Zephaniah · 3 Maccabees
3 Mac 1.1 · brenton-septuagint
Idle
Start Here
Brenton Septuagint
1.1
Ὁ ΔΕ Φιλοπάτωρ μαθὼν παρὰ τῶν ἀνακομισθέντων τὴν γενομένην τῶν ἐπʼ αὐτοῦ κρατουμένων τόπων ἀφαίρεσιν ὑπὸ Ἀντιόχου, παραγγείλας ταῖς πάσαις δυνάμεσι πεζικαῖς τε καὶ ἱππικαῖς αὐτοῦ, καὶ τὴν ἀδελφὴν Ἀρσινόην συμπαραλαβὼν, ἐξώρμησε μέχρι τῶν κατὰ Ῥαφίαν τόπων, ὅπου παρεμβεβλήκεισαν οἱ περὶ Ἀντίοχον.