑλλήνων ἀρχαιοτέρας ἀνεγράψαντο καὶ Ἕλληνας μαθεῖν γράμματα παρεσκεύασαν· Κάδμος γὰρ ἀπὸ Τύρου τὰ γράμματα λαβὼν εἰς Ἑλλάδα μετήνεγκε. Μὴ οὖν τὰς ὀφρῦς Ἕλληνες ἀνατεινάτωσαν ὥς τι καινὸν τῷ βίῳ πρῶτοι ἐφευρηκότες, παρ' ἑτέρων καὶ τὰ γράμματα καὶ τοὺς νόμους καὶ τὴν ὑπόνοιαν τῆς σφαίρας καὶ τὴν ἀστρονομίαν καὶ ἀστρολογίαν ἐρανισάμενοι. Ὀψὲ γάρ ποτε φανέντες ἐν βίῳ τὸν κόσμον ἀΐδιον ἐδόξασαν· παρ' ἑτέρων τὸν οὐρανὸν σφαῖραν ὑπονοεῖν διδαχθέντες, ὡς αὐτοὶ πρῶτοι τοῦτο δοξάσαντες τὸν κανόνα τῆς ἀστρονομίας ὡς ἴδιον ἐξέθεντο· παρ' ἑτέρων τὰ γράμματα διδαχθέντες, συγγραφεῖς ἀρχαίους καὶ πρώτους ἑαυτοὺς ὑποτίθενται· παρ' ἑτέρων διδαχθέντες νομοθετεῖν, νομοθέτας ἀρχαίους καὶ δικαιάρχους ἑαυτοὺς ἀνεζωγράφησαν· πλατύτητα γλώττης καὶ κάλλος λόγου παρὰ τοῦ δοτῆρος Θεοῦ κομισάμενοι, τῷ δοτῆρι Θεῷ ἀχαριστοῦντες τοῖς αὐτοῦ λόγοις ἀπειθοῦσι· πάντα παρὰ Θεοῦ καὶ τῶν πρὸ αὐτῶν κομισάμενοι τοὺς πάντας ἀθετοῦσι καὶ ὡς ἴδια σοβαρῶς σφετερίζονται. Μαχόμενοι γὰρ τοῖς θείοις λόγοις τοῖς λέγουσιν" ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν" ἀντιβοῶσιν οἱ βέλτιστοι λέγοντες· Οὐκ ἔστιν οὕτως, σφαιροειδὴς γάρ ἐστι, καὶ τοῦτο πρόδηλον ἐκ τῶν προλεγομένων παρ' ἡμῶν ἐκλείψεων· ἔτι δὲ ἀνάστασιν νεκρῶν ἀκούοντες κηρυττομένην ἐν αὐτοῖς, ἀδυνατοῦν τοῦτο γενέσθαι· τὸν ὑπὸ μυρίων γὰρ σωμάτων ἐκ διαδοχῆς δαπανηθέντα, πῶς ἐνδέχεται ἀναστῆναι; Καὶ ἁπλῶς εἰπεῖν, κατασοφίζονται τοῦ δοτῆρος τῆς γλώττης, ἀνατρέπειν ἐπιχειροῦντες τὰ δόγματα τῆς αὐτοῦ Ἐκκλησίας. Καίτοι οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν αὐτοῖς γενέσθαι ἀγαθουργῶν καὶ προνοῶν, καὶ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας τετρακόσια καὶ προσέτι ἐπὶ τοῦ Μακεδόνος Ἀλεξάνδρου, μετὰ τὸν πόλεμον τὸν Τρωϊκόν, ὅτε καὶ διέπρεψαν οἱ Ἕλληνες, ἐφανέρωσεν αὐτοῖς τινα γνωρίσματα τῆς αὐτοῦ ἀγαθότητος, οἷόν τι λέγω Ἀλέξανδρος ὁ Μακεδὼν παρερχόμενος τὰ Ἱεροσόλυμα, πολεμῆσαι τὸν Δαρεῖον ἀπερχόμενος, συναντήσαντι τῷ ἀρχιερεῖ τῶν Ἰουδαίων μεθ' οὗ σχήματος ἐφόρει, τοῦ ἀρχιερατικοῦ λέγω, κατελθὼν αὐτὸς ἀπὸ τοῦ ἵππου ἀσμένως ἠσπάσατο· τῶν δὲ ἰδίων μεμψαμένων αὐτῷ καὶ εἰπόντων· Διατί οὕτω πεποίηκας; Αὐτὸς ἀπολογούμενος ἔφη· Ἐξ ἀρχῆς ἐν τῇ Μακεδονίᾳ ἐξερχομένου μου τοιούτῳ σχήματι φορῶν ὤφθη μοί τις κατ' ὄναρ, ὃς ἔλεγεν· Ἔξελθε καὶ νικᾷς· ὅθεν λοιπὸν καὶ αὐτὸς θυσίας ἔθυσε τῷ Θεῷ καὶ πολλὰ δῶρα προσήνεγκεν εἰς τὸν ναὸν καὶ τῇ χώρᾳ τῶν Ἰουδαίων πολλὰ ἐχαρίσατο. Μετέπειτα Πτολεμαῖος, ὁ ἐπίκλην Φιλάδελφος, περιεργασάμενος καὶ μαθὼν παρὰ Τρύφωνος τοῦ Φαληρέως περὶ τῶν ἰουδαϊκῶν βιβλίων, σπουδαίως ζητήσας παρὰ τῷ ἀρχιερεῖ Ἐλεαζάρῳ, ἀποστείλας δῶρα πολλὰ καὶ τῷ ναῷ καὶ τῷ ἀρχιερεῖ, ταύτας ἐδέξατο σὺν ἑβδομήκοντα πρεσβυτέροις, οἵτινες καὶ ἀπὸ τῆς ἑβραΐδος γλώττης μετέφρασαν εἰς τὴν Ἑλλήνων γλῶτταν καὶ ἐν τῇ ἰδίᾳ βιβλιοθήκῃ ἀνέθηκαν. Ἦν δὲ καὶ τοῦτο θείας προνοίας ἔργον, ἵνα πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας προητοιμασμένον ᾖ καὶ μὴ ὕστερον γινόμενον ἐπὶ τῶν ἀποστόλων ὕποπτον γένηται τοῖς πολλοῖς, ὡς πρὸς τὸ κεχαρισμένον ἑαυτοῖς ἑρμηνεύσαντες τὰ παρὰ τῶν προφητῶν πάλαι εἰρημένα περί τε τοῦ Χριστοῦ καὶ τῆς κλήσεως τῶν ἐθνῶν. Ὁ Φύσκων πάλιν Πτολεμαῖος νικήσας τοὺς Ἰουδαίους καὶ βουλόμενος αὐτοὺς ἐνταῦθα τῇ Ἀλεξανδρείᾳ ἀπολέσαι διὰ τῶν ἐλεφάντων, καὶ παραδόξως τοῦ Θεοῦ ἀντιστρέψαντος ἐπὶ τὴν αὐτοῦ στρατιὰν τὸν θυμὸν τῶν θηρίων, σέβειν τὸν ἐν αὐτοῖς Θεὸν ἐδιδάσκετο, τιμαῖς γεραίρων καὶ θυσίαις καὶ προσφοραῖς ἀναθημάτων τοῦ λοιποῦ αὐτὸν τὸν ὄντως ὄντα Θεὸν καὶ τὸν αὐτοῦ λαόν, τουτέστι τοὺς Ἰουδαίους. Καὶ ἕτεροι τῶν τῆς μακεδονικῆς ἀρχῆς γενόμενοι βασιλεῖς συμμάχους τοῖς ἰδίοις προσεκαλοῦντο· ἄλλοι δὲ καὶ πολεμεῖν αὐτοῖς προῃρημένοι καὶ ἐπὶ ἱκανὸν χρόνον δουλωσάμενοι, ὕστερον τὴν τοῦ Θεοῦ ῥοπὴν ἑώρων ἐνεργοῦσαν ἐν αὐτοῖς καὶ ὡς πρὸς βοήθειαν αὐτῶν διεγειρομένην καὶ ἑαυτοὺς νικωμένους ὑπ' αὐτῶν, ὑπὸ ἐλαχιστῶν καὶ εὐαριθμήτων ἀνδρῶν. Καὶ ἁπλῶς εἰπεῖν, διὰ τῶν πολέμων καὶ τῶν παραδόξων καὶ τῶν ἐνυπνίων καὶ τῶν βιβλίων προεγυμνάζοντο διδασκόμενοι τὸν ὄντως ὄντα Θεόν, τοῦτον ὃν Ἰουδαῖοι σέβονται, ἵνα καὶ αὐτοὶ ἑτοιμότεροι γένωνται πρὸς ὑποδοχὴν τοῦ χριστιανισμοῦ, ὥστε καὶ ἐπὶ τῶν καιρῶν τῆς ἐπιδημίας τοῦ Δεσπότου Χριστοῦ διὰ τῶν ἀποστόλων πολλὰ τῆς Ἑλλάδος ἔθνη θεωροῦντα τὰ σημεῖα τῇ πίστει τοῦ Χριστοῦ συμβέβηκεν, ὁμολογοῦντα τὴν ἀνάστασιν αὐτοῦ καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον. Νυνὶ δὲ χρόνου πολλοῦ διαδραμόντος καὶ τῶν σημείων παυσαμένων, ὥσπερ λήθην τινὰ ἔλαβον ἐκείνης τῆς πίστεως καὶ ἐπὶ τὴν προτέραν ἀνέδραμον δεισιδαιμονίαν, ἀδύνατον εἶναι λέγοντες ἀνάστασιν ἐκ νεκρῶν ἔσεσθαι ἀνθρώπων καὶ ἄνοδον ἐν τῷ οὐρανῷ. Διὰ τοῦτο καὶ βάπτισμα μὲν αὐτοὺς εὑρίσκεις ἔχοντας καὶ τὸ σφαιρικὸν σχῆμα ἔχειν τὸν οὐρανὸν δοξάζοντας πρὸς τὸ τὴν ἀνάστασιν τῶν σωμάτων ἀθετηθῆναι καὶ τὴν ἄνοδον αὐτῶν τὴν ἐν τῷ οὐρανῷ. Ταῦτα ὡς ἐπὶ τὸ πλεῖστον παρ' Ἕλλησι καὶ μόνοις εὑρήσει τις φιλοσοφουμένους, τοὺς λόγους καὶ τὰς ἐκλείψεις ὡς ἐπὶ σφαιρικοῦ σχήματος προβαλλομένους ὡς θεῖόν τι μάθημα, εἰς ὃ καὶ ἀπατῶνται καὶ ἀπατῶσι. Διὸ καὶ ἡμεῖς ἐπὶ τὰ σχήματα καὶ τοὺς τόπους τοῦ παντὸς κόσμου καὶ τῶν ἄστρων τὴν περιφορὰν ὁρμήσαντες καὶ ἀντιστρατευσάμενοι πρὸς αὐτοὺς ἐκ τῶν θείων Γραφῶν κατεγράψαμεν, δεικνύναι σπεύδοντες διὰ τούτων πάντων καὶ...