Psalms
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/biblical-tradition" aria-label="More works by David">
—
⋯
Original / primary: Brenton Septuagint
10.1
Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυὶδ. Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου, μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;
10.2
Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.
10.3
Ὅτι ἃ κατηρτίσω καθεῖλον, ὁ δὲ δίκαιος τί ἐποίησε;
10.4
Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, Κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ· οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων·
10.5
Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.
10.6
Ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν.
10.7
Ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητα εἶδε τὸ πρόσωπον αὐτοῦ.