Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Poliorcetica
Aeneas TacticusPoli 37 · perseus-grc2More by Aeneas Tacticus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aeneas-tacticus" aria-label="More works by Aeneas Tacticus"> —
⋯
More
Original / primary: Perseus Grc2
37.1
37.1
Τοὺς δὲ ὑπορύσσοντας ὧδε κωλύειν. ἐὰν δοκῇς ὑπορύσσεσθαι, ὡς βαθυτάτην ἐκτὸς χρὴ τὴν τάφρον ὀρύσσεσθαι, ὅπως εἰς τὴν τάφρον τὸ ὑπόρυγμα ἀφίκηται καὶ οἱ ὑπορύσσοντες ὀφθῶσιν.
37.2
37.2
ἐὰν δέ σοι ὑπάρχῃ, καὶ τειχίον τειχίσαι εἰς αὐτὴν ὡς ἰσχυροτάτων καὶ μεγίστων λίθων. ἐὰν δὲ μὴ ὑπάρχῃ τειχίσαι λίθοις,
37.3
37.3
ξύλων φορυτὸν κομίσαντα ... ἂν δὲ τὰ ὑπορύγματα τῆς τάφρου πῃ προσπέσῃ, ταύτῃ ἐπιβάλλοντα ξύλα καὶ τὸν φορυτὸν ἐμπρῆσαι καὶ τὰ ἄλλα κατασκεπάσαι, ὅπως ὁ καπνὸς εἰς τὸ διόρυγμα πορεύσηται καὶ κακῶς ποιήσῃ τοὺς ἐν τῷ ὀρύγματι ὄντας· ἐνδέχεται δὲ καὶ πολλοὺς ἀπολέσθαι αὐτῶν ὑπὸ τοῦ καπνοῦ.
37.4
37.4
ἤδη δέ τινες καὶ σφῆκας καὶ μελίσσας εἰς τὸ διόρυγμα ἀφέντες ἐλυμήναντο τοὺς ἐν τῷ ὀρύγματι ὄντας.
37.5
37.5
χρὴ δὲ ἁπλῶς εἰπεῖν καθʼ ὅν τινα τόπον ὀρύσσουσιν ἀνθυπορύσσειν καὶ ἀντιοῦσθαι καὶ ἐμπιμπράναι ...
37.6
37.6
τὸ ἐν τῷ ὀρύγματι μαχόμενον. παλαιὸν δέ τι λέγεται ... Ἄμασιν Βαρκαίους πολιορκοῦντα, ἐπεὶ ἐπεχείρει ὀρύσσειν. οἱ δὲ Βαρκαῖοι αἰσθόμενοι τὸ ἐπιχείρημα τοῦ Ἀμάσιδος, ἠποροῦντο μὴ λάθῃ ἢ φθάσῃ, ἔπειτα ἀνὴρ χαλκεὺς ἀνεῦρεν ἐνθυμήσας· ἀσπίδος χάλκωμα περιφέρων ἐντὸς τοῦ τείχεος ἐπάνω προσίσχεν πρὸς τὸ δάπεδον.
37.7
37.7
τῇ μὲν δὴ ἄλλῃ κωφὰ ἦν πρὸς ἃ προσίσχοι τὸ χάλκωμα· ᾗ δὲ ὑπωρύσσετο, ἀντήχει. ἀντορύσσοντες οὖν οἱ Βαρκαῖοι ταύτῃ, ἀπέκτειναν πολλοὺς τῶν ὑπορυσσόντων. ὅθεν καὶ νῦν χρῶνται τούτῳ τῷ ἐνθυμήματι γνωρίζοντες ᾗ ὑπορύσσεται.
37.8
37.8
Καὶ οἷς μὲν προσήκει τὰ ἐκ τῶν ἐναντίων τεχνάσματα καταντῶντα ἀμύνειν δεδήλωται· τοῖς δὲ ὑπορύσσειν μέλλουσιν ὧδʼ ἂν γένοιτο ἰσχυρότατον φράγμα.
37.9
37.9
χρὴ δύο ἁμαξῶν τοὺς ῥυμοὺς εἰς τὸ αὐτὸ δῆσαι, συμπετάσαντα κατὰ τὸ ἕτερον μέρος τῆς ἁμάξης, ὅπως μετεωρισθῶσιν οἱ ῥυμοὶ εἰς τὸ αὐτὸ νεύοντες· ἔπειτα οὕτως ἐπισυνδεῖν ἄλλα ξύλα καὶ ῥίπους καὶ ἄλλα φράγματα ἐπάνω, ταῦτα δὲ πηλῷ καταλεῖψαι. ἔσται οὖν τοῦτο καὶ προσαγαγεῖν ὅπου βούλει τοὺς τροχοὺς καὶ ἀπαγαγεῖν, ὑπὸ δὲ τούτῳ τῷ φράγματι τοὺς ὑπορύσσοντας εἶναι.

Intertext edge

Open linked passage

Note