Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Psalms
DavidPs 11 · brenton-septuagintMore by David
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/biblical-tradition" aria-label="More works by David"> —
⋯
More
Original / primary: Brenton Septuagint
11.1
Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης, ψαλμὸς τῷ Δαυίδ.
11.2
Σῶσον με Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.
11.3
Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, χείλη δόλια, ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν.
11.4
Ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια, καὶ γλῶσσαν μεγαλοῤῥήμονα·
11.5
Τοὺς εἰπόντας, τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρʼ ἡμῶν ἐστι· τίς ἡμῶν Κύριός ἐστιν;
11.6
Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ.
11.7
Τὰ λόγια Κυρίου, λόγια ἁγνά· ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως.
11.8
Σὺ Κύριε φυλάξεις ἡμᾶς· καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης, καὶ εἰς τὸν αἰῶνα.
11.9
Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι, κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Intertext edge

Open linked passage

Note