Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Psalms
DavidPs 41 · brenton-septuagintMore by David
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/biblical-tradition" aria-label="More works by David"> —
⋯
More
Original / primary: Brenton Septuagint
41.1
Εἰς τὸ τέλος, εἰς σύνεσιν τοῖς υἱοῖς Κορέ.
41.2
Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ ὁ Θεός.
41.3
Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ;
41.4
Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτὸς, ἐν τῷ λέγεσθαί μοι καθʼ ἑκάστην ἡμέραν, ποῦ ἐστιν ὁ Θεός σου;
41.5
Ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπʼ ἐμὲ τὴν ψυχήν μου, ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ· ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορταζόντων.
41.6
Ἱνατί περίλυπος εἶ ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου,
41.7
Ὁ Θεός μου· πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη, διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου, καὶ Ἐρμωνιεὶμ ἀπὸ ὄρους μικροῦ.
41.8
Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταῤῥακτῶν σου· πάντες οἱ μετεωρισμοί σου, καὶ τὰ κύματά σου ἐπʼ ἐμὲ διῆλθον.
41.9
Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς δηλώσει· παρʼ ἐμοὶ προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου,
41.10
ἐρῶ τῷ Θεῷ, ἀντιλήπτωρ μου εἶ, διατί μου ἐπελάθου; ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου;
41.11
Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου, ὠνείδισάν με οἱ θλίβοντές με· ἐν τῷ λέγειν αὐτούς μοι καθʼ ἑκάστην ἡμέραν, ποῦ ἐστιν ὁ Θεός σου;
41.12
Ἱνατί περίλυπος εἶ ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, ἡ σωτηρία τοῦ προσώπου μου, καὶ ὁ Θεός μου.

Intertext edge

Open linked passage

Note